Νικόλαος Καμπάνης - Mentor

Νικόλαος Καμπάνης - Mentor

Νικόλαος Καμπάνης - Mentor

Ραψωδία ο': Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 1.202
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Ἡ δ’ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη ᾤχετ’ Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι. Εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν εὕδοντ’ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο, ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ, Τηλέμαχον δ’ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλ’ ἐνὶ θυμῷ νύκτα δι’ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν. Ἀγχοῦ δ’ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη· «Τηλέμαχ’, οὐκέτι καλὰ δόμων ἄπο τῆλ’...
Συνεχίστε...
Ραψωδία ξ': Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 843
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν χῶρον ἀν’ ὑλήεντα δι’ ἄκριας, ᾗ οἱ Ἀθήνη πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς. Τὸν δ’ ἄρ’ ἐνὶ προδόμῳ εὗρ’ ἥμενον, ἔνθα οἱ αὐλὴ ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ, καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης αὐτὸς δείμαθ’ ὕεσσιν ἀποιχομένοιο ἄνακτος, νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος, ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ. Σταυροὺς δ’...
Συνεχίστε...
Ραψωδία ν': Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 1.654
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Ὧς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, κηληθμῷ δ’ ἔσχοντο κατὰ μέγαρα σκιόεντα. Τὸν δ’ αὖτ’ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· «Ὧ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ ὑψερεφές, τῷ σ’ οὔ τι πάλιν πλαγχθέντα γ’ ὀίω ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας. Ὑμέων δ’ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω, ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον αἰεὶ πίνετ’ ἐμοῖσιν, ἀκουάζεσθε δ’ ἀοιδοῦ. Εἵματα μὲν δὴ ξείνῳ ἐυξέστῃ ἐνὶ χηλῷ...
Συνεχίστε...
Ραψωδία μ': Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 1.670
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο, νηῦς, ἀπὸ δ’ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο νῆσόν τ’ Αἰαίην, ὅθι τ’ Ἠοῦς ἠριγενείης οἰκία καὶ χοροί εἰσι και ἀντολαὶ Ἠελίοιο, νῆα μὲν ἔνθ’ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης· ἔνθα δ’ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν. Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, δὴ τότ’ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα. Φιτροὺς δ’...
Συνεχίστε...
Ραψωδία λ': Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 1.599
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, ἐν δ’ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ, ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αυτοὶ βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες. Ἡμῖν δ’ αὖ κατόπισθε νεὸς κυανοπρώροιο ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον, Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα. Ἡμεῖς δ’ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα ἥμεθα· τὴν δ’ ἄνεμός...
Συνεχίστε...
Ραψωδία κ΄: Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 1.656
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Αἰολίην δ’ ἐς νῆσον ἀφικόμεθ’· ἔνθα δ’ ἔναιεν Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν, πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος, χάλκεον ἄρρηκτον, λισσὴ δ’ ἀναδέδρομε πέτρη. Τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν, ἕξ μὲν θυγατέρες, ἕξ δ’ υἱέες ἡβώοντες· ἔνθ’ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις. Οἱ δ’ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται, κνισῆεν δέ τε δῶμα...
Συνεχίστε...
Ραψωδία ι΄: Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 1.710
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· «Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ τοιοῦδ’, οἷος ὅδ’ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν. Οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι ἢ ὅτ’ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα, δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δ’ ἐκ κρητῆρος ἀφύσσων οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ...
Συνεχίστε...
Ραψωδία θ΄: Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 1.745
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ὤρνυτ’ ἄρ’ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο, ἂν δ’ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς. Τοῖσιν δ’ ἡγεμόνευ’ ἱερὸν μένος Ἀλκινόοιο Φαιήκων ἀγορήνδ’, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο. Ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισιν πλησίον. Ἡ δ’ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο, νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα, καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον· «Δεῦτ’...
Συνεχίστε...
Ραψωδία η΄: Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 1.181
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Ὧς ὁ μὲν ἔνθ’ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς, κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν. Ἡ δ’ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ’ ἵκανεν, στῆσεν ἄρ’ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς ἵσταντ’ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥ’ ὑπ’ ἀπήνης ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω. Αὐτή δ’ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ γρῆυς Ἀπειραίη θαλαμηπόλος Εὐρυμέδουσα, τήν ποτ’ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι· Ἀλκινόῳ δ’ αὐτὴν γέρας ἔξελον...
Συνεχίστε...
Ραψωδία ζ΄: Αρχαίο κείμενο - Νεοελληνική απόδοση
  • 1.752
  • 0
Ομηρική διάλεκτος Στίχοι Νεοελληνική απόδοση Ὧς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη βῆ ρ’ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε, οἳ πρὶν μέν ποτ’ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ, ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων, οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ᾖσαν. Ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής, εἷσεν δὲ Σχερίῃ ἑκὰς ἀνδρῶν ἀλφηστάων, ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους, καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατ’ ἀρούρας. Ἀλλ’ ὁ...
Συνεχίστε...
Μπλουζα Κάτω μέρος