Άρθρα

Ραψωδία ψ': Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 374
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Γρῆυς (γρηῢς) δ’ εἰς ὑπερῷ’ ἀνεβήσετο καγχαλόωσα, δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἒνδον ἐόντα· γούνατα δ’ ἐρρώσαντο, πόδες δ’ ὑπερικταίνοντο. Στῆ δ’ ἂρ’ ὑπέρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· « Ἒγρεο, Πηνελόπεια, φίλον τέκος, ὂφρα ἲδηαι ὀφθαλμοῖσι τεοῖσι, τά τ’ ἔλδεαι ἢματα πάντα. Ἦλθ’ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται ὀψέ περ ἐλθών, μνηστῆρας δ’ ἔκτεινεν ἀγήνορας, οἵ τε οἱ οἶκον κήδεσκον καὶ κτήματ’ ἔδον βιόωντό τε παῖδα.» Τὴν δ΄αὖτε προσέειπε...
Συνεχίστε...
Ραψωδία χ': Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 327
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς, ἆλτο δ’ ἐπὶ μέγαν οὐδὸν ἔχων βιὸν ἠδὲ φαρέτρην ἰῶν ἐμπλείην, ταχέας δ’ ἐκχεύατ’ ὀιστοὺς αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν· «Οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται· νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώς τις βάλεν ἀνήρ, εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.» Ἦ, καὶ ἐπ’ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀιστόν. Ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλεν, χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ...
Συνεχίστε...
Ραψωδία φ': Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 263
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Τῇ δ᾽ ἄρ᾽ ἐπὶ φρεσὶ θῆκε θεὰ, γλαυκῶπις Ἀθήνη, κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ, τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον ἐν μεγάροις Ὀδυσῆος ἀέθλια καὶ φόνου ἀρχήν. Κλίμακα δ᾽ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο, εἵλετο δὲ κληῖδ᾽ ἐυκαμπέα χειρὶ παχείῃ καλὴν χαλκείην· κώπη δ᾽ ἐλέφαντος ἐπῆεν. Bῆ δ᾽ ἴμεναι θαλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος, χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος...
Συνεχίστε...
Ραψωδία υ': Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 318
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς· κὰμ μὲν ἀδέψητον βοέην στόρεσ’, αὐτὰρ ὕπερθεν κώεα πόλλ’ ὀίων, τοὺς ἱρεύεσκον Ἀχαιοί· Εὐρυνόμη δ’ ἄρ’ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι. Ἔνθ’ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ κεῖτ’ ἐγρηγορόων· ταὶ δ’ ἐκ μεγάροιο γυναῖκες ἤισαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ, ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι. τοῦ δ’ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ...
Συνεχίστε...
Ραψωδία τ': Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 185
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων. Αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· «Τηλέμαχε, χρὴ τεύχε’ ἀρήια κατθέμεν εἴσω πάντα μάλ’, αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσιν παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες· ‘‘ἐκ καπνοῦ κατέθηκ’, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκειν, οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετ’ ἀυτμή. Πρὸς δ’ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν...
Συνεχίστε...
Ραψωδία σ': Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 186
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Ἦλθε δ’ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ πτωχεύεσκ’ Ἰθάκης, μετὰ δ’ ἔπρεπε γαστέρι μάργῃ ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι. Ἀρναῖος δ’ ὄνομ’ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες, οὕνεκ’ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι. Ὅς ῥ’ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο, καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα· «Εἶκε γέρον προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς...
Συνεχίστε...
Ραψωδία ρ': Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 193
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, δὴ τότ᾽ ἔπειθ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο, εἵλετο δ᾽ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρειν, ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην· «Ἄττ᾽, ἦ τοι μὲν ἐγὼν εἶμ᾽ ἐς πόλιν, ὄφρα με μήτηρ ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀίω κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος, πρίν γ᾽ αὐτόν με ἴδηται· ἀτὰρ σοί γ᾽ ὧδ᾽ ἐπιτέλλω. Τὸν ξεῖνον δύστηνον ἄγ᾽ ἐς...
Συνεχίστε...
Ραψωδία π': Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 219
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Τὼ δ’ αὖτ’ ἐν κλισίῃ Ὀδυσσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντ’ ἄριστον ἅμ’ ἠοῖ, κηαμένω πῦρ, ἔκπεμψάν τε νομῆας ἅμ’ ἀγρομένοισι σύεσσιν· Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι, 5 οὐδ’ ὕλαον, προσιόντα. Νόησε δὲ δῖος Ὀδυσσεὺς σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖιν. Αἶψα δ’ ἄρ’ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα· «Εὔμαι’, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ’ ἑταῖρος ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν, ἀλλὰ περισσένουσι· ποδῶν...
Συνεχίστε...
Ραψωδία ο': Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 174
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Ἡ δ’ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη ᾤχετ’ Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι. Εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν εὕδοντ’ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο, ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ, Τηλέμαχον δ’ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλ’ ἐνὶ θυμῷ νύκτα δι’ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν. Ἀγχοῦ δ’ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη· «Τηλέμαχ’, οὐκέτι καλὰ δόμων ἄπο τῆλ’...
Συνεχίστε...
Ραψωδία ξ': Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 186
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν χῶρον ἀν’ ὑλήεντα δι’ ἄκριας, ᾗ οἱ Ἀθήνη πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς. Τὸν δ’ ἄρ’ ἐνὶ προδόμῳ εὗρ’ ἥμενον, ἔνθα οἱ αὐλὴ ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ, καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης αὐτὸς δείμαθ’ ὕεσσιν ἀποιχομένοιο ἄνακτος, νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος, ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ. Σταυροὺς δ’...
Συνεχίστε...
Μπλουζα Κάτω μέρος