Ραψωδία υ': Αρχαίο κείμενο - Νεοελληνική απόδοση

1618348244938.png

Ομηρική διάλεκτος
Στίχοι
Νεοελληνική απόδοση
Αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·
κὰμ μὲν ἀδέψητον βοέην στόρεσ’, αὐτὰρ ὕπερθεν
κώεα πόλλ’ ὀίων, τοὺς ἱρεύεσκον Ἀχαιοί·
Εὐρυνόμη δ’ ἄρ’ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.
Ἔνθ’ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
κεῖτ’ ἐγρηγορόων· ταὶ δ’ ἐκ μεγάροιο γυναῖκες
ἤισαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,
ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.
τοῦ δ’ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,
ἦ ἔτ᾽ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
Ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
ἄνδρ᾽ ἀγνοιήσασ᾽ ὑλάει μέμονέν τε μάχεσθαι,
ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·
στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
«τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ᾽ ἔτλης.
Ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
ἰφθίμους ἑτάρους· σὺ δ᾽ ἐτόλμας, ὄφρα σε μῆτις
ἐξάγαγ᾽ ἐξ ἄντροιο ὀιόμενον θανέεσθαι».
Ὣς ἔφατ᾽, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·
τῷ δὲ μάλ᾽ ἐν πείσῃ κραδίη μένε τετληυῖα
νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.
Ὡς δ᾽ ὅτε γαστέρ᾽ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,
ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα
αἰόλλῃ, μάλα δ᾽ ὦκα λιλαίεται ὀπτηθῆναι,
ὧς ἄρ᾽ ὅ γ᾽ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων,
ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει
μοῦνος ἐὼν πολέσι· σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη
οὐρανόθεν καταβᾶσα· δέμας δ᾽ ἤικτο γυναικί.
Στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
«Τίπτ᾽ αὖτ᾽ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν;
Οἶκος μέν τοι ὅδ᾽ ἐστί, γυνὴ δέ τοι ἥδ᾽ ἐνὶ οἴκῳ,
καὶ, πάις, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα».
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
«Ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·
ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω
μοῦνος ἐών, οἱ δ᾽ αἰὲν ἀολλέες ἔνδον ἔασιν.
Πρὸς δ᾽ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·
εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,
πῆ κεν ὑπεκπροφύγοιμι; Τά σε φράζεσθαι ἄνωγα».
Τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
«Σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθ᾽ ἑταίρῳ,
ὅς περ θνητός τ᾽ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·
αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω
ἐν πάντεσσι πόνοις. Ἐρέω δέ τοι ἐξαναφανδόν·
εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
νῶι περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηι,

καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
Ἀλλ᾽ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν
πάννυχον ἐγρήσσοντα, κακῶν δ᾽ ὑποδύσεαι ἤδη».
Ὧς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,
αὐτὴ δ᾽ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.
Εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,
λυσιμελής, ἄλοχος δ᾽ ἄρ᾽ ἐπέγρετο κεδνὰ ἰδυῖα,
κλαῖε δ᾽ ἄρ᾽ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.
Αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,
Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·
«Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη
ἰὸν ἐνὶ στήθεσσι βαλοῦσ᾽ ἐκ θυμὸν ἕλοιο
αὐτίκα νῦν, ἢ ἔπειτα μ᾽ ἀναρπάξασα θύελλα
οἴχοιτο προφέρουσα κατ᾽ ἠερόεντα κέλευθα,
ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
Ὡς δ᾽ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·
τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δὲ λίποντο
ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖ᾽ Ἀφροδίτη
τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέι οἴνῳ·
Ἥρη δ᾽ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
εἶδος καὶ πινυτήν, μῆκος δ᾽ ἔπορ᾽ Ἄρτεμις ἁγνή,
ἔργα δ᾽ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
Εὖτ᾽ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο,
ἐς Δία τερπικέραυνον, ὁ γάρ τ᾽ εὖ οἶδεν ἅπαντα,
μοῖράν τ᾽ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων,
τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
καί ῥ᾽ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν.
Ὧς ἔμ᾽ ἀιστώσειαν Ὀλύμπια δώματ᾽ ἔχοντες,
ἠέ μ᾽ ἐυπλόκαμος βάλοι Ἄρτεμις, ὄφρ᾽ Ὀδυσῆα
ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,
μηδέ τι χείρονος ἀνδρὸς ἐυφραίνοιμι νόημα.
Ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις
ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,
νύκτας δ᾽ ὕπνος ἔχῃσιν· ὁ γάρ τ᾽ ἐπέλησεν ἁπάντων,
ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρ᾽ ἀμφικαλύψῃ.
Αὐτὰρ ἐμοὶ καὶ ὀνείρατ᾽ ἐπέσσευεν κακὰ δαίμων.
Τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,
τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ
χαῖρ᾽, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλ᾽ ὕπαρ ἤδη».
Ὧς ἔφατ᾽, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
Τῆς δ᾽ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς
μερμήριζε δ᾽ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν
ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφιν.
Χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,
ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην
θῆκε θύραζε φέρων, Διὶ δ᾽ εὔξατο χεῖρας ἀνασχών·
«Ζεῦ πάτερ, εἴ μ᾽ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
ἤγετ᾽ ἐμὴν ἐς γαῖαν, ἐπεί μ᾽ ἐκακώσατε λίην
φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω».
Ὧς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε μητίετα Ζεύς·
αὐτίκα δ᾽ ἐβρόντησεν ἀπ᾽ αἰγλήεντος Ὀλύμπου,
ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.
Φήμην δ᾽ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
πλησίον, ἔνθ᾽ ἄρα οἱ μύλαι εἳατο ποιμένι λαῶν,
τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες
ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.
Αἱ μὲν ἄρ᾽ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
ἡ δὲ μί᾽ οὔ πω παύετ᾽, ἀφαυροτάτη δὲ τέτυκτο·
ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·
«Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,
ἦ μεγάλ᾽ ἐβρόντησας ἀπ᾽ οὐρανοῦ ἀστερόεντος,
οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.
Κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·
μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτ᾽ ἐρατεινήν,
οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατ᾽ ἔλυσαν
ἄλφιτα τευχούσῃ, νῦν ὕστατα δειπνήσειαν».
Ὧς ἄρ᾽ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.
Αἱ δ᾽ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλ᾽ Ὀδυσῆος
ἀγρόμεναι ἀνέκαιον ἐπ᾽ ἐσχάρῃ ἀκάματον πῦρ.
Τηλέμαχος δ᾽ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,
εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμῳ·
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
εἵλετο δ᾽ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ·
Στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰών, πρὸς δ᾽ Εὐρύκλειαν ἔειπεν·
«Μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθ᾽ ἐνὶ οἴκῳ
εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;
Τοιαύτη γὰρ ἐμὴ μήτηρ πινυτή περ ἐοῦσα·
ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
χείρονα, τὸν δέ τ᾽ ἀρείον᾽ ἀτιμήσασ᾽ ἀποπέμπει.»
Τὸν δ᾽ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
«Οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.
Οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρ᾽ ἔθελ᾽ αὐτός,
σίτου δ᾽ οὐκέτ᾽ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.
Ἀλλ᾽ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
ἡ μὲν δέμνι᾽ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
αὐτὰρ ὅ γ᾽, ὥς τις πάμπαν ὀιζυρὸς καὶ ἄποτμος,
οὐκ ἔθελ᾽ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,
ἀλλ᾽ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
ἔδραθ᾽ ἐνὶ προδόμῳ· χλαῖναν δ᾽ ἐπιέσσαμεν ἡμεῖς».
Ὧς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκειν
ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἄργοι ἕποντο.
Βῆ δ᾽ ἴμεν εἰς ἀγορὴν μετ᾽ ἐυκνήμιδας Ἀχαιούς.
Ἡ δ᾽ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,
Εὐρύκλει᾽ Ὦπος θυγάτηρ Πεισηνορίδαο·
«Ἀγρεῖθ᾽, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι
ῥάσσατέ τ᾽, ἔν τε θρόνοις ἐυποιήτοισι τάπητας

βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας
πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας
καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθ᾽ ὕδωρ
ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.
Οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,
ἀλλὰ μάλ᾽ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή».
Ὧς ἔφαθ᾽, αἱ δ᾽ ἄρα τῆς μάλα μὲν κλύον ἠδὲ πίθοντο.
Αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,
αἱ δ᾽ αὐτοῦ κατὰ δώματ᾽ ἐπισταμένως πονέοντο.
Ἐς δ᾽ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα
εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες
ἦλθον ἀπὸ κρήνης. Ἐπὶ δέ σφισιν ἦλθε συβώτης
τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.
Καὶ τοὺς μέν ῥ᾽ εἴασε καθ᾽ ἕρκεα καλὰ νέμεσθαι,
αὐτὸς δ᾽ αὖτ᾽ Ὀδυσῆα προσηύδα μειλιχίοισιν·
«Ξεῖν᾽, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,
ἦέ σ᾽ ἀτιμάζουσι κατὰ μέγαρ᾽, ὡς τὸ πάρος περ;»
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς·
«Αἲ γὰρ δή, Ἐύμαιε, θεοὶ τισαίατο λώβην,
ἣν οἵδ᾽ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται
οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδ᾽ αἰδοῦς μοῖραν ἔχουσιν.»
Ὧς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
ἀγχίμολον δέ σφ᾽ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.
αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισιν,
δεῖπνον μνηστήρεσσι. δύω δ᾽ ἅμ᾽ ἕποντο νομῆες.
Καὶ τὰς μὲν κατέδησεν ὑπ᾽ αἰθούσῃ ἐριδούπῳ,
αὐτὸς δ᾽ αὖτ᾽ Ὀδυσῆα προσηύδα κερτομίοισιν·
«Ξεῖν᾽, ἔτι καὶ νῦν ἐνθάδ᾽ ἀνιήσεις κατὰ δῶμα
ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;
Πάντως οὐκέτι νῶι διακρινέεσθαι ὀίω
πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλοθι δαῖτες Ἀχαιῶν.»
Ὧς φάτο, τὸν δ᾽ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,
ἀλλ᾽ ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων.
Τοῖσι δ᾽ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας·
πορθμῆες δ᾽ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
ἀνθρώπους πέμπουσιν, ὅ τέ σφέας εἰσαφίκηται.
Καὶ τὰ μὲν εὖ κατέδησεν ὑπ᾽ αἰθούσῃ ἐριδούπῳ,
αὐτὸς δ᾽ αὖτ᾽ ἐρέεινε συβώτην ἄγχι παραστάς·
«Τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
ἡμέτερον πρὸς δῶμα; Τέων δ᾽ ἐξ εὔχεται εἶναι
ἀνδρῶν; Ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
Δύσμορος· ἦ τε ἔοικε δέμας βασιλῆι ἄνακτι·
ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀιζύν.»
Ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«Χαῖρε, πάτερ ὦ ξεῖνε. Γένοιτό τοι ἔς περ ὀπίσσω
ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσιν.
Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,
μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
Ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε
μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀίω
τοιάδε λαίφε᾽ ἔχοντα κατ᾽ ἀνθρώπους ἀλάλησθαι,
εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
Εἰ δ᾽ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισιν,
ὤ μοι ἔπειτ᾽ Ὀδυσῆος ἀμύμονος, ὅς μ᾽ ἐπὶ βουσὶν
εἷσ᾽ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.
Νῦν δ᾽ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως
ἀνδρί γ᾽ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·
τὰς δ᾽ ἄλλοι με κέλονται ἀγινέμεναι σφίσιν αὐτοῖς
ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,
οὐδ᾽ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη
κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.
Αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
πόλλ᾽ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος
ἄλλων δῆμον ἱκέσθαι ἰόντ᾽ αὐτῇσι βόεσσιν,
ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα
βουσὶν ἐπ᾽ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.
Καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτ᾽ ἀνεκτὰ πέλονται·
ἀλλ᾽ ἔτι τὸν δύστηνον ὀίομαι, εἴ ποθεν ἐλθὼνν
ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.»
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
«Βουκόλ᾽, ἐπεὶ οὔτε κακῷ οὔτ᾽ ἄφρονι φωτὶ ἔοικας,
γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,
τούνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
Ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
ἦ σέθεν ἐνθάδ᾽ ἐόντος ἐλεύσεται οἴκαδ᾽ Ὀδυσσεύς,
σοῖσιν δ᾽ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κ᾽ ἐθέλῃσθα,
κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν».
Τὸν δ᾽ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
«Αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·
γνοίης χ᾽, οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.»
Ὧς δ᾽αὔτως Ἐύμαιος ἐπεύξατο πᾶσι θεοῖσιν
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
Ὧς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
μνηστῆρες δ᾽ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,
αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.
Τοῖσιν δ᾽ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·
«Ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,
Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.»
Ὧς ἔφατ᾽Ἀμφίνομος, τοῖσιν δ᾽ἐπιήνδανε μῦθος.
Ἐλθόντες δ᾽ἐς δώματ᾽Ὀδυσσῆος θείοιο
χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
οἱ δ᾽ἱέρευον ὄις μεγάλους καὶ πίονας αἶγας,
ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·
σπλάγχνα δ᾽ἄρ᾽ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον
κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.
Σῖτον δέ σφ᾽ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.
Οἱ δ᾽ἐπ᾽ὀνείαθ᾽ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Τηλέμαχος δ᾽Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,
ἐντὸς ἐυσταθέος μεγάρου, παρὰ λάινον οὐδόν,
δίφρον ἀεικέλιον παραθεὶς ὀλίγην τε τράπεζαν·
πὰρ δ᾽ ἐτίθει σπλάγχνων μοίρας, ἐν δ᾽οἶνον ἔχευεν
ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·
«Ἐνταυθοῖ νῦν ἧσο μετ᾽ἀνδράσιν οἰνοποτάζων.
Κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω
πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν
οἶκος ὅδ᾽, ἀλλ᾽ Ὀδυσῆος, ἐμοὶ δ᾽ἐκτήσατο κεῖνος.
Ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς
καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.»
Ὧς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
Τοῖσιν δ᾽ Ἀντίνοος μετέφη Ἐυπείθεος υἱός·
«Καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,
Τηλεμάχου· μάλα δ᾽ ἧμιν ἀπειλήσας ἀγορεύει·
οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη
παύσαμεν ἐν μεγάροισι λιγύν περ ἐόντ᾽ ἀγορητήν.»
Ὧς ἔφατ᾽ Ἀντίνοος· ὁ δ᾽ ἄρ᾽ οὐκ ἐμπάζετο μύθων.
Κήρυκες δ᾽ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην
ἦγον· τοὶ δ᾽ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ
ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
Οἱ δ᾽ ἐπεὶ ὤπτησαν κρέ᾽ ὑπέρτερα καὶ ἐρύσαντο,
μοίρας δασσάμενοι δαίνυντ᾽ ἐρικυδέα δαῖτα.
Πὰρ δ᾽ ἄρ᾽ Ὀδυσσῆι μοῖραν θέσαν, οἳ πονέοντο,
ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὧς γὰρ ἀνώγειν
Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
Μνηστῆρας δ᾽ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρ᾽ ἔτι μᾶλλον
δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
Ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
Κτήσιππος δ᾽ ὄνομ᾽ ἔσκε, Σάμῃ δ’ ἐνὶ οἰκί’ ἔναιεν·
ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισιν
μνάσκετ᾽ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
Ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·
«Κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
Μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ᾽ ἵκηται·
ἀλλ᾽ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς
ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
δμώων, οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.»
Ὧς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.

κείμενον ἐκ κανέοιο λαβών· ὁ δ᾽ ἀλεύατ᾽ Ὀδυσσεὺς
ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ

σαρδάνιον μάλα τοῖον· ὁ δ᾽ εὔδμητον βάλε τοῖχον.
Κτήσιππον δ᾽ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·
«Κτήσιππ᾽, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·
οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
Ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,
καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
ἐνθάδε. Τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,
ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δ᾽ ἔτι νήπιος ἦα.
Ἀλλ᾽ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
Ἀλλ᾽ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·
εἰ δ᾽ ἤδη μ᾽ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
τεθνάμεν ἢ τάδε γ᾽ αἰὲν ἀεικέα ἔργ᾽ ὁράασθαι,
ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.»
Ὧς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·
«Ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν᾽ ἄλλον
δμώων, οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.
Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
ἤπιον, εἴ σφωιν κραδίῃ ἅδοι ἀμφοτέροιιν.
Ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπειν
νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
τόφρ᾽ οὔ τις νέμεσις μενέμεν τ᾽ ἦν ἰσχέμεναί τε
μνηστῆρας κατὰ δώματ᾽, ἐπεὶ τόδε κέρδιον ἦεν,
εἰ νόστησ᾽ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα.
Νῦν δ᾽ ἤδη τόδε δῆλον, ὅ τ᾽ οὐκέτι νόστιμός ἐστιν.
ἀλλ᾽ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
γήμασθ᾽, ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
ὄφρα σὺ μὲν χαίρων πατρώια πάντα νέμηαι
ἔσθων καὶ πίνων, ἡ δ᾽ ἄλλου δῶμα κομίζῃ.»
Τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«Οὐ μὰ Ζῆν᾽, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
ὅς που τῆλ᾽ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,
οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
γήμασθ᾽ ᾧ κ᾽ ἐθέλῃ, ποτὶ δ᾽ ἄσπετα δῶρα δίδωμι·
αἰδέομαι δ᾽ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.»
Ὧς φάτο Τηλέμαχος, μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
Οἱ δ᾽ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δ᾽ ἄρα σφέων
δακρυόφιν πίμπλαντο, γόον δ᾽ ὠίετο θυμός.
Τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
«Ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; Νυκτὶ μὲν ὑμέων
εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα,
οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
αἵματι δ᾽ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι.
Εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
ἱεμένων ἐρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ
οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ᾽ ἐπιδέδρομεν ἀχλύς.»
Ὧς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπ᾽ αὐτῷ ἡδὺ γέλασσαν.
Τοῖσιν δ᾽ Εὐρύμαχος Πολύβου πάις ἦρχ᾽ ἀγορεύειν·
«Ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
Ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε
εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐίσκει.»
Τὸν δ᾽ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
«Εὐρύμαχ᾽, οὔ τί σ᾽ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·
εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
καὶ νόος ἐν στήθεσσι τετυγμένος, οὐδὲν ἀεικής·
τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδ᾽ ἀλέαιτο
μνηστήρων, οἳ δῶμα κάτ᾽ ἀντιθέου Ὀδυσῆος
ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.»
Ὧς εἰπὼν ἐξῆλθε δόμων ἐὺ ναιεταόντων,
ἵκετο δ᾽ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.
Μνηστῆρες δ᾽ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·
Ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
«Τηλέμαχ᾽, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος.
Οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
ἔμπαιον οὐδὲ βίης, ἀλλ᾽ αὔτως ἄχθος ἀρούρης·
ἄλλος δ᾽ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
Ἀλλ᾽ εἴ μοί τι πίθοιο· τό κεν πολὺ κέρδιον εἴη·
τοὺς ξείνους ἐν νηὶ πολυκλήιδι βαλόντες
ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοιν.»
Ὧς ἔφασαν μνηστῆρες· ὁ δ᾽ οὐκ ἐμπάζετο μύθων,
ἀλλ᾽ ἀκέων πατέρα προσεδέρκετο δέγμενος αἰεί,
ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.
Ἡ δὲ κατ᾽ ἄντηστιν θεμένη περικαλλέα δίφρον
κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,
ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.
Δεῖπνον μὲν γάρ τοί γε γελώοντες τετύκοντο
ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλ᾽ ἱέρευσαν·
δόρπου δ᾽ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,
οἷον δὴ τάχ᾽ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ

θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.




5




10




15




20




25




30




35




40




45




50




55




60




65




70




75




80




85




90




95




100




105




110




115




120




125




130




135




140




145




150




155




160




165




170




175




180




185




190




195




200




205




210




215




220




225




230




235




240




245




250




255




260




265




270




275




280




285




290




295




300




305




310




315




320




325




330




335




340




345




350




355




360




365




370




375




380




385




390



Συγχρόνως μες στον πρόδομο ο Οδυσσέας ‘‘κούρνιαζε’’ θεϊκά·
και έστρωσε κατάχαμα δέρμα ακατέργαστο βοδιού, ύστερα από πάνω
προβιές πολλών προβάτων, αυτά που θυσιάζαν Αχαιοί·
η δ’ Ευρυνόμη από πάνω έριξε μία χλαίνη (για να έχει) όπως κοιμάται.
Όπου ο Οδυσσεύς για τους μνηστήρες άσχημα μελετών από ψυχής
έκειτο σε εγρήγορση· όπου από το μέγαρο γυναίκες έξω
κινήσανε να πάνε, αυτές που από καιρό αγκαλιαζόντουσαν με τους μνηστήρες,
γελώντας μεταξύ τους και ευφορία παρέχοντας (και ευφροσύνη).
Ετούτου δε εφούντωνε ο θυμός μέσα στα στήθια από ‘‘ζήλια’’
και κλωθογύριζαν πολλά μες στο μυαλό και μέσα στην ψυχή (του),
ή μετά από κάθε μια το θάνατο να φέρει σαν ορμήξει,
ή αν ακόμα μια φορά με τους μνηστήρες θ’ άφηνε υπερφιάλους ν’ αγκαλιάζονται
‘‘και που δεν έχουν (να μη σώσουν) τελειωμό’’· η δε καρδιά από μέσα του αλυχτούσε.
Κι όπως η σκύλα με φροντίδα προστασίας θέση γύρω έχει πάρει απ’ τα σκυλάκια,
που κάποιον άνδρα αγνοεί γαυγίζει και σφοδρά να ορμήξει επιθυμεί,
όπως εκείνου τώρα από μέσα ‘‘αλυχτούσε’’ άσχημα έργα αποστρεφόμενος με αγανάκτηση.
Το στήθος και χτυπώντας επέπληξε με λόγια την καρδιά:
«Βάστα καρδιά (καημένη)· και άλλο πιο χειρότερο υπέμεινες ποτέ,
εκείνη την ημέρα, όταν ο Κύκλωψ ασυγκράτητος μου έτρωγε
λεβέντες τους εταίρους· κι εσύ ετόλμας, ώσπου εσένα το μυαλό
από το άντρο έβγαλε εκτός που πίστευες πως θα θανατωθείτε».

Ως έλεγε για να καλμάρει φυλλοκάρδι μες στα στήθια·

από αυτό κι ακόμα πιο πολύ ανέμενε με την καρδιά (του) σε καταστολή υπέμενε

δυσκόλως· όπως ελίσσετο ο ίδιος από εδώ και από ‘κεί.
Όπως και όταν μια γαστέρα άνδρας σε δυνατή καπνίζουσα πυρά,

ξεχειλισμένη κι από λίπος κι από αίμα, από εδώ κι από εκεί
στριφογυρνά, και πολύ γρήγορα για να ψηθεί παρακαλά,
έτσι αυτός βεβαίως από ’δώ κι από εκεί ελίσσονταν βάζοντας πλάνο,
όπως και πώς των αναιδών μνηστήρων θα ‘‘συμμάζευε τα χέρια’’
ενώ είναι μόνος σε πολλούς· όμως γι’ αυτόν ήλθε κοντά η Αθηνά
αφού κατέβη εξ ουρανού· έμοιαζε δε στο σώμα με γυναίκα.
Και στάθηκε επάνω απ’ το κεφάλι και είπε μια κουβέντα προς αυτόν:
«Γιατί γκρινιάζεις έτσι (ξάγρυπνος), μες στ’ ανθρωπάκια ο κακόμοιρος των πάντων,
Από τη μια εδώ αυτός είναι ο οίκος σου, κι ετούτη η γυναίκα μες στον οίκο,
και ο παίδας, τέτοιον που εύχεται κανείς να είχε για υιό».

Κι απαντώντας προς αυτήν είπε ο Οδυσσεύς με πολυσύνθετο μυαλό:

«Ναι πια τα πάντα βέβαια αυτά, θεά, τα είπες με ακρίβεια·
αλλά αυτό το κάτι τι μες στο μυαλό μου η ψυχή κλωθογυρίζει,
όπως και πώς των αναιδών μνηστήρων θα ‘‘συμμάζευα τα χέρια’’
μόνος που είμαι, ενώ αυτοί αθρόοι πάντα βρίσκονται εντός.
Προσέτι δε και τούτο μείζον μες στο μυαλό στριφογυρίζω·
διότι αν παρ’ όλα αυτά τους σκότωνα και με την εύνοια Διός και τη δική σου (χάρη),
και πού θα έβρισκα διαφυγή; Αυτό σε προσκαλώ να υποδείξεις».

Και προς αυτόν είπε μετά θεά, γλαυκώπις Αθηνά:

«Και κάποιος, άθλιε, αφ’ ενός και σε χειρότερο θα πείθετο εταίρο
όποιος κι αν είναι απλός θνητός και να μην ξέρει τόσα σχέδια·
όμως εγώ είμαι θεός, αυτή που σε φυλάσσω πέρα ως πέρα
σε όλα τα πονήματα (τα έργα - τις προσπάθειες). Σου λέω δε ξεκάθαρα...
ακόμα και πενήντα λόχοι ανθρώπων (σ’ ετοιμότητα) θνητών

εμάς τους δυο περικυκλώνοντες για να σκοτώσουν με του Άρη την ορμή,
ακόμα κι από κείνους θα άρπαζες τα βόδια κι αιγοπρόβατα θρεμμένα.

Αλλά κι ο ύπνος ας σε πάρει· ανία και το να φυλάσσεις
ξάγρυπνος σε εγρήγορση ολονυχτίς, κι ήδη από τα άσχημα έχεις καθηλωθεί».

Ως είπε και γι’ αυτόν ακαριαία ύπνο πάνω στα βλέφαρα κατέχευε,

κι η ίδια στη στιγμή αφίκετο στον Όλυμπο η πιο θεά απ’ τους θεούς.

Την ώρα που τον ‘‘άρπαξε’’ ο ύπνος λύνοντας της ψυχής ανησυχίες,

ο χαλαρωτικός, σύζυγος τότε ξύπνησε με έγνοια σοβαρή,
και άρχισε να κλαίει σε κρεβάτια καθισμένη μαλακά.
Ύστερα αφού χόρτασε που έκλαιγε βαθιά απ’ την ψυχή της,
προς την Αρτέμιδα πρωταρχικά έκανε προσευχή των γυναικών ευλογημένη:
«Άρτεμη σεβαστή θεά, θυγάτηρ του Διός, μακάρι ήδη για εμέ
ρίχνοντας βέλος μες στα στήθια πάρε μου την ψυχή
εδώ και τώρα, παρά εμένα έπειτα αφού αρπάξει θύελλα
φέρνοντας να γκρεμίσει σε δρόμους με ομίχλη (σκοτεινούς),
και να πετάξει (σα σαβούρα) μέσα στην Ωκεάνια βαβούρα.
Και όπως τότε που τις κόρες του Πανδάρεου σηκώσανε οι θύελλες
τους μεν γονείς αυτών εξόντωσαν θεοί, ενώ απέμειναν αυτές
μες στο παλάτι ορφανές, φρόντισε δε ευλογημένη Αφροδίτη
με το τυρί και με το μέλι το γλυκύ και με τον οίνο τον γλυκόπιοτο·
και έδωκε γι’ αυτές η Ήρα ανώτερη απ’ όλες τις γυναίκες
κορμοστασιά και φρόνηση, και πρόσφερε τ’ ανάστημα η Άρτεμις αγνή,
τα έργα δε ονομαστά (εργόχειρα κ.τ.λ.) εδίδαξε να πραγματοποιούν η Αθηνά.
Κάποια φορά που προς τον Όλυμπο μακριά πήγαινε η Αφροδίτη η θεά,
της κόρης να ζητήσει ολοκλήρωση μες από γάμο της χαράς,
στο Δία που ευχαριστούν οι (εν αιθρία) κεραυνοί, που και τα πάντα διότι καλοξέρει,
τη μοίρα και κακομοιριά των καταφρονεμένων των ανθρώπων και θνητών,
τότε κι αυτές τις κόρες αρπάξανε και σήκωσαν οι άρπυιες ψηλά
και δώσανε στις ερινύες στυγερές μαζί μ’ αυτές να γυροφέρνουν.
Έτσι κι εμέ να κάνουν άυλη οι έχοντες τα δώματα στον Όλυμπο,
ή με καλή πλοκή (για τη συνέχεια) Άρτεμις να μου ρίξει, ώστε τον Οδυσσέα
να αντικρύσω αφού θά ’φτανα κάτω από την άχαρη τη γη τη στυγερή,
και ούτε κατ’ ιδέαν ανδρός χειρότερου τα γούστα να γλυκάνω.
Αλλ’ αφ’ ενός και ανεκτό αυτό που έχει το κακό, όποτε και αν κάποιος
τις μεν ημέρες κλαίει συνεχώς σφυροκοπώντας την καρδιά (του),
τις νύχτες δε τις έχει για τον ύπνο· κι αυτό γιατί των πάντων λησμονιά,
πανώριων ή και άσχημων, αφότου και τα δύο βλέφαρα καλύψει.
Άσχημα όμως για εμέ κι ονείρατα ο δαίμων επεσσώρευσε.
Γιατί μέσα σ’ ετούτη τη νυχτιά παρουσιάστηκε σ’ εμέ να μοιάζει με εκείνον,
έτσι να είναι τέτοιος, όπως ήταν άμα (ξεκίναγε) με το στρατό· το μέσα μου απ’ αυτό
χαιρόταν, επειδή δεν διαπίστωνα πως είναι όνειρο, αλλ’ ήδη υπαρκτό (σαν οπτασία)».
Όπως τελείωνε τα λόγια, και μετά ήλθε χρυσόθρονη Αυγή.

Κι ενόσω έκλαιγε (ακόμα) έπιασε τη φωνή αυτής του δίου Οδυσσέα το αυτί·

και έπειτα μουρμούριζε σκεφτόμενος, και φάνηκε σ’ αυτόν μέσα απ’ την ψυχή
ήδη ότι εγνώριζε πως ήταν παριστάμενος κοντά στην κεφαλή (της).
Κι αφού συμμάζεψε τη χλαίνη και τα δέρματα, σ’ αυτά που ήταν ξαπλωμένος,
στο μέγαρο απίθωσε επάνω σ’ ένα θρόνο, ενώ έξω το δέρμα του βοδιού
φέροντας άφησε απ’ τη θύρα, και προσευχήθηκε στο Δία με χέρια σε ανάταση:
«Πατέρα Ζευ, αν θέλοντες πάνω σε πολυκύμαντη τε και υγρή
με οδηγήσατε στη γη μου, αφού εμένα αρκετά κακοποιήσατε
κάνε κάποιος να πει τη φήμη τη δική μου απ’ τους ανθρώπους που εγείρονται
εντός, όμως εκτός Διός άλλο (τεράστιο) σημάδι -Διοσημία- ας φανεί».

Ως είπε προσευχόμενος, και άκουγε ο Ζευς από αυτόν με φρόνηση βαθιά·

βρόντησε δε αυτοστιγμής απάνω απ’ τον Όλυμπο με αίγλη (όπως χαράζει),
από τα νέφη εκεί ψηλά· και χάρηκε μ’ ικανοποίηση ευλογημένος Οδυσσεύς.
Και φήμη μέσα από το κτήριο γυναίκα πού ’ταν για ν’ αλέθει διατύπωσε
πλησίον, εκεί όπου μυλόπετρες βρισκόντουσαν για τον ποιμένα των λαών,
μαζί μ’ αυτήν-α δώδεκα κινούνταν όλες οι γυναίκες ζωηρά
να φτιάξουνε τ’ αλεύρι και εδώδιμα λοιπά, τα που τους άνδρες καρδαμώνουν.
Κι οι άλλες μεν επλάγιαζαν, αφού καταναλώσανε το σπόρο του σταριού
όμως αυτή η μια δεν έπαυε ακόμα, η πιο ασθενική κι ας είχε γεννηθεί·
αφού για μια στιγμή σταμάτησε τη μύλη είπ’ ένα λόγο, (σα) σημάδι για τον άνακτα:
«Ζευ πάτερ, που και για θεούς και στους ανθρώπους διαφεντεύεις,
πως βρόντησες με δύναμη απ’ έναν ξάστερο ουρανό,
ούτ’ είναι νέφος πουθενά· μ’ αυτό κάποιο (τεράστιο) σημάδι φανερώνεις.
Κρίνε τώρα και το δικό μου λόγο της δειλής (της τελευταίας), ό,τι κι αν πω·
μνηστήρες τη στερνή μα και την ύστατη τη μέρα αυτή
μέσα στα μέγαρα του Οδυσσέα ας λάβουνε δεξίωση αγάπης,
που ήδη μου παρέλυσαν τα γόνατα από τον κάματο τον ψυχοφθόρο
όπως παράγω το αλεύρι, τώρα που να δειπνούσανε στερνά».

Έτσι όπως είπε, κι έχαιρε από τον οιωνό ευλογημένος Οδυσσεύς

Ζηνός και τη βροντή· γιατί υποστήριζε ότι θα τιθασεύσει τους αλήτες.

Κι οι άλλες παρακόρες κατά τα δώματα καλά του Οδυσσέα

αφού μαζεύτηκαν αναζωπύρωναν την άσβεστη στη σχάρα τη φωτιά.
Ο δε Τηλέμαχος απ’ το κρεβάτι σηκώθηκε, σαν άνθρωπος ισόθεος,
φορώντας ρούχα· πέρασε και το οξύ ξίφος στον ώμο,
και κάτω από πόδια μαλακά έδεσε πέδιλα καλά,
και έλαβε ‘‘γενναίο’’ δόρυ, οξύ χαλκοκατεργασμένο στην αιχμή,
στάθηκε δε πηγαίνοντας επάνω στο κατώφλι, κι είπε προς την Ευρύκλεια:
«Μαία αγαπημένη, τιμήσατε αυτόν τον ξένο μες στον οίκο
με το κρεβάτι και το σίτο, ή έτσι κείται απεριποίητος;
Τέτοια διότι η δική μου η μητέρα παρ’ ότι συνετή·
άλλον αδιακρίτως βέβαια τιμά ανθρώπων ‘‘προκομμένων’’
τον χειρότερο, αυτόν-α δε που και καλύτερος χωρίς να τον τιμήσει αποδιώχνει».

Και είπε προς αυτόν μετά με φρόνηση περίσσια η Ευρύκλεια:

«Να μην τώρα σ’ αυτήν, γιόκα, χωρίς αιτία μια μομφή επισυνάπτεις.
Οίνο μεν διότι έπινε καθήμενος, όσο ο ίδιος ήθελε,
για δε ψωμί δεν είπε διόλου πως πεινά· διότι τον ερώτησε.
Αλλ’ όταν πια για τον κοιτώνα και τον ύπνο θα έπρεπε να θυμηθεί,
εκείνη μεν διέταξε στρωσίδια οι παρακόρες για να στρώσουν,
όμως αυτός βεβαίως σαν κάποιος πάντα δυστυχής και καταφρονεμένος
δεν ήθελε μέσα σε κλίνες και σεντόνια να πλαγιάσει,
αλλά μέσα σε ακατέργαστο βοδιού και δέρματα αιγοπροβάτων
κούρνιαζε μες στον πρόδομο· και από πάνω χλαίνη φορέσαμε (σ’ αυτόν) εμείς».

Ως είπε, κι ο Τηλέμαχος διάβηκε (έξω) απ’ το μέγαρο

κρατώντας το ακόντιο· πίσω του ασφαλώς δυο άσπροι σκύλοι έποντο.
Κατέβηκε αργά στην αγορά μαζί με τους καλοντυμένους Αχαιούς.
Κι ύστερα αυτή, των γυναικών ευλογημένη, εκάλεσε τις παρακόρες,
Ευρύκλεια (θαλαμηπόλος) Πεισινορίδη Ώπου θυγατέρα:
«Συμμαζευτείτε, άλλες μεν τη σάλα σβέλτα να σκουπίσετε
και στα καθίσματα απλώστε τάπητες καλοφτιαγμένους
βάλετε πορφυρούς· άλλες δε με σπόγγους τα τραπέζια
πλύνετε όλα γύρω-γύρω, και καθαρίστε τους κρατήρες
και τ’ αμφικύπελλα τα δέπα έτοιμα (τα ιερά)· και με σκοπό να φέρετε νερό
πηγαίνετε μέχρι την κρήνη και γρήγορα γυρίστε.
Διότι όχι για πολύ μνηστήρες θα ευρίσκονται μακριά από το μέγαρο
αλλά θα φτάσουνε πολύ πρωί, και επειδή “τοις πάσιν” εορτή».

Έτσι και αυτές, ως είπε, υπάκουσαν και πείθονταν σ’ αυτήν.

Είκοσι μεν από αυτές κίνησαν προς την κρήνη τη μελάνυδρη,
και άλλες επί τόπου στα δωμάτια κοπιάζανε επισταμένως.
Κι εισήλθαν υπηρέτες Αχαιών· και έπειτα αυτοί
καλά κι επισταμένως κόβανε ξύλα, τότε και οι γυναίκες
ήλθαν από την κρήνη. Επήλθε και μαζί μ’ αυτές (ο Εύμαιος) συβώτης
τρία θρεφτάρια χοίρους κάτω οδηγώντας, αυτοί που ήσαν άριστοι ανάμεσα σε όλους.

Κι άφησε μεν εκείνους στου φράχτη για να βόσκουνε ωραία τη μεριά,
ο ίδιος δε μειλίχια μετά μίλησε προς τον Οδυσσέα:

«Άραγε, ξένε, σε κατάλαβαν (και σ’ ένιωσαν) καθόλου οι Αχαιοί,
ή σ’ ατιμάζουνε μέσα στο μέγαρο, όπως πιο πριν;»

Και είπε απαντώντας προς αυτόν με σκέψη πολυσύνθετη ο Οδυσσέας:

«Μακάρι, Εύμαιε, θεοί να ξεπληρώσουν προσβολή,
αυτήν που ετούτοι ’δώ σκαρφίζονται ατάσθαλα υβρίζοντας (προσβάλουν)
μέσα σε ξένον οίκο, ούτ’ έχουνε μερίδιο ντροπής».

Όπως γι’ αυτά αυτοί μιλούσαν μεταξύ τους αφ’ ενός·...

ήλθε κοντά τους κι ο Μελάνθιος, γιδοβοσκός αιγών,
άγοντας αίγες, απ’ αυτές ξεχωριστές απ’ όλο το κοπάδι,
δείπνο για τους μνηστήρες· και δυο βοσκοί αυτόν ακολουθούσαν.
Και έδεσε αυτές κάτ’ απ’ την αίθουσα τη θορυβώδη,
κι ο ίδιος ύστερα μιλά με λόγια προς τον Οδυσσέα που μειώνουν:
«Ξένε, και τώρα ακόμα εδώ στο μέγαρο θα ενοχλείς
ζητώντας απ’ τους άνδρες, από τη θύρα τώρα πια δεν θα ξαναπεράσεις;
Πάντως εμείς οι δυο να αποχωριστούμε δεν πιστεύω
πριν τις χεριές γευθείς, συ επειδή κόσμια δεν μπορείς
να ζητιανεύεις· και σ’ άλλους τόπους γίνονται τραπέζια Αχαιών».

Ως έλεγε, όμως σ’ αυτόν δεν είπε τίποτα με σκέψη πολυσύνθετη ο Οδυσσεύς

αλλ’ ασυναίσθητα εκίνησε την κεφαλή κακά βυσσοδομεύων.

Σ’ αυτούς κι επήλθε τρίτος ο Φιλοίτιος, ο ομαδάρχης των ανδρών,

“βόδια ελεύθερης βοσκής” και αίγες τροφαντές φέρνοντας στους μνηστήρες·
που βέβαια τους πέρασαν βαρκάρηδες, που κι άλλους
στέλνουν ανθρώπους, που σ’ αυτούς έρχονται και ζητάνε.
Και αφ’ ενός αυτά τα έδεσε καλά κάτω από την αίθουσα τη θορυβώδη,
ο ίδιος δε μετά ερώτησε χοιροβοσκό στεκόμενος κοντά:
«Ποιος (είναι) τούτος ’δώ, χοιροβοσκέ, ο ξένος (που) ήλθε τώρα τελευταία
προς το παλάτι το δικό μας; Και καμαρώνει ότι είναι από ποια
φυλή; Και από που είν’ η γενιά του και η (εύφορη) η γη η πατρική;
Ο δυστυχής·... που και θυμίζει βασιλιά άρχοντα στη διάπλαση·
αλλ’ οι θεοί εξευτελίζουν ανθρώπους πολλαπλά κατατρεγμένους,
οπότε και για βασιλείς τη δυστυχία τη σμιλεύουν».

Και απ’ αυτό στεκούμενος κοντά πρότεινε χέρι το δεξί (της χειραψίας),

και προς αυτόν φωνάζοντας είπε -σαν έπεα πτερόεντα- τα λόγια φτερωτά:
«Χαίρε πατέρα ξένε. Ας γεννηθεί όπως παλιά για σέναν-ε ξανά
η ευτυχία· και ας αλυσοδένεσαι ως τώρα από ασχήμιες βεβαίως αρκετές.
Πατέρα Ζευ, άλλος κανείς απ’ τους θεούς μ’ εσένα δε συγκρίνεται (σε δύναμη απόφασης) ·
ανθρώπους δε λυπάσαι, μια που δημιουργός (τους) συ ο ίδιος,
μες στην κακότητα να “πνίγονται” και μες στους πόνους τους δυσβάσταχτους.
Ίδιον όπως εννόησα (εσέ), και μου δακρύσανε τα μάτια
θυμούμενος τον Οδυσσέα, καθώς κι αυτόν νομίζω
τέτοια έχοντας ντύσει με κουρέλια περιπλανάται σε ανθρώπους,
ακόμα αν κάπου ζει και (δύναται να) βλέπει ήλιου φως.
Αν όμως ήδη πέθανε και είν’ στου Άδη τα παλάτια,
ωιμέ πόσο αξιόλογος για ’με ο Οδυσσεύς, που ’μένα για τα βόδια
έστειλε τόσο δα μικρό στο δήμο Κεφαλλήνων.
Και τώρα μεν αυτά ατέλειωτα έχουν γίνει, κι ούτε με άλλο τρόπο
σε (άλλων) άνδρα βέβαια να ευδοκιμούσε η γενιά βοδιών ευρυμετώπων·
και τα οποία άλλοι με διατάζουν να πηγαίνω να προσφέρω για αυτούς
να τρων· καθόλου του παιδιού δε λογαριάζουνε τη σκέψη στο παλάτι,
ούτε τρομάζουν απ’ την όποια τιμωρία των θεών· ήδη γιατί διαπραγματεύονται
(κτήματα και) περιουσία να μοιράσουν την απουσία (εκμεταλλευόμενοι) του άνακτος.
Τότε για ’με ένας καημός μέσα στα φυλλοκάρδια
πολύ ανανταριάζει· χειρότερο που ζει ο γιος
σε άλλες πολιτείες να φτάσω με τα βόδια πηγαίνοντας σ’αυτούς,
σε ξένους άνδρες· που αυτό όμως το τρέμω, εδώ να απομείνω
με βόδια γι’ αλλότριους σκοπούς καθήμενος (εδώ) να υποφέρω.
Και πάλι θα μπορούσα σε άλλο βασιλιά από τους πλέον ισχυρούς
να είχα καταλήξει αφού φύγω, μια που καθόλου ανεκτά παρουσιάζονται (ετούτα)·
αλλά ακόμα τώρα αυτόν το δύστυχο φαντάζομαι, αν από κάπου ερχόμενος
ανδρών μνηστήρων διασκέδαση θα καταστρέψει μες στα δώματα (του παλατιού)».

Κι απαντώντας προς αυτόν είπε Οδυσσεύς με πολυσύνθετο μυαλό:

«Βουκόλε, επειδή δεν μοιάζεις με κακό ούτε με άφρον ανθρωπάκι,
αναγνωρίζω δε κι ο ίδιος, αυτόν που έχει γνώση μες στο νου,
για τούτο θα το πω και επ’ αυτού θα ορκιστώ με μέγα όρκο.
Εδώ και τώρα Ζεύς πρώτα ο θεός κι η τράπεζα η για τους ξένους
και η εστία Οδυσσέα του ασύγκριτου, σ’ αυτήν (εδώ που) φτάνω,
αυτή που ενώ ‘συ θά ‘σαι ‘δω θα έλθει μες στο σπίτι Οδυσσεύς,
και θ’ αντικρίσεις με τα μάτια τα δικά σου, κι όπως θέλεις,
μνηστήρες που θα εξοντώνονται, αυτοί που τυραννούν (κι εξουσιάζουνε) εδώ».

Και είπε προς αυτόν μετά ο επί των βοδιών βουκόλος άνδρας:

«Μακάρι τούτο, ξένε, λόγο να εκτελούσε ο Κρονίων·...
και θα γνωρίσεις, ποια η δύναμη μου και κατ’ επέκταση τα χέρια».

Παρόμοια κι ο Εύμαιος επαύξανε ευχόμενος σε όλους τους θεούς

να επιστρέψει Οδυσσεύς με φρόνηση πολλή στο σπίτι το δικό του.

Όπως γι’ αυτόν (εκείνοι) μεν αγόρευαν ο ένας προς τον άλλο·

μνηστήρες απ’ την άλλη για τον Τηλέμαχο και θάνατο και μοίρα
κατάρτιζαν· τότε από τ’ αριστερά γι’ αυτούς ήλθ’ ένα όρνιο,
στα ύψη που πετά αϊτός, και κράταγε (στο ράμφος) τρομαγμένο περιστέρι.
Κι Αμφίνομος γι’ αυτούς μετά πήρε το λόγο κι είπε:
«Ωχ φίλοι, δεν συνάδει με εμάς τούτη βεβαίως η απόφαση (για να τελεσφορήσει),
του Τηλεμάχου ο φόνος· αλλά ας μην ξεχνάμε τη δεξίωση».
Ως είπε ο Αμφίνομος, κι ο λόγος έπιασε (και άρεσε) σ’ αυτούς.
Κι ερχόμενοι στ’ ανάκτορα Δυσσέα θεϊκού
τις χλαίνες μεν κατέθεσαν επάνω στα καθίσματα όπως επίσης και στους θρόνους,
και θυσιάζανε για τη συνέχεια κριάρια τα μεγάλα και αίγες τις παχιές,
σφάζανε (θυσιάζοντας) και χοίρους τροφαντούς και ένα βόδι της αγέλης·
και έτσι αφού έψησαν μοιράσανε τα σπλάχνα, εντός δε και τον οίνο
κέρναγαν σε κρατήρες· κύπελλα δε διένειμε συβώτης.
Κι από ψηλά γι’ αυτούς διένειμε Φιλοίτιος ψωμί, ο ομαδάρχης των ανδρών,
σε όμορφα πανέρια, έκανε δε ο Μελανθεύς τον οινοχόο.
Κι αυτοί στα έτοιμα φαγιά που ήτανε μπροστά απλώνανε τα χέρια.

Ο δε Τηλέμαχος τον Οδυσσέα ‘‘εγκαθίδρυσε”, έχοντας γνώμη πως θα είν’ επικερδές,

εντός μεγάρου ευσταθούς, κοντά προς το κατώφλι,
ένα αφού παρέθεσε σκαμνάκι ευτελές κι ένα μικρό τραπέζι·
παρέδωσε μερίδες κι απ’ τα σπλάχνα, και μέσα οίνο έριχνε
σ’ ένα χρυσό ποτήρι, και είπε προς αυτόν μία κουβέντα:
«Ενταύθα τώρα κάθισε (εδώ) πίνοντας οίνο με τους άνδρες.
Και όποιους χλευασμούς εγώ ο ίδιος και τα χέρια θ’ αποκρούσω
απ’ όλους τους μνηστήρες, δημόσιος επειδή δεν είναι
αυτός ο οίκος, αλλά του Οδυσσέα, και για εμέ απέκτησε και (έχτισε) εκείνος.
Κι εσείς, μνηστήρες, συγκρατήστε το θυμό της προσβολής
και των “χεριών”, για να μην κάποια έριδα και προστριβή ξεσηκωθεί».

Σαν τόπε, κι απ’ αυτό μετά πάντες εδάγκωσαν τα χείλια

Τηλέμαχο εθαύμαζαν, π’ αγόρευε με θάρρος.
Κιείπε μετά σ’ αυτούς Αντίνοος Ευπείθη ο υιός:
«Όσο κι αν είναι χαλεπός (και επαχθής) δεχόμεθα το λόγο, Αχαιοί,
του Τηλεμάχου· όμως εμάς τα μάλα απειλώντας αγορεύει·
διότι Ζευς Κρονίων δεν επέτρεψε· και με αυτό ήδη αυτόν
θά ‘χαμε παύσει «εν μεγάροις» το ρήτορα με τη στεντόρεια φωνή».

Ως είπε ο Αντίνοος, κι όπου δεν έπαιρνε χαμπάρι απ’ τα λόγια.

Κι οι κήρυκες στην πόλη την ιερή (αρχοντική) θυσία των θεών
περιέφεραν· και μοίρασαν μ’ αγάπη αυτήν που με ευσέβεια πρόσφεραν Αχαιοί
κάτω απ’ το άλσος σκιερό για του Απόλλωνα γιορτή (Εκατηβόλου).

Κι αφού κρέατα ψήσανε αυτοί σε αφθονία και τραβήξαν ( απ’ τις σούβλες; ),

μοιράζοντας μερίδες δειπνούσαν στο ‘‘τραπέζι της Λαμπρής’’.
Παρέθεσαν μερίδα το λοιπόν και του Δυσσέα, εκείνοι που φροντίζαν,
ίση, όπως ελάχαιναν οι ίδιοι· διότι έτσι είχε διατάξει
ο Τηλέμαχος, αγαπημένος θεϊκά υιός του Οδυσσέα.

Μνηστήρες όμως τους αυθάδεις δεν άφηνε ούτε λεπτό η Αθηνά

τις προσβολές ν’ αφήσουν που πονάνε την ψυχή, έτσι ακόμα πιο πολύ
εισέδυε το άγχος (και το μίσος) στην καρδιά του γιου Λαέρτη Οδυσσέα.
Ήταν και κάποιος άνδρας στους μνηστήρες που γνώριζε τα «ασεβή»
Είχε δε Κτήσιππος το όνομα, ενώ το σπίτι όπου έμενε στη Σάμη·
που με τα πλούτη τα θεσπέσια είχε πειστεί
ότι μπορούσε να ζητήσει σε μνηστεία του Οδυσσέα ενώ λείπει την αρχόντισσα.
Που τότε είπε στους μνηστήρες υπερφίαλους μετά:
«Ακούστε με, αγέρωχοι μνηστήρες, τι θα πω.
Μερίδα μεν ο ξένος πάλαι έχει πια, όπως αρμόζει,
ίση· γιατί δεν είναι να στερείς όμορφο ούτε δίκαιο
τους ξένους του Τηλέμαχου, όποιος κι αν φτάνει σε ετούτα τα ανάκτορα·
αλλ’ άντε για αυτόν κι εγώ το δώρο για τους ξένους θα προσφέρω, ώστε κι ο ίδιος
ή για τον λουτροχόο δώσει έπαθλο ή σ’ έναν κάποιον άλλο
εκ του προσωπικού, αυτοί κατά τα δώματα του ‘‘θείου’’ Οδυσσέα».

Όπως τελείωνε τα λόγια του βοδιού το πόδι έρριψε (ολόκληρο) με χέρι στιβαρό,

που έλαβε ευρισκόμενο στο κάνιστρο· και που απέφυγε ο Οδυσσεύς
γέρνοντας λίγο το κεφάλι (μ’ ηρεμία), και γέλασε από μέσα του
έτσι μάλλον σαρδόνια (σαρκαστικά)· και χτύπησε αυτό τον τοίχο τον καλόχτιστο.
Κι από την άλλη το λοιπόν Κτήσιππο ο Τηλέμαχος επέπληξε με λόγια:

«Κτήσιππε, τούτο εδώ καλύτερο σου βγήκε που συνέβη (ήσουνα τυχερός)·
τον ξένο δεν τον χτύπησες· απέφυγε διότι ο ίδιος τη βολή.

Και διότι θα σε χτύπαγα στο μέσον με το δόρυ το οξύ,
κι ο πατέρας απ’ αυτό αντί γάμου θα ετοίμαζε τον τάφο
εδώ δα. Γι’ αυτό κανείς στο σπίτι μου απρέπειες μη
δείχνει· ήδη καταλαβαίνω διότι και γνωρίζω λεπτομέρειες,
και τα λαμπρά και τα χειρότερα· μικρός κι ας ήμουν πρώτα.
Αλλ’ έλα που και τούτα αντιλαμβανόμενοι υπομένουμε αφενός,
τα αιγοπρόβατα σφαζόμενα και οίνο όπως πίνουν
και ψωμί· διότι χαλεπό για έναν ν’ αναχαιτίσει τους πολλούς.
Αλλ’ άντε άλλο μη σκαρφίζεστε τα άσχημα για μένα από δυσμένεια (και έχθρα)·
κι αν ήδη εμέ τον ίδιο να σκοτώσετε ποθείτε με (μαχαίρι από) χαλκό,
αυτό και που θα το ‘θελα, και θα ‘τανε πολύ επικερδές (και βολικό)
να πέθαινα παρά τούτα βεβαίως διαρκώς τα έργα τ’ απαράδεκτα να βλέπω,
και ξένους κακοποιούμενους και «δμώες» και γυναίκες
σύροντες με απρέπεια εδώ κι εκεί κατά τα δώματα τα όμορφα».

Ως είπε, και γι’ αυτό έτσι οι πάντες στη σιωπή απέμειναν αμίλητοι.

Κι αργότερα μετά είπε Δαμαστορίδης ο Αγέλαος:
«Ω φίλοι, κανείς δεν θα μπορούσε επί δικαίων λόγων που έχουνε λεχθεί
αν έφερνε αντίρρηση όπως θα έπιανε θα χειροτέρευε·
μήτε αυτόν τον ξένο ξεφτιλίζετε για κάτι μήτε κανέναν άλλο
απ’ το προσωπικό, αυτοί (οι ευρισκόμενοι) στου Οδυσσέα τα παλάτια θεϊκού.
Και για τον δε Τηλέμαχο εγώ ένα λόγο και στη μητέρα θα ‘λεγα
ήπιο, που στη δική τους και των δυό θα άρεσε καρδιά.
Κι όσο για σας μέσα στα στήθια η ψυχούλα θα μπορούσε να ελπίζει
ο Οδυσσέας να νοστήσει (γιατί έχει) φρόνηση πολλή μέσα στο σπίτι το δικό του,
τότε καμία νέμεσις δεν θα ‘ταν ικανή να συγκρατήσει για να μείνουν
τους μνηστήρες στα σαλόνια, μια που αυτό θα ήτανε επικερδές,
εάν νοστήσει Οδυσσεύς μετά από περιπέτειες κι ερχόταν στο παλάτι.
Τώρα όμως ήδη τούτο φανερό, ότι δεν είναι πια για να γυρίσει·
αλλ’ άντε, στη μητέρα σου από κοντά αυτά να περιγράψεις,
ώστε να παντρευτεί, άριστος όποιος άνδρας και πλείστα που θα φέρει,
κι ώστε εσύ χαρούμενος τα πάντα απ’ τα πατρώια θα νέμεσαι
τρώγοντας (μα) και πίνοντας, ενώ αυτή άλλου το δώμα θα κοσμεί (και θα φροντίζει)».

Τότε σ’ αυτόν Τηλέμαχος (συγκινημένος) απαντά με σοβαρότητα:

«Μη μα τον Ζήν’ Αγέλαε, και πάθη του πατρός μου,
που απ’ την Ιθάκη μακριά ή χάθηκε ή πλανιέται,
καθόλου δεν καθυστερώ το γάμο της μητρός, αλλά προστάζω
να παντρευτεί, μ’ αυτόν-ε που και θέλει, για τον οποίο δε άφθονα δώρα δίνω·
ντρέπομαι όμως χωρίς να θέλει ν’ αποδιώχνω απ’ το μέγαρο
με λόγια εξαναγκασμού· θεός να μην το δώσει».

Σαν τόπε ο Τηλέμαχος, η δε Αθηνά Παλλάδα στους μνηστήρες

σήκωσε γέλιο ακράτητο, και μπέρδεψε το νόημα.
Ήδη κι αυτοί γελούσανε μ’ αλλόκοτα τα γέλια,
αίμα επειδή τα κρέατα που έτρωγαν γεμάτα· ενώ τα μάτια αυτών
εγέμιζαν με δάκρυα, και η ψυχή ξεσπούσε σε λυγμούς.
Κι είπε μετά σ’ αυτούς ο Θεοκλύμενος μοιάζοντας με θεό:
«Α, τι είναι τούτο το κακό δειλοί πού ’χετε πάθει; Από τη μια νύχτα για σας
και πρόσωπα κυκλώνει και κεφάλια... και θα λυθούν τα γόνατα,
από την άλλη οιμωγή σηκώνεται, τα μάγουλα δακρύζουν,
μ’ αίμα δε ραντισμένοι οι τοίχοι χωρίσματα καλά.
Σκιές από φαντάσματα γεμίζει η εξώπορτα, γεμίζει κι η αυλή,
πηγαίνοντα στο έρεβος κάτω από τη δύση· ο ήλιος δε
εχάθη απ’ τα ουράνια, κι άσχημη σκοτεινιά έχει πλακώσει».

Ως είπε, και οι πάντες γλυκό-γέλασαν γι’ αυτό.

Και σε αυτούς Πολύβου παις Ευρύμαχος άρχισε ν’ αγορεύει:
«Έχει αλλοφρονήσει ο ξένος που είναι, τώρα τελευταία, φτασμένος από αλλού.
Αλλά αυτόν αμέσως, νέοι, πετάχτε έξω από τη θύρα του κτηρίου
να πάει για την αγορά, σα νύχτα επειδή αυτά τα βρίσκει να του μοιάζουν».

Και προς αυτόν μετά είπε ο Θεοκλύμενος μοιάζοντας με θεό:

«Ευρύμαχε, καθόλου δεν χρειάζεται εσύ να δίνεις εντολές εμένα συνοδοί να οδηγούν·
υπάρχουνε σ’ εμένα κι οφθαλμοί κι αυτιά και πόδια δυο
και νους συγκροτημένος μες στα στήθια, καθόλου επονείδιστος·
και χάρη σ’ όλα αυτά πηγαίνω να εξέλθω απ’ τη θύρα, μια που γνωρίζω το κακό για σας
το επερχόμενο, και που από αυτό κανείς δεν θα ξεφύγει και ούτε θα γλιτώσει
απ’ τους μνηστήρες, οι οποίοι μες στη σάλα τ’ Οδυσσέα -που θεούς έχει σιμά του-
άνδρες υβριστές (και βλάσφημοι) ατάσθαλα που μηχανεύεσθε».

Αφού είπε έτσι εξήλθε απ’ τους χώρους τους καλά κατοικημένους,

και έφτασε στον Πείραιο, που με φροντίδα προνοών τον υπεδέχθη.
Ενώ οι μνηστήρες άπαντες αλληλοκοιταζόντουσαν
συνέχισαν να ερεθίζουν τον Τηλέμαχο, γελώντας για τους ξένους.
Ορίστε δε τι είπε κάποιος από τους νέους τους φαντασμένους:
«Τηλέμαχε, κανείς άλλος χειρότερος στων ξένων την επιλογή από εσένα.
Τούτον τον κάποιο αφενός έχεις σαν επιστήθιο αλήτη,
(αυτόν-ε) που χρειάζεται (και) οίνο και ψωμί, καμιά απ’ τις δουλειές
να δύναται να πράξει ζωντάνια στο μηδέν, αλλά ‘‘άχθος αρούρης’’ σα συμπέρασμα·
ο άλλος απ’ την άλλη κάποιος (αυτόκλητος) αυτός ξεπρόβαλε για να μαντεύει.
Αλλά αν είναι κάτι να προσθέσω· το και που θα ‘τανε πολύ επικερδές·
τους ξένους αφού ρίξουμε σε πλοίο με τους πάγκους τους πολλούς
στους Σικελούς να στείλουμε, απ’ όπου και αξία θα κερδίσουμε».

Έτσι μιλούσαν οι μνηστήρες· ενώ αυτός ούτε χαμπάριαζε από λόγια,

αλλά χωρίς μιλιά προς τον πατέρα ατένιζε πάντα να αναμένει (διαταγές),
όποτε πια στους αναιδείς χέρι θα βάλει στους μνηστήρες.

Κι αυτή αφού ετοποθέτησε απέναντι πανέμορφο θρονί

η κόρη του Ικάριου, με την περίσσεια φρόνηση η Πηνελόπη,
άκουγε την κουβέντα καθενός από τους άνδρες μες στο μέγαρο.
Δείπνο αφ’ ενός διότι αυτοί τελούσανε βεβαίως μες στα γέλια
γλυκύ μα και ευχάριστο, αφού πολλά και με το παραπάνω θυσιάζαν·
που όμως τέτοιο φαγοπότι άλλο πιο άχαρο να γίνει δεν επρόκειτο,
τέτοιο που έμελλε θεά ταχέως και ο άνδρας κρατερός

να ‘‘παρά-θέσουν’’· γιατί από τα πριν μηχανευόντουσαν τ’ ανείπωτα
 
Τελευταία επεξεργασία:
Νικόλαος Καμπάνης - Mentor

Νικόλαος Καμπάνης - Mentor

Μπλουζα Κάτω μέρος