La traducción en Castellano de la Odisea Ἠέλιος δ’ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην, οὐρανὸν ἐς πολύχαλκον, ἵν’ ἀθανάτοισι φαείνοι καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν· οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον, ἷξον· τοὶ δ’ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον, ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ. Ἐννέα δ’ ἕδραι ἔσαν, πεντακόσιοι δ’ ἐν ἑκάστῃ εἵατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους. Εὖθ’ οἱ σπλάγχνα πάσαντο, θεῷ δ’ ἐπὶ μηρί’ ἔκαιον, οἱ δ’ ἰθὺς κατάγοντο ἰδ’ ἱστία νηὸς...
Συνεχίστε...