Ραψωδία μ': Αρχαίο κείμενο - Νεοελληνική απόδοση

1618345803559.png

Ομηρική διάλεκτος
Στίχοι
Νεοελληνική απόδοση
Αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο,
νηῦς, ἀπὸ δ’ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο
νῆσόν τ’ Αἰαίην, ὅθι τ’ Ἠοῦς ἠριγενείης
οἰκία καὶ χοροί εἰσι και ἀντολαὶ Ἠελίοιο,
νῆα μὲν ἔνθ’ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
ἔνθα δ’ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
δὴ τότ’ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης
οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.
Φιτροὺς δ’ αἶψα ταμόντες, ὅθ’ ἀκροτάτη πρόεχ’ ἀκτή,
θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
Αὐτὰρ ἐπεὶ νεκρός τε κάη καὶ τεύχεα νεκροῦ,
τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες
πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.
Ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδ’ ἄρα Κίρκην
ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλ’ ὦκα
ἦλθ’ ἐντυναμένη· ἅμα δ’ ἀμφίπολοι φέρον αὐτῇ
σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.
Ἡ δ’ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·
“Σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμ’ Ἀίδαο,
δισθανέες, ὅτε τ’ ἄλλοι ἅπαξ θνήσκουσ’ ἄνθρωποι.
Ἀλλ’ ἄγετ’ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
αὖθι πανημέριοι· ἅμα δ’ ἠοῖ φαινομένηφιν
πλεύσεσθ’· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ
ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.”
Ὧς ἔφαθ’, ἡμῖν δ’ αὖτ’ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
Ὧς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
ἥμεθα δαινύμενοι κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύ·
ἦμος δ’ ἠέλιος κατέβη καὶ ἐπὶ κνέφας ἦλθεν,
οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,
ἡ δ’ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων
εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·
αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.
Καὶ τότε δή μ’ ἐπέεσσι προσηύδα πότνια Κίρκη·
“Ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δ’ ἄκουσον,
ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.
Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας
ἀνθρώπους θέλγουσιν, ὅ τέ σφέας εἰσαφίκηται.
Ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ
Σειρήνων, τῷ δ’ οὔ τι γυνὴ καὶ νήπια τέκνα
οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,
ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ
ἥμεναι ἐν λειμῶνι, πολὺς δ’ ἀμφ’ ὀστεόφιν θὶς
ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσιν.
Ἀλλὰ παρεξελάαν, ἐπὶ δ’ οὔατ’ ἀλεῖψαι ἑταίρων
κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ
τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν, αἴ κ’ ἐθέλῃσθα,
δησάντων σ’ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ’ αὐτοῦ πείρατ’ ἀνήφθω,
ὄφρα κε τερπόμενος ὄπ’ ακούσῃς Σειρήνοιιν.
Εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,
οἱ δέ σ’ ἔτι πλεόνεσσι τότ’ ἐν δεσμοῖσι διδέντων.
Αὐτὰρ ἐπὴν δὴ τάς γε παρεξελάσωσιν ἑταῖροι,
ἔνθα τοι οὐκέτ’ ἔπειτα διηνεκέως ἀγορεύσω,
ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς
θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν·
Ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δ’ αὐτὰς
κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·
Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσιν.
Τῇ μὲν τ’ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
τρήρωνες, ταί τ’ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,
ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·
ἀλλ’ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.
Τῇ δ’ οὔ πώ νις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,
ἀλλά θ’ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
κύμαθ’ ἁλὸς φορέουσι πυρός τ’ ὀλοοῖο θύελλαι.
Οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,
Ἀργὼ πᾶσι μέλουσα, παρ’ Αἰήταο πλέουσα.
Καί νύ κε τὴν ἔνθ’ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
ἀλλ’ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.
Οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκεν
κυανέη· τὸ μὲν οὔ ποτ’ ἐρωεῖ, οὐδέ ποτ’ αἴθρη,
κείνου ἔχει κορυφὴν οὔτ’ ἐν θέρει οὔτ’ ἐν ὀπώρῃ.
Οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδ’ ἐπιβαίη,
οὐδ’ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·
πέτρη γὰρ λίς ἐστι, περιξέστῃ ἐικυῖα.
Μέσσῳ δ’ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,
πρὸς ζόφον εἰς ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς
νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμ’ Ὀδυσσεῦ.
Οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ
τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.
ἔνθα δ’ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.
Τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
γίγνεται, αὐτὴ δ’ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
γηθήσειεν ἰδών, οὐδ’ εἰ θεὸς ἀντιάσειεν.
Τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες
πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.
Μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
ἔξω δ’ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,
αὐτοῦ δ’ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,
δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσιν
κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.
Τῇ δ’ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ
φῶτ’ ἐξαρπάξασα νεὸς κυανοπρώροιο.
Τὸν δ’ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ,
πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.
Τῷ δ’ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·
τῷ δ’ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.
Τρὶς μὲν γάρ τ’ ἀνίησιν ἐπ’ ἤματι, τρὶς δ’ ἀναροιβδεῖ
δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·
οὐ γάρ κεν ῥύσαιτό σ’ ὑπὲκ κακοῦ οὐδ’ ἐνοσίχθων.
Ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
νῆα παρεξελάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.”
Ὧς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
“Εἰ δ’ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,
εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
τὴν δέ κ’ ἀμυναίμην, ὅτε μοι σίνοιτό γ’ ἑταίρους.”
Ὧς ἐφάμην, ἡ δ’ αὐτίκ’ ἀμείβετο δῖα θεάων·
“Σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλεν
καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
Ἡ δέ τοι οὐ θνητή, ἀλλ’ ἀθάνατον κακόν ἐστιν,
δεινόν τ’ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·
οὐδέ τις ἔστ’ ἀλκή· φυγέειν κάρτιστον ἀπ’ αὐτῆς.
Ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
δείδω, μή σ’ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσιν
τόσσῃσιν κεφαλῇσι, τόσους δ’ ἐκ φῶτας ἕληται.
Ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,
μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·
ἥ μιν ἔπειτ’ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
Θρινακίην δ’ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ
βόσκοντ’ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,
ἑπτὰ βοῶν ἀγέλαι, τόσα δ’ οἰῶν πώεα καλά,
πεντήκοντα δ’ ἕκαστα. Γόνος δ’ οὐ γίγνεται αὐτῶν,
οὐδέ ποτε φθινύθουσι. Θεαὶ δ’ ἐπιποιμένες εἰσίν,
νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.
Τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,
μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
Τὰς εἰ μέν κ’ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
ἦ τ’ ἂν ἔτ’ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ’ ὄλεθρον,
νηί τε καὶ ἑτάροις· αὐτὸς δ’ εἴ πέρ κεν ἀλύξῃς,
ὀψὲ κακῶς νεῖαι ὀλέσας ἄπο πάντας ἑταίρους.”
Ὧς ἔφατ’, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
Ἡ μὲν ἔπειτ’ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·
αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
αὐτούς τ’ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
οἱ δ’ αἶψ’ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
Ἑξῆς δ’ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
Ἡμῖν δ’ αὖ κατόπισθε νεὸς κυανοπρώροιο
ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλόν ἑταῖρον,
Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
Αὐτίκα δ’ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
ἥμεθα· τὴν δ’ ἄνεμός τε κυβερνήτης τ’ ἴθυνεν.
Δὴ τότ’ ἐγὼν ἐτάροισι μετηύδων ἀχνύμενος κῆρ·
“ Ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ’ οἴους
θέσφαθ’, ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
ἀλλ’ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
φθόγγον ἀλεύασθαι καὶ λειμῶν’ ἀνθεμόεντα.
Οἶον ἔμ’ ἠνώγειν ὄπ’ ἀκουέμεν· ἀλλά με δεσμῷ
δήσατ’ ἐν ἀργαλέῳ, ὄφρ’ ἔμπεδον αὐτόθι μίμνω,
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ’ αὐτοῦ πείρατ’ ἀνήφθω.
Εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
ὑμεῖς δὲ πλεόνεσσι τότ’ ἐν δεσμοῖσι πιέζειν.”
Ἧ τοι ἐγώ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·
τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
νῆσον Σ ειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
Αὐτίκ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη
ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
Ἀνστάντες δ’ ἕταροι νεὸς ἱστία μηρύσαντο
καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δ’ ἐπ’ ἐρετμὰ
ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
Αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
τυτθά διατμήξας χερσὶ στιβαρῇσι πίεζον·
αἶψα δ’ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
Ἠελίου τ’ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
ἑξείης δ’ ἑτάροισιν ἐπ’ οὔατα πᾶσιν ἄλειψα.
Οἱ δ’ ἐν νηί μ’ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ’ αὐτοῦ πείρατ’ ἀνῆπτον·
αὐτοὶ δ’ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
Ἀλλ’ ὅτε τόσσον ἀπῆμεν, ὅσον τε γέγωνε βοήσας,
ῥίμφα διώκοντες, τὰς δ’ οὐ λάθεν ὠκύαλος νηῦς
ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ’ ἔντυνον ἀοιδήν·
“Δεῦρ’ ἄγ’ ἰών, πολύαιν’ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ’ ἀκούσῃς.
Οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
πρίν γ’ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ’ ἀκοῦσαι,
ἀλλ’ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς·
ἴδμεν γάρ τοι πάνθ’, ὅσ’ ἐνὶ Τροίῃ εὐρείῃ
Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
ἴδμεν δ’, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.”
Ὧς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
ἤθελ’ ἀκουέμεναι, λῦσαί τ’ ἐκέλευον ἑταίρους
ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
Αὐτίκα δ’ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
πλείοσί μ’ ἐν δεσμοῖσι δέον μᾶλλον τε πίεζον.
Αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδ’ ἔτ’ ἔπειτα
φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τ’ ἀοιδῆς,
αἶψ’ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
ὅν σφιν ἐπ’ ὠσὶν ἄλειψ’ ἐμέ τ’ ἐκ δεσμῶν ἀνέλυσαν.
Ἀλλ’ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκ’ ἔπειτα
καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
Τῶν δ’ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατ’ ἐρετμά,
βόμβησαν δ’ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δ’ αὐτοῦ
νηῦς, ἐπεὶ οὐκέτ’ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
Αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
“ Ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·
οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ
εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·
ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νοῷ τε,
ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.
Νῦν δ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
Ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς
δώῃ τόνδε γ’ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·
σοὶ δέ, κυβερνῆθ’, ὧδ’ ἐπιτέλλομαι· ἀλλ’ ἐνὶ θυμῷ
βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.
Τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσιν
κεῖσ’ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.”
Ὧς ἐφάμην, οἱ δ’ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
Σκύλλην δ’ οὐκέτ’ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
Καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
λανθανόμην, ἐπεὶ οὔ τί μ’ ἀνώγει θωρήσσεσθαι·
αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
μάκρ’ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
πρώρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμ’ ἑτάροισιν.
Οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε
πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
Ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·
ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
Ἧ τοι ὅτ’ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
πᾶσ’ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δ’ ἄχνη
ἄκροισι σκοπέλοισιν ἐπ’ ἀμφοτέροισιν ἔπιπτεν·
ἀλλ’ ὅτ’ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
πᾶσ’ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
δεινὸν ἐβεβρύχειν, ὑπένερθε δὲ γαῖα φάνεσκεν
ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρειν.
Ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
ἓξ ἕλεθ’, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
Σκεψάμενος δ’ ἐς νῆα θοὴν ἅμα καὶ μεθ’ ἑταίρους
ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
ὑψόσ’ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
ἐξονομακλήδην, τότε γ’ ὕστατον, ἀχνύμενοι κῆρ.
Ὡς δ’ ὅτ’ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
ἀσπαίροντα δ’ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
ὧς οἵ γ’ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·
αὐτοῦ δ’ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·
οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσιν
πάντων, ὅσσ’ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
Αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
Σκύλλην τ’, αὐτίκ’ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
ἱκόμεθ’· ἔνθα δ’ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
πολλὰ δὲ ἴφια μῆλ’ Ὑπερίονος Ἠελίοιο.
Δὴ τότ’ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
μυκηθμοῦ τ’ ἤκουσα βοῶν αὐλιζομενάων
οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
Κίρκης τ’ Αἰαίης, ἥ μοι μάλα πόλλ’ ἐπέτελλεν
νῆσο ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
Δὴ τότ’ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ.
“Κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
ὅφρ’ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
Κίρκης τ’ Αἰαίης, ἥ μοι μάλα πόλλ’ ἐπέτελλεν
νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·
ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
Ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.”
Ὧς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
Αὐτίκα δ’ Εὐρύλοχος στυγερῷ μ’ ἠμείβετο μύθῳ·
“Σχέτλιός εἰς, Ὀδυσεῦ· πέρι τοι μένος, οὐδέ τι γυῖα
κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
ὅς ρ’ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ
οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε
νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,
ἀλλ’ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
νήσου ἀποπλαχθέντας ἐν ἠεροειδέει πόντῳ.
Ἐκ νυκτῶν δ’ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,
ἢ Νότου ἢ Ζεφύροιο δυσαέoς, οἵ τε μάλιστα
νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.
Ἀλλ’ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
δόρπον θ’ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,
ἠῶθεν δ’ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.”
Ὧς ἔφατ’ Εὐρύλοχος, ἐπὶ δ’ ᾔνεον ἄλλοι ἑταῖροι.
Καὶ τότε δὴ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
“Εὐρύλοχ’, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.
Ἀλλ’ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·
εἴ κέ τιν’ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγ’ οἰῶν
εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν
ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι
ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.”
Ὧς ἐφάμην, οἱ δ’ αὐτίκ’ ἀπώμνυον, ὡς ἐκέλευον.
Αὐτὰρ ἐπεί ῥ’ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα
ἄγχ’ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι
νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
οὓς ἕφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·
κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
Ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δ’ ἄστρα βεβήκειν,
ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψεν
γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ’ οὐρανόθεν νύξ.
Ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες·
ἔνθα δ’ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·
καὶ τότ’ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·
“ Ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·
δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,
Ἠελίου, ὃς πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει.”
Ὧς ἐφάμην, τοῖσιν δ’ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
Μῆνα δὲ πάντ’ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος
γίγνετ’ ἔπειτ’ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
Οἱ δ’ εἵως μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
Ἀλλ’ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
ἰχθῦς ὄρνιθάς τε, φίλας ὅτι χεῖρας ἵκοιτο,
γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·
δὴ τότ’ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
Ἀλλ’ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
χεῖρας νιψάμενος, ὅθ’ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
ἠρώμην πάντεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν·
οἱ δ’ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
Εὐρύλοχος δ’ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·
“Κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
Πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσιν,
λιμῷ δ’ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
Ἀλλ’ ἄγετ’, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
Εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,
αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
Εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
νῆ’ ἐθέλῃ ὀλέσαι, ἐπὶ δ’ ἕσπωνται θεοὶ ἄλλοι,
βούλομ’ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,
ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.”
Ὧς ἔφατ’ Εὐρύλοχος, ἐπὶ δ’ ᾔνεον ἄλλοι ἑταῖροι.
Αὐτίκα δ’ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρώροιο
βοσκέσκονθ’ ἕλικες καλαὶ βόες εὐρυμέτωποι,
τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,
φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·
οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.
Αὐτὰρ ἐπεὶ ῥ’ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,
μηρούς τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
δίπτυχα ποιήσαντες, ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν
οὐδ’ εἶχον μέθυ λεῖψαι ἐπ’ αἰθομένοις ἱεροῖσιν,
ἀλλ’ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
Αὐτὰρ ἐπεὶ κατὰ μῆρα κάη καὶ σπλάγχνα πάσαντο,
μίστυλλόν τ’ ἄρα τἆλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν.
Καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,
βῆν δ’ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
Ἀλλ’ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
καὶ τότε με κνίσης ἀμφήλυθεν θερμὸς ἀυτμή.
Οἰμώξας δὲ θεοῖσι μέγ’ ἀθανάτοισι γεγώνευν.
“Ζεῦ πάτερ ἠδ’ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
ἦ με μάλ’ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ,
οἱ δ’ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.”
Ὠκέα δ’ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθεν
Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.
Αὐτίκα δ’ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·
“Ζεῦ πάτερ ἠδ’ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,
οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε
3χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
ἠδ’ ὁπότ’ ἂψ ἐπὶ γαῖαν ἀπ’ οὐρανόθεν προτραποίμην.
Εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ’ ἀμοιβήν,
δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.”
Τὸν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
“ Ἠέλι’, ἦ τοι μὲν σὺ μετ’ ἀθανάτοισι φάεινε
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
τῶν δέ κ’ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ
τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.”
Ταῦτα δ’ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·
ἡ δ’ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.
Αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος
εὑρέμεναι δυνάμεσθα, βόες δ’ ἀποτέθνασαν ἤδη.
Τοῖσιν δ’ αὐτίκ’ ἔπειτα θεοὶ τέραα προύφαινον·
εἷρπον μὲν ῥινοί, κρέα δ’ ἀμφ’ ὀβελοῖσι μεμύκειν,
ὀπταλέα τε καὶ ὠμά, βοῶν δ’ ὣς γίγνετο φωνή.
Ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
δαίνυντ’ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·
Ἀλλ’ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
καί τότ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,
ἡμεῖς δ’ αἶψ’ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ
ἱστὸν στησάμενοι ἀνά θ’ ἱστία λεύκ’ ἐρύσαντες.
Ἀλλ’ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη
φαίνετο γαιάων, ἀλλ’ οὐρανὸς ἠδὲ θάλασσα,
δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ’ αὐτῆς.
Ἡ δ’ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθεν
κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,
ἱστοῦ δὲ προτόνους ἔρρηξ’ ἀνέμοιο θύελλα
ἀμφοτέρους· ἱστὸς δ’ ὀπίσω πέσεν, ὅπλα τε πάντα
εἰς ἄντλον κατέχυνθ’. Ὁ δ’ ἄρα πρυμνῇ ἐνὶ νηὶ
πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δ’ ὀστέ’ ἄραξεν
πάντ’ ἄμυδις κεφαλῆς· ὁ δ’ ἄρ’ ἀρνευτῆρι ἐοικὼς
κάππεσ’ ἀπ’ ἰκριόφιν, λίπε δ’ ὀστέα θυμὸς ἀγήνωρ.
Ζεὺς δ’ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·
ἡ δ’ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
ἐν δὲ θεείου πλῆτο, πέσον δ’ ἐκ νηὸς ἑταῖροι.
Οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
κύμασιν ἐμφορέοντο, θεὸς δ’ ἀποαίνυτο νόστον.
Αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρ’ ἀπὸ τοίχους
λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,
ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. Αὐτὰρ ἐπ’ αὐτῷ
ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·
τῷ ῥ’ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,
ἑζόμενος δ’ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.
Ἔνθ’ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,
ἦλθε δ’ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,
ὄφρ’ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
Παννύχιος φερόμην, ἅμα δ’ ἠελίῳ ἀνιόντι
ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
Ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·
αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ’ ἀερθείς,
τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. Οὐδέ πῃ εἶχον
οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ’ ἐπιβῆναι·
ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δ’ ἔσαν ὄζοι,
μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.
Νωλεμέως δ’ ἐχόμην, ὄφρ’ ἐξεμέσειεν ὀπίσσω
ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον
ὄψ’· ἦμος δ’ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη
κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,
τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
Ἧκα δ’ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,
μέσσῳ δ’ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,
ἑζόμενος δ’ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσιν.
Σκύλλην δ’ οὐκέτ’ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε
εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.
Ἔνθεν δ’ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ
νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
ἥ μ’ ἐφίλει τ’ ἐκόμει τε. Τί τοι τάδε μυθολογεύω;
Ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ
σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν

αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.»




5




10




15




20




25




30




35




40




45




50




55




60




65




70




75




80




85




90




95




100




105




110




115




120




125




130




135




140




145




150




155




160




165




170




175




180




185




190




195




200




205




210




215




220




225




230




235




240




245




250




255




260




265




270




275




280




285




290




295




300




305




310




315




320




325




330




335




340




345




350




355




360




365




370




375




380




385




390




395




400




405




410




415




420




425




430




435




440




445




450



Ύστερα αφού άφησε τον ρου Υπερμεγέθους ποταμού
το πλοίο, αφίκετο και με το κύμα της πλατύδρομης θαλάσσης
και εις την νήσον Αἰαίην, όπου και της Ἠοῦς της ἠριγένειας (το χάραμα)
οἰκία καὶ χοροί είναι κι ἀνατολαὶ του Ἠελίου,
κι ερχόμενοι εδώ τραβήξαμε πάνω στην αμμουδιά το πλοίο,
βγήκαμε δε κι οι ίδιοι πάνω στην ακροθαλασσιά·
και γλαρωμένοι εκεί ευλογημένοι αναμέναμε Αυγή.
Άμα ξημέρωσε κι εφάνη η Αυγούλα με τις ακτίνες τις ροδαλές,
τότε εγώ συντρόφους έστειλα πια στα δώματα της Κίρκης
να φέρουν το νεκρό, Ελπήνορα το σκοτωμένο.
Κούτσουρα δ’ ευθύς κόβοντας (με τα βλαστάρια), όπου ἀκροτάτη προεξείχε η ἀκτή
θάβαμε πονεμένοι αφήνοντας κατάχαμα το δάκρυ θαλερὸ.
Ύστερ’ αφού νεκρός κι ε-κάη καὶ του νεκροῦ τα άρματα,
τύμβο αφού σωρεύσαμε και επ’ αυτού αφού σηκώσαμε μια στήλη
μπήξαμε πάνω-πάνω το καλό στον τύμβο το κουπί.
Εμείς μεν διεκπεραιώσαμε το κάθε τι όπως έπρεπε· ούτε ωστόσο απ’ την Κίρκη
απαρατήρητοι περάσαμε ερχόμενοι από τον Άδη, αλλά πολύ γοργά
ἦλθε με έντονο ενδιαφέρον· πίσω της δε ἀμφίπολες έφεραν με αυτήν
σῖτο καὶ κρέατα πολλὰ καὶ σκούρον οἶνον ἐρυθρόν.
Ἡ δ’ ἐν τῷ μέσσῳ αφού στάθηκε αυτή είπε μετά με έμπνευση θεού:
«Άθλιοι, αυτοί οι ίδιοι ζώντες γυρίσατε απ’ τον Άδη,
διθάνατοι, ὅταν κι οι ἄλλοι ἅπαξ πεθαίνουνε οι ἄνθρωποι.
Αλλά κοπιάστε φάτε φαγητό και οἶνο πίνετε
ολημερίς από ετούτη τη στιγμή· κι άμα φανεί το χάραμα
ας αποπλεύσετε· εγώ για τη συνέχεια θα δείξω την ὁδὸ και τα καθέκαστα
θα επισημάνω, για να μη κάποια αναποδιά κακή
ἢ της θαλάσσης ἢ ἐπὶ γῆς σάς έλθει κι υποφέρετε παθαίνοντας ζημιά.
Ὧς είπε, κι άμεσα σ’ εμάς επείθετο θυμός αυτός που παρασύρει.
Κι ως τότε που τελείωνε η μέρα με έναν ήλιο στο βασίλεμα
καθόμασταν γευματίζοντας και τ’ άφθονα τα κρέατα και το γλυκό κρασί·
κι άμα κατέβηκε ο ήλιος και ήλθε η σκοτεινιά,
οι άλλοι μεν κοιμήθηκαν δίπλα στα ύφαλα του πλοίου,
ενώ ἐμὲ αυτή τραβώντας απ’ το χέρι μακριά από συντρόφους αγαπημένους
κι εισήγαγε και ξάπλωσε κοντά καὶ ρώταγε να μάθει τα καθ’ ἕκαστα·
ύστερα ἐγὼ σ’ αυτήν τα πάντα περιέγραψα μ’ ακρίβεια.
Καὶ τότε πια με σεβασμό είπε η Κίρκη λόγια προς εμέ:
«Έτσι μεν όλα γίνηκαν αυτά, άκουσε δε κι εσύ,
πώς θα στα πω εγώ, θα σε στηρίξει και ο ίδιος ο θεός.
Σειρῆνες μὲν πρῶτα θα φτάσεις, που κι οι οποίες διαρκώς τους πάντες
ἀνθρώπους θέλγουν, ὅποιος και φτάσει σε αυτές.
Όποιος ανύποπτος περάσει και ακούσει συλλαβή
Σειρήνων, και από τότε και μετά καθόλου τη γυναίκα και τα νήπια τα τέκνα
οἴκαδε να νοστήσει παρίσταται (ανάγκη) ούτε λάμπει από χαρά,
ἀλλά και οι Σειρῆνες με τη διαπεραστική θέλγουν τη μελωδία
ἐντός λειμῶνος ευρισκόμενες, κι ολόγυρα πολύς σωρός από οστά
ἀνδρῶν που ήθελαν ν’ ακούσουν, κι ολόγυρα οι σάρκες να σαπίζουν.
Ἀλλὰ απ’ έξω να περνάς, κι αυτιά να ἐπ’ ἀλείψεις των ἑταίρων
κερί ρευστό αφού το πλάσεις να στουμπώσεις, κάποιος να μην ἀκούσῃ
απ’ τους άλλους· μόνο εσύ ο ίδιος να ακούσεις, κι άμα θέλεις
αφού σε δέσουν χειροπόδαρα μες στο γοργό καράβι
ὀρθὸν ἐπάνω στο κατάρτι, και ἐξ αὐτοῦ προσδεμένος με σκοινιά,
απ’ όπου και τερπόμενος φωνή θ’ ακούσῃς των Σειρήνων.
Αν δε κι εκλιπαρείς ἑτάρους να λύσουν και διατάξεις,
τότε κι ακόμα περισσότερα εσένα σε δεσμά δεμένα.
Ύστερ’ αφού βεβαίως πια αντιπαρέλθουνε οι σύντροφοι αυτές,
όπου οὐκέτι ἔπειτα γι’ αυτό διηνεκέως θ’ ἀγορεύσω,
ποια θά’ πρεπε να είναι αυτή η ὁδὸς, ἀλλὰ κι ο ίδιος
θα τ’ αποφασίσεις ενσυνείδητα· και θα στα πω εκείνα και τα δυο.
Διότι αφ’ ενός μετά πέτρες χαλαρωμένες - κρεμαστές κι ενώπιον αὐτῶν
σκάει το μέγα κύμα της Αμφιτρίτης με τα μάτια κυανά·
Πλαγκτές βεβαίως απ’ αυτό αυτές καλούνε -Συμπληγάδες- οι θεοὶ οι μάκαρες.
Και από κει ούτε πουλί πετούμενο παρέρχεται ούτ’ αγριοπερίστερα
σκιαγμένα, και τα οποία φέρνουν για τον Δία τον πατέρα ἀμβροσία,
αλλά ακόμα και αυτά πάντα η πέτρα επικίνδυνη εξοντώνει·
ἀλλ’ ἄλλην προσθέτει ο πατήρ να εἶναι ο αριθμός συμπληρωμένος.
Κι ουδέποτε από αυτή ξέφυγε πλοίο με τους άνδρες, όποιο κι αν έχει φτάσει,
αλλά μαζί κουφάρια πλοίων μα και σώματα ανθρώπων (δυστυχών)
άγουνε-φέρουνε τα κύματα θαλάσσης θύελλες κεραυνού και συμφοράς.
Μονάχα κείνο βέβαια το ποντοπόρο πλοίο παρέπλευσε
Αργώ χιλιοτραγουδισμένη, πλέουσα για χάρη του Αἰήτη.
Και θα τη χτύπαγε άμεσα εδώ προς τις μεγάλες πέτρες,
ἀλλά η Ἥρα έκανε ‘παραπομπή’, επειδή φίλος ήταν ο Ιάσων.
Και δύο σκόπελοι αφετέρου, ο ένας μεν φτάνει στον ουρανό
σε ὀξεία κορυφῇ, νεφέλη δέ αυτόν σκεπάζει
κυανή· κι ούτε ποτέ υποχωρεί, οὐδέποτε αἰθρία,
κείνου κατ’ἔχει την κορφὴ ούτε μέσα στο θέρος ούτε μες στο φθινόπωρο.
Ούτε να προσεγγίσει θα μπορούσε και άνδρας θνητός ούτε περνάει από πάνω,
ούτ’ αν υπήρχανε σ’ αυτόν είκοσι χέρια μα και πόδια·
διότι είναι πέτρα λεία, μοιάζοντας σα να έχει λαξευτεί.
Και μες στη μέση του σκοπέλου είναι σπήλαιο σκοτεινό,
προς τη δύση εις το έρεβος στραμμένο, προς τα εκεί θα έπρεπε εσείς
όμορφα, ένδοξε Ὀδυσσεῦ, κοντά να διευθύνετε το πλοίο.
Ούτε ακόμα κι αν άνδρας πανίσχυρος από το πλοίο τ’ όμορφο
με το τόξο σημαδεύοντας θά ’φτανε στην κουφάλα της σπηλιάς
όπου κι η Σκύλλα μένει εντός αλυχτούσα τρομερά.
Και της οποίας η φωνὴ ὅση σκύλακος νεογιλῆς
γίνεται, κι η ίδια απ’ την άλλη πελώριο κακό· ούτε αυτήνε κάποιος
θε’ να χαιρόταν αν τη δει, ούτ’ αν οὐτ’ αν θεὸς ευρίσκετο ενώπιον
της οποίας πόδες είναι δώδεκα πάντες σε ετοιμότητα,
έξι δέ κι οι λαιμοί μεγάλου μήκους, και πάνω σε καθέναν
κεφαλή που εμπνέει τρόμο, και μέσα δόντια σε τρεις στοίχους
πυκνά και μυτερά, με θάνατο να ξεχειλίζουν μελανό.
Και μέσα μεν στο βάθος του σπηλαίου κρύβεται,
κι απ’ έξω προς το βάραθρο πετάει με φόρα τα κεφάλια τρομερά,
και ψαρεύει επί τόπου, από τον σκόπελο ψάχνοντας γύρω-γύρω,
δελφίνια και σκυλόψαρα, κι αν κάποιο μεγαλύτερο τσακώσει
κῆτος, απ’ τα εκατομμύρια που βόσκει ανεξάντλητα η Αμφιτρίτη.
Κι ουδέποτ’ απ’ αυτή ναύτες δεν καμαρώνανε ακέραιοι
πως ξεφύγαν με πλοίο· και με την κάθε μία κεφαλή μεταφέρει
ανθρωπάκι που έχει αρπάξει απ’ τα πλοία με τις πρώρες κυανές (τα θαλασσοδαρμένα).
Τὸν δ’ ἕτερον σκόπελον θα αντικρίσεις χθαμαλώτερον, Ὀδυσσεῦ,
πλησίον ἀλλήλων· και που μπορείς να τον-ε φτάσεις σημαδεύοντας.
Και πάνω ἐν-ἔστι μέγας ἐρινεὸς συκιάς, με φύλλα φουντωμένα·
και κάτω απ‘ αυτόν η δῖα Χάρυβδις μέλαν ὕδωρ ἀναρροφᾶ (με κρότο).
Τρὶς μὲν διότι και ξερνά ημερησίως, τρὶς δε ρουφά και πάλι
τρομερά· μὴ σύ βεβαίως κεῖθε τύχοις, ὅταν ῥουφάει·
διότι και δεν θα μπορούσε να σε γλιτώσει ἐκ τοῦ κακοῦ οὐτε ὁ ἐνοσίχθων.
Ἀλλὰ γοργά και με σπουδή πολύ κοντά από το σκόπελο της Σκύλλας
το πλοίο να περάσεις, είναι πολύ πιο προτιμότερο επειδή
έξι απ’ το πλήρωμα του πλοίου άμα λείψουν παρά όλοι (μαζί)».

Ὧς είπε, ύστερα ἐγώ είπα σ’ αυτήν-ε απαντώντας:

«Άντε και τούτο πια, θεά, αν μού ‘λεγες αλήθεια
πως αν μεν την καταστροφή γλιτώσουμε τη Χάρυβδη αποφεύγαμε,
και θ’ αμυνόμασταν από την άλλη, όταν βεβαίως θα χτυπούσε τους συντρόφους μου».
Ὧς είπα, κι αυθόρμητα αυτή απάντησε με έμπνευση θεού:
«Άθλιε, κι την ύστατη στιγμή έργα πολεμικά σκαρώνεις
και θυσίες· απαξιείς ακόμα και αθάνατους θεούς;
Ετούτη εδώ όχι θνητή, ἀλλ’ είν’ ἀθάνατο κακό,
και φοβερό και τρομερό και ἄγριο και όχι μαχητό (οὐδ’ αντιμετωπίσιμο)·
παλικαριές δεν πιάνουνε εδώ· να φύγεις απ’ αυτήν τον προτιμότερο.
Γιατί αν δήθεν οπλισμό κοντά σε βράχο πας να βάλεις
φοβούμαι, μην εξαπίνης ἐφορμηθεῖσα συναπάντημα για σε
όσα κεφάλια, τόσα και θα αρπάζει ανθρωπάκια.
Ἀλλὰ μάλα σφοδρῶς να λάμνεις (το κουπί), και κάνε κόμπο την ευχή για την Κράταιιν
μητέρα τῆς Σκύλλης, που εγέννησε αυτήν κατάρα των θνητών
που ἔπειτα αυτήν θα παύσει τελικά μια και καλή να θέλει να ορμά.
Και θα φτάσετε στη νήσο Θρινακιά· όπου και πολλά
βόδια του Ήλιου βόσκονται και αιγοπρόβατα εκλεκτά
ἑπτὰ βοῶν ἀγέλαι, και άλλα τόσα όμορφα κοπάδια από αρνιά,
κι η κάθε μια πεντήκοντα. Και γόνος δεν παράγεται από αυτά,
ουδέποτε μειώνουν. Κι είναι θεές να επιβλέπουν σα ποιμένες,
νύμφες με ξέπλεκα πανέμορφα μαλλιά, Φαέθουσα και Λαμπετώ,
που γέννησε με χάρη θεϊκή του Ήλιου Υπερίονα η Νέαιρα.
Κι αφού ανέθρεψε αυτές η στοργική που γέννησε μητέρα
αποίκισε στη νήσο Θρινακιά να μείνουν μακριά,
τα πατρικά αιγοπρόβατα για να φυλάνε και βόδια με τα κέρατα μακριά.
Αν μεν αυτά κι αφήσετε απείραχτα και σκέφτεστε το νόστο,
ακόμα κι αν κακάσχημα παθόντες θα φτάσετε εἰς την Ἰθάκην·
αν όμως τ’ ακουμπήσετε, ὄλεθρον τότε συμπεραίνω και τεκμαίρομαι για σας,
και για το πλοίο και για το πλήρωμα· κι άμα γλιτώσεις μόνος σου ο ίδιος,
πολύ αργά - πολύ κακά θα φτάσεις αφού συντρόφους όλους ἄπ’ ὀλέσεις».
Ὧς είπε, και μετά ξημέρωμα άρχισε να ροδίζει.
Κι έπειτα η ευλογημένη πήρε το δρόμο του νησιού τον ανηφορικό
ενώ εγώ πηγαίνοντας στο πλοίο παρότρυνα συντρόφους
κι οι ίδιοι ν’ ανεβαίνουνε και τα πρυμνήσια να λύσουν·
κι ευθύς αυτοί εισέρχονταν και κάθιζαν στους πάγκους.
Και καθισμένοι εφ’ εξής χτυπούσανε με τα κουπιά τη θάλασσα γερά.
Και στη συνέχεια για μας πίσω απ’ το κυανόπλωρο το πλοίο
έστειλε ούριο άνεμο για να φουσκώσουν τα πανιά, συνοδοιπόρο απαραίτητο,
η Κίρκη με καλό σκοπό, δεινή θεά λαλούσα.
Για δε τη συνέχεια αφού εξαρτήματα φροντίσαμε το καθένα επί του πλοίου
καθίσαμε· ετούτο δε ο άνεμος κι ο κυβερνήτης κι ευθυγράμμιζε.
Τότε ἐγὼ πια στο πλήρωμα μετέδωσα (ότι θά ’λεγα) με την καρδιά σφιγμένη:
«Ὦ φίλοι, όχι διότι δεν χρειάζεται ένα να ξέρετε ούτε και δυο μονάχα
τα θέσφατα, αυτά που μου ιστόρησε η Κίρκη, με έμπνευση θεού·
ἀλλά θα πω κι ἐγώ, ώστε γνωρίζοντες αν θα πεθάνουμε
ή κι αν γλιτώναμε το θάνατο και αν ξεφεύγαμε απ’ τη μοίρα.
Σειρήνων μὲν πρῶτον καθοδηγούσε των θεσπεσιάων
τη φωνή να αποφύγουμε και λειμῶνα ἀνθεμόεντα
Εμένα μοναχά έδινε εντολή ν’ ακούσω τη λαλιά· ἀλλά εμένα με δεσμά
να δέσετε σφιχτά, ώστε ακίνητος να μένω επί τόπου,
ὀρθὸν ἐπάνω στο κατάρτι, και ἐξ αὐτοῦ προσδεμένο με σκοινιά.
Αν δε και σας εκλιπαρώ να λύσετε και διατάζω,
τότε κι εσείς με περισσότερα να πιέζετε δεσμά».

Ήτοι εγώ λέγοντας τα καθέκαστα απευθυνόμουνα στο πλήρωμα·
τότε και μάνι-μάνι το τρεχαντήρι έφτανε απ’ έξω
τη νήσο των Σειρήνων· έσπρωχνε διότι ούριος χωρίς σταματημό.
Αμέσως ἔπειτα κι ὁ ἄνεμος ἐπαύσατο, ἡ δὲ γαλήνη
απλώθηκε (σαν) νηνεμία, κοίμησε δὲ τα κύματα ο δαίμων.
Κι αφού σηκώθηκε το πλήρωμα διπλώσανε του πλοίου τα πανιά
κι εκείνα μεν τα έθεσαν μέσα στο όμορφο πλεούμενο, οι ίδιοι δε επάνω στα κουπιά
πέφτοντας άσπρισαν το νερό μ’ αυτά τα πλανισμένα από έλατο.
Ύστερα εγώ από κερί μέγα τροχό με το μαχαίρι χάλκινο το κοφτερό
κόβοντας σε μικρά κομμάτια πίεζα με τα χέρια στιβαρά·
μαλάκωσε κι αμέσως το κερί, μια που έτσι ήθελε μεγάλη η ακτίς
και η ανταύγεια του Ήλιου Ὑπεριονίδαο ἄνακτος·
και στη σειρά επάλειψα σ’ όλο το πλήρωμα τ’ αυτιά.
Κι αυτοί στο πλοίο μ’ έδεσαν μαζί χέρια και πόδια
ὀρθὸν ἐπάνω στο κατάρτι, και ἐξ αὐτοῦ προσδεμένο με σκοινιά·
κι οι ίδιοι καθ’ ἑζόμενοι χτυπούσανε τη θάλασσα γερά με τα κουπιά.
Αλλ’ όταν τόσο απείχαμε, όσο κι άμα φωνάξεις σε ακούνε,
‘χρόνο καταδιώκοντες’, όμως δεν ξέφυγε από αυτές το πλοίο της θαλάσσης το γοργό
ἐγγύθεν πλησιάζουσα, το δε διαπεραστικό δυνάμωσαν τραγούδι:
«Άντ’ έλα δω, Οδυσσέα φημισμένε, μέγα καμάρι των Ἀχαιῶν,
άραξε πλοίο, ἵνα από εμάς τις δυο λαλιά ἀκούσῃς.
Οὐδέποτε διότι παρήλασε κανείς από εδώ με πλοίο μελανό,
πριν βέβαια τη μελιστάλαχτη λαλιά ακούσει απ’ τα στόματά μας,
ἀλλά αυτός βεβαίως τερψάμενος αποπλέει και περισσότερα γνωρίζοντας·
γνωρίζουμε διότι τα πάντα, ὅσα ἐνώπιον της Τροίας της εὐρείας
Αργείοι υπέφεραν και Τρώες από ‘βλαμμένο’ θέλημα θεών,
ξέρουμε δε, ὅσσα συμβαίνουν στην πολύβουη τη γη (την ανατρέφουσα πολλούς)».
Σαν είπαν προσποιούμενες πανέμορφη φωνή· έτσι η δική μου η καρδιά
ήθελε να ακούει, και διέταξα συντρόφους για να λύσουν
κάνοντας νόημα με φρύδι· όμως αυτοί έπεσαν πάνω να τραβάνε τα κουπιά.
Κι αυτοστιγμής αφού σηκώθηκαν ο Περιμήδης κι ο Ευρύλοχος
με έδεσαν με πλείονες δεσμούς και πίεζαν ακόμα πιο πολύ.
Ύστερα πια αφού βεβαίως τις περάσαμε, ἔπειτα ούτε πια
ακούγαμε του ήχου των Σειρήνων ούτε και το τραγούδι,
ευθύς αφαίρεσαν κερί οι σύντροφοί μου οι προσφιλείς,
αυτό που τους επάλειψα τα ώτα και λύσαν από μένα τα δεσμά.
Ἀλλ’ ὅταν πια εγκαταλείψαμε τὴν νῆσον, ἔπειτα ξαφνικά
καπνό και μέγα κύμα είδα και άκουσα το γδούπο.
Κι όπως φοβήθηκαν αυτοί από τα χέρια πέσαν τα κουπιά,
κι έτσι όλα κατέρρευσαν με πάταγο· κι αυτού σταμάτησε
το πλοίο, μια που δεν έσπρωχναν κουπιά που τράβαγαν τα χέρια.
Κατόπιν τους συντρόφους παρότρυνα εγώ το πλοίο διασχίζοντας
στεκόμενος με λόγια μειλίχια σε κάθε άνδρα δίπλα:
« Ὦ φίλοι, όχι διότι αδαείς είμαστε από κακοτοπιές
όχι μὲν περισσότερο αυτό που ἕπεται κακό, παρά ὅταν ο Κύκλωψ
κρατούσε μέσα στη σπηλιά όμορφη κατά κράτος και με βία·
ἀλλὰ καὶ απ’ εκεί με τη δική μου ἀρετῇ, και βούληση και νου,
ξεφύγαμε, και που για κείνα πιστεύω πως θυμάστε.
Κι αντείτε τώρα, όπως θα έλεγα εγώ, άπαντες θα πειστούμε.
Εσείς μεν με τα κουπιά της θάλασσας την όχθη τη βαθειά
καθήμενοι στους πάγκους να χτυπάτε, ε ρε κι Ζευς από καμιά μεριά
να δώσει αυτό τον ὄλεθρο βεβαίως να ξεφύγουμε και να γλιτώσουμε·
για σε δε, κυβερνήτη, ετούτο ἐπιτέλλομαι· αλλά μες στην ψυχή
θε’ να το βάλεις, μια που συστήματα πανέμορφου του πλοίου διευθύνεις.
Τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς τράβα
το πλοίο, σὺ δ’ ἐπί του σκοπέλου να διερευνάς, μη σου ξεφύγει
και πεταχτεί από εκεί και ρίξει σε κακοτοπιές».
Ὧς έλεγα, κι ευθύς αυτοί ἐπίθοντο στα λόγια τα δικά μου
τη Σκύλλα δε οὐκέτι περιέγραφα, άγνοια αναπόφευκτη,
μήπως οι σύντροφοί μου φοβούμενοι παραιτηθούν
απ’ την κωπηλασία, κι εντός του αμπαριού οι ίδιοι να κρυφτούνε.
Και τότε πια όσα με πρόνοια μακάβρια η Κίρκη είχε πει
τα ξέχασα, ἐπειδή με είχε συμβουλεύσει καθόλου μην αρματωθώ·
όμως εγώ σκεπάστηκα πασίγνωστες ασπίδες και δόρατα από δυο
αρπάζοντας μακριά στα χέρια στα σκοινιά ανέβαινα του πλοίου
της πλώρης· διότι από κει δεχόμουν πρώτα-πρώτα πως θα φανεί αυτή
στο βράχο αυτό της Σκύλλας, αυτή που μού ’φερε στο πλήρωμα τη συμφορά.
Και ούτε ήταν δυνατόν να την υπολογίσω, και κουραστήκανε τα μάτια μου
πως ατενίζαν διαρκώς προς πέτρα ομιχλώδη.
Ἡμεῖς μὲν στενωπὸν ἀναπλέαμε γοόωντες ·
ἔνθεν μὲν Σκύλλα, από την άλλη τη μεριά δὲ δῖα Χάρυβδις
άσχημ’ αναρουφούσε θαλάσσης ὕδωρ ἁλμυρὸν.
Ἧ τοι ὅταν έκανε εμετό, ως λέβητας μες στην πυρά τη δυνατή
συθέμελα μουγκρίζοντας εσείετο, και ύψωνε σα σύννεφο μιαν ἄχνη
προς τις κορφές των σκόπελων έπεφτε πάνω και στους δυο·
ἀλλ’ ὅτ’ αναρουφούσε θαλάσσης ὕδωρ ἁλμυρὸν,
όλα φαινόνταν μέσα της ενώ αυτή βρυχάτο, κι ο βράχος γύρω-γύρω
βρυχόταν με ορυμαγδό, και από κάτω γη φαινότανε
με άμμο κυανή· κι εκείνους δέος πάλι τους κύκλωσε ξανά.
Ἡμεῖς μὲν βλέπαμε προς αυτήν φοβούμενοι τον ὄλεθρο·
τότε από την άλλη η Σκύλλα απ’ το πανέμορφο το πλοίο συντρόφους μου
έξι εβούτηξε, που ήσανε στα χέρια και στη δύναμη οι πιο καλοί.
Καί σκύβοντας στο πλοίο γοργό μαζί και με συντρόφους
ἤδη αὐτῶν ἐνόησα πόδας καὶ χεῖρας από πάνω
ψηλά στον αέρα όπως σηκώνονταν· κι ἐμὲ φωνάζανε καλοῦντες
με τ’ όνομα μου, τότε στα τελευταία τους, με την ψυχή στο στόμα.
Και όπως όταν αλιεύς επάνω στην προβλήτα με περιμήκη ῥάβδῳ
χωρίς μεγάλη πονηριά ἰχθύες ‘καταβάλλοντας’ για φαγητό
στη θάλασσα χτυπά με του βοδιού το κέρατο που είναι σαν αυλός,
και σπαρταρώντα ἔπειτα λαβὼν τα έρριψε μπροστά,
όπως αυτοί βεβαίως σπαρταρώντες πετάχτηκαν στου βράχου τη μεριά
κι αυτού μπροστά στην είσοδο κατέφαγε διαμελίζοντάς
χέρια απλώνοντας σ’ εμέ (σ’ απελπισία) σε ολοφάνερη σφαγή·
οἴκτιστο πια κεῖνο το εἴδαν με τους δικούς μας ὀφθαλμούς
των πάντων, ὅσσα υπέφερα περάσματα θαλάσσης ἐξερευνώντας.

Έπειτα αφού φύγαμε από τους βράχους δεινή και Χάρυβδη

και Σκύλλα, για τη συνέχεια ἔπειτα σε νησί θεού ξεχωριστό
φτάσαμε· όπου και ήτανε τα βόδια τα καλά τα εὐρυμέτωπα,
πολλά και τροφαντά Ἠλίου Ὑπερίονος κοπάδια (από αρνιά).
Ακόμα τότε που εγώ βρισκόμουνα στη θάλασσα μέσα στο μαύρο πλοίο ήδη
‘ἤκουσα και μυκηθμοῦ’ βοδιών αὐλιζομένων
και βέλασμα αρνιών· και μένα ο λόγος ήρθε στην ψυχή
του μάντη του τυφλού, Θηβαίου Τειρεσία
και Κίρκης απ’ την Αία, που άφθονα πολλά ‘ἐπέτελλε’ για μένα
τη νήσο ν’ αποφύγουμε του ΄Ηλιου που τέρπει τους θνητούς.
Τότε πλέον ἐγὼ μίλησα με το πλήρωμα με την καρδιά βαριά:
«Ακούστε μου τα λόγια παρ’ όλα τ’ άσχημα που πάθατε ἑταῖροι,
αυτά που για εσάς θα πω του μάντη Τειρεσία
και Κίρκης απ’ την Αία, που άφθονα πολλά ‘ἐπέτελλε’ για μένα
νῆσο να αποφύγουμε του ΄Ηλιου που τέρπει τους θνητούς·
όπου γιατί χειρότερο κακό θα γίνει έλεγε για μας.
Αλλά τη νήσο προσπεράστε με το μαύρο το καράβι».
Ὧς είπα, κι η καρδούλα τους έγινε ‘δυο κομμάτια’.
Κι αυτοστιγμής Ευρύλοχος μ’ απάντησε με λόγο στυγερό:
«Άθλιος είσαι, Ὀδυσεῦ· που βρίσκεις τέτοια αντοχή, ούτε τα σωθικά σου
κάματος δεν κλονίζει· ἦ μάλλον τα δικά σου βέβαια φτιάχτηκαν τα πάντα σιδερένια,
που αποκαμωμένους τους συντρόφους από τον κάματο μα κι από ύπνο (στερημένους)
δεν αφήνεις να πατήσουνε σε γη, όπου εκεί κατόπιν
μες στο αμφίκυρτο νησί γλυκύ θα τσιμπήσουμε επιδόρπιο,
ἀλλά εδώ και τώρα διατάζεις μες στη νύχτα πού ’ρχεται γοργά να χάσουμε
τη νήσο περιπλανώμενοι μέσα στον πόντο τον ομιχλώδη.
Και μες στη νύχτα άνεμοι δυσάρεστοι, δοκιμαστές των πλοίων
δημιουργούνται· και που να τρέξει να ξεφύγει κανείς τον ὄλεθρο σκληρό,
αν κάπως ἔλθῃ ἐξαπίνης η θύελλα τ’ ἀνέμου,
ἢ Νότου ἢ του άγριου Ζεφύρου, και οι οποίοι μάλιστα
τσακίζουνε το πλοίο οι άνακτες θεοί κι ας μην το θέλουν.
Αλλά και τώρα ας πειστούμε για όλα αυτά μέσα στη μαύρη νύχτα
και μένοντες δίπλα στο πλοίο γοργά ας εξοπλίσουμε το δείπνο
και προς το χάραμα ανεβαίνοντας θα ανοιχτούμε προς τον πόντο τον ευρύ».
Ὧς είπε ο Εὐρύλοχος, ἐπ’ ᾔνεον οι ἄλλοι οι ἑταῖροι (επαινούσαν).
Καὶ τότε πια κατάλαβα, ὃτι κακὰ σκέφτηκε κάποιος δαίμων,
καί προς αυτόν φωνάζοντας είπα ‘ἔπεα πτερόεντα’:
«Εὐρύλοχε, πολύ πια με βιάζετε που είμαι μοναχός.
Ἀλλ’ ἄντε μου τώρα οι πάντες ὀμόσσατε τον ὅρκον καρτερὸν
αν και κάποια ἠὲ βοδιῶν ἀγέλη ἢ κοπάδι μέγα απ’ αρνιά
εὕρωμεν, μή (κάποιος) πού(ς) τις με κακιές ἀτασθαλίες
ἢ βοῦν ἠέ τι πρόβατο σκοτώσει· αλλά χωρίς πολλά-πολλά
να τρώτε την τροφή, που πρόσφερε ἀθανάτη η Κίρκη».
Ὧς είπα, κι αυτοστιγμής αυτοί, όπως διέταζα, ορκίζονταν.
Ύστερα αφού ὄμοσάν ενεργά και τέλεψαν κι αυτόν τὸν ὅρκον,
αράξαμε στο γλαφυρό λιμάνι το καράβι το δραστήριο
κοντά προς το γλυκό νερό, κι αποβιβάστηκαν οι σύντροφοι
του πλοίου, ἔπειτα δὲ το γεύμα σα νοικοκύρηδες έκατσαν για να φτιάξουν.
Ύστερ’ αφού ‘ξεράθηκαν’ και στο ποτό και στο φαΐ,
θυμούμενοι πια ἔπειτα αγαπημένους ἔκλαιον ἑταίρους,
που ἔφαγεν (=σηκώνοντας ψηλά) η Σκύλλα από το όμορφο το πλοίο αρπάζοντας·
και μες στα κλάματα αυτών επήλθε και ο ύπνος ο λυτρωτικός.
Άμα δε τρίτο μέρος ήταν της νυκτὸς μετά δε τ’ ἄστρα χάνονται,
ξεσήκωσε ἄνεμο σφοδρό ο νεφεληγερέτα Ζεὺς
με λαίλαπα θεσπέσια, συγκάλυψε δε με νέφη
τη γη μαζί και θάλασσα· κι από τον ουρανό ξεπρόβαλε νυχτιά.
Άμα ξημέρωσε και ’φάνη η Αυγούλα με τις ακτίνες τις ροδαλές,
κρύψαμε μεν το πλοίο στο εσωτερικό ενός σπηλαίου αφού τραβήξαμε εντός·
όπου και ήσαν των νυμφών οι όμορφοι χοροί κι οι θώκοι·
και τότ’ εγώ συγκαλώντας αγορά είπα μετά την ιστορία:
«Ὦ φίλοι, επειδή μέσα στο πλοίο γρήγορο και φαγητό και το πιοτό
υπάρχει, τῶν δὲ βοῶν θα ἀπέχουμε, μή τι πάθωμεν
πανίσχυρου θεού διότι τα βόδια αυτά και αιγοπρόβατα τα τροφαντά,
Ἠλίου, που τα πάντα ἐφορᾷ καὶ τα πάντα ἐπακούει».
Ὧς είπα, και σε αυτούς ἐπείθετο το σθένος το παρορμητικό.
Και μήνα ολόκληρο φυσούσε ασταμάτητος Νοτιάς, και ούτ’ άλλος κανείς
γίγνεται ἔπειτα ἀνέμων εἰ μὴ ο Εὖρός και ο Νότος.
Και εἵως μὲν που είχαν σῖτο καὶ οἶνον ἐρυθρό,
ως τότε ἀπέχον των βοδιών φοβούμενοι για τη ζωή τους.
Ἀλλ’ ὅταν πια από το πλοίο ξοδεύτηκαν εφόδια τα πάντα,
έπεσαν με τα μούτρα στο κυνήγι και τριγυρνούσαν απ’ ἀνάγκῃ,
και ψάρια και πουλιά ό,τι ευπρόσδεκτο τους έπεφτε στα χέρια,
με μυτερά ἀγκίστρια, έτρωγε δὲ η πείνα τη γαστέρα·
κάπου ἐγὼ τότε απομακρύνθηκα μέσα στη νήσο, ώστε για τους θεούς
νά 'κανα προσευχή, αν κάποιος μού ’δειχνε το δρόμο για να φύγω.
Ἀλλ’ ὅταν διασχίζοντας τη νήσο εγκατέλειψα για ώρα τους συντρόφους,
αφού ’πλυνα τα χέρια, κάπου που βρίσκονταν απάγκιο των ανέμων,
ρωτούσα (με αγάπη) τους θεούς όλους, που Ὄλυμπο κατέχουν·
όμως αυτοί μου έριχναν ‘ἐπὶ βλεφάροισιν ὕπνον γλυκὺν’.
Ο δε Εὐρύλοχος για τους συντρόφους κακῆς ξεκίναγε βουλῆς:
«Ακούστε μου τα λόγια κακά που υποφέρετε ἑταῖροι.
Όλοι μεν στυγεροὶ οι θάνατοι για τους θνητούς τους δόλιους,
οἴκτιστο να λιμοκτονήσεις δε (το να πεθάνεις από λιμῷ) και τέλος να επισπεύσεις.
Ἀλλ’ ἄντε-τε, από τα βόδια του Ἠλίου αρπάζοντες τα ἀριστα
να θυσιάσουμε στους ἀθανάτους, αυτούς όπου κατέχουνε διάπλατο ουρανό.
Αν δέ και εἰς Ἰθάκη φτάναμε, πατρίδα γη,
ευθύς και για τον Ἠελίῳ Ὑπερίονα ναό πλουσιοπάροχο
θα φτιάξουμε, και μέσα εις αυτόν ἀγάλματα πολλὰ θ’ αφιερώσουμε και εκλεκτά.
Αν δὲ έχοντας χολωθεί (ολίγον) τι εκ των βοδιῶν ‘ὀρθοκραιράων’
το πλοίο θέλῃ ν’ απ’ ὀλέσει, ἕπωνται δε μετά απ’ αυτόν κι ἄλλοι θεοὶ
βούλομαι ἅπαξ με ένα κῦμα σκεπασμένος να ἀπ’ ὀλέσσω την ψυχή (μου),
παρ’ εδώ δα βρισκόμενος σε νήσο να στραγγίζω ερημική».
Ὧς είπε ο Εὐρύλοχος, κι οι ἄλλοι ἑταῖροι επαινούσαν.
Κι αυτοστιγμής από τα βόδια του Ἠλίου αρπάζοντες τα ἀριστα
από κει δα, διότι όχι μακριά του πλοίου με την πλώρη γαλανή
βοσκούσαν με τα κέρατα στριφτά όμορφα βόδια εὐρυμέτωπα,
και περικύκλωσαν αυτά κι ευχόντουσαν και στους θεούς,
θερίζοντας παραφυάδες δρυός με φύλλωμα που έφτανε στα ύψη·
γιατί δεν είχαν κρῖ λευκό -κριθάρι- μες στο πλοίο το καλό το καλοζυγισμένο.
Αφού μετά ευχήθηκαν καὶ ἔσφαξαν καὶ ἔγδαραν,
και αποκόψαν μηρούς και κατακάλυψαν με κνίσα
δίπτυχα αφού έφτιαξαν, και εις τους ώμους πάνω τοποθέτησαν αυτά
όμως δεν εἶχαν να αλείψουν τα σφαχτά επάνω με το μαύρο το κρασί μεθυστικό,
αλλά αφού ραντίσαν με νερό όλα τα σωθικά τα ψήναν από πάνω.

Ύστερ’ αφού το μπούτι κατεκάη και τελειώσανε τα σπλάχνα,
τεμάχισαν και όλα τ’ άλλα και τα περάσανε στις σούβλες.

Καὶ τότε έφυγε από τα βλέφαρά μου ο ὕπνος ο βαθύς,
και ξεκίνησα να πάω για το πλοίο το γοργό και την ακροθαλασσιά.
Ἀλλ’ ὅταν πια κοντά έφτανα όπως πήγαινα στο πλοίο το ευέλικτο,
καὶ τότε με ετύλιξε η κνίσα η ζεστή του λίπους (του λιωμένου).
Σκούζοντας δε απ’ τους ἀθάνατους θεούς ζητούσα δυνατά να μάθω τι είχε γίνει:
«Ζεῦ πάτερ κι οι ἄλλοι μάκαρες θεοὶ αἰώνια υπάρχοντες
εις μάτην μάλλον με κοιμήσατε μ’ αυτόν τον ύπνο το σκληρό,
ενώ αυτό το πλήρωμα έργο μεγάλο μένοντες σκεφτήκανε να πράξουν».
Και για τον Ἠελίῳ Ὑπερίονα ἦλθ’ αγγελιοφόρος μάνι-μάνι
η Λαμπετώ με τα πέπλα ν’ ανεμίζουν, για τ’ ότι βόδια αυτού σκοτώσαμε εμείς.
Κι ανάμεσα στους αθάνατους μετά είπε με χολωμένη την καρδιά:
«Ζεῦ πάτερ κι οι ἄλλοι μάκαρες θεοὶ αἰώνια υπάρχοντες,
Να τιμωρήσεις πρέπει τους ἑτάρους Λαερτιάδη Ὀδυσῆος,
που σκότωσαν καθ’ ὑπέρβαση τα βόδια μου, που με το να υπάρχουν βέβαια εγώ
χαιρόμουνα μὲν πηγαίνοντας εἰς οὐρανὸν ἀστερόεντα,
κι όποτε ύστερα επέστρεφα στη γη απ’ τα ουράνια.
Εἰ δέ μοι δεν πληρώσουν των βοδιών αρμόζουσα ἀμοιβήν,
θα δύσω εις τον Άδη και θα φωτίζω τους νεκρούς».
Και προς αυτόν ο νεφεληγερέτα Ζεύς είπε απαντώντας:
«Ἠέλιε, συνέχισε εσύ μὲν για τους ἀθάνατους να φέγγεις
και για φθαρτούς θνητούς στην εύφορη τη γη·
κι όσο γι’ αυτούς ἐγὼ τάχιστα πλοίο γρήγορο με άσπρο κεραυνό
ρίχοντας εδώ δα θε να τους κάψω μεσοπέλαγα στο κύμα».
Ετούτα δ’ ἐγὼ άκουσα της Καλυψώς (χαϊδεύοντας) τα όμορφα μαλλάκια·
κι η ίδια είπε απ’ τον Ἑρμή τα άκουσε τον άγγελο του Δία.
Ύστερ’ αφού κατέβηκα στο πλοίο και στη θάλασσα,
επέπληττα ἄλλους εδώ ἄλλον εκεί ἐπισταμένως, κι ούτε κανένα τέχνασμα
δυνάμεθα να βρούμε, ήδη και είχανε τα βόδια αποθάνει.
Κι αμέσως ἔπειτα γι’ αυτούς τέρατα και σημεία έδειχναν πρόβλεψη θεοί·
και έρπανε τα δέρματα, κι όπως τα κρέατα γυρίζανε στους οβελίες να βελάζουν,
και τα ψητά και τα ωμά, κι έμοιαζε η φωνή με των βοδιών.
Ἑξι ἔπειτα μὲν ημέρες αγαπημένοι μου ἑταῖροι
γευμάτιζαν μια πού ’χανε αρπάξει τα άριστα από τα βόδια του Ἠελίου.
Ἀλλ’ ὅταν ο Κρονίων Ζεὺς όρισε πια την ἕβδομη ημέρα,
καί τότ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο λαίλαπα διαρκείας
εμείς ευθύς από την άλλη ανεβαίνοντας σαλπάραμε για τον ευρύ τον πόντο
στήνοντας το κατάρτι και ανεβάζοντας λευκά πανιά.
Ἀλλ’ ὅταν πια αφήσαμε τὴ νῆσο, κι ούτε άλλη καμιά
εφαίνετο στεριά, ἀλλ’ οὐρανὸς και θάλασσα,
πια τότε κυανή νεφέλη ἔστησε ο Κρονίων
πάνω από το όμορφο το πλοίο, και κάτω απ’ αυτήν σκοτείνιασε ο πόντος.
Και μάλιστα γι’ αυτό χρόνος πολύς δεν πέρασε· διότι ἦλθε ευθύς
Ζέφυρος συντριπτικός μαζί με λαίλαπα μεγάλη ‘που σκοτώνει’,
δι’ ἔρρηξε δε τους προτόνους του ἱστοῦ η θύελλα τ’ ἀνέμου
ἀμφοτέρους· και το κατάρτι έπεσε ὀπίσω, κι όλα τα εξαρτήματα
σκορπίσανε ολόγυρα. Το δε λοιπόν εντός του πλοίου προς την πρύμνη
έπληξε κεφαλή του κυβερνήτη, συνέτριψε και τα οστά
απ’ το κεφάλι όλως διόλου· έτσι αυτός σα νά ’τανε στειλιάρι
κατέπεσε απ’ την εξέδρα, κι εγκατέλειψε οστά ψυχή που οδηγεί.
Και πέρα ως πέρα βρόντησε ο Ζεὺς και έριξε στο πλοίο κεραυνό·
και σείστηκε συθέμελα απ’ του Διὸς τον κεραυνό όπως επλήγη,
‘ἐνεπλῆτο' δὲ εκ θείου, και έπεσαν από το πλοίο οι ἑταῖροι.
Και με κουρούνες μοιάζοντας αυτοί γύρω από το μαύρο πλοίο
από τα κύματα σκεπάζονταν, κι ένας θεός τους στέρησε το νόστο.
Όμως εγώ (διέφυγα) στο πλοίο παραμένοντας, ώσπου τοιχώματα από
την τρόπη ξεκόλλησε κλυδωνισμός, και (από)ψιλωμένη αυτήν (μετ’)έφερε το κῦμα,
το δε κατάρτι σύρριζα κόπηκε απ’ την καρίνα. Παρ’ όλ’ αυτά επάνω του
βρισκότανε ο στάντζος, από βοϊδόπετσο φτιαγμένος·
μ’ αυτόν μαζί συνέδεσα, ὁμοῦ καρίνα-τρόπιν και κατάρτι (τον ἱστόν),
και καθισμένος πάνω τους παρέδερνα σ’ ανέμους.
Όπου μετά από αυτό Ζέφυρος μὲν ἐπαύσατο της λαίλαπας η βία,
ἐπ’ ἦλθε δε ο Νότος, φέρνοντας για μένα βάσανα στην ψυχή,
ώστε ακόμα (μια φορά) επρόκειτο με την ὀλέθρια τη Χάρυβδη να αναμετρηθούμε.
Ολονυχτίς φερόμουνα, κι ἅμα ανέτειλε ο ήλιος
ἦλθον ἐπὶ Σκύλλης σκόπελον και τη δεινή τη Χάρυβδη.
Αυτή μεν αναρούφηξε της θάλασσας ὕδωρ το ἁλμυρὸν ·
τότε ἐγὼ προς τον μακρὸν ἐρινεὸν αφού σηκώθηκα ψηλά,
από εκεί πιασμένος κρατιόμουνα ὡς νυκτερίδα. Πουθενά δεν εἶχα
οὔτε τα πόδια να στηρίξω σταθερά οὔτε κάπου ν’ ανέβω·
τις ῥίζες διότι εἶχα μακριά, κι οι κλώνοι ήταν κρεμασμένοι σε απόσταση,
μακροί μα και μεγάλοι, σκίαζαν δε τη Χάρυβδη από κάτω.
Με κόπο συγκρατιόμουν, μέχρι που ξέρασε ὀπίσσω
ἱστὸν καὶ τρόπιν κάποτε· και μού ’ρθανε που αδημονούσα
αργά· όπως και άμα για ἐπιδόρπιον ἀνδρας από την ἀγορά διέκοψε
κρίνων ως δικαστής φιλονικίες πολλά δικαζομένων διαφορών,
τότε πια βέβαια κι αυτά τα ξύλα φανήκανε να βγαίνουν απ’ τη Χάρυβδη.
Άφησα δε ἐγὼ τους από πάνω πόδας καὶ χεῖρες δυό όπως κρατιόντουσαν,
και εις το μέσο ρίχτηκα με πάταγο στα περιμήκη ξύλα όπως βγαίναν,
και καθ’ ἑζόμενος ἐπὶ αυτών κωπηλατούσα με τα χέρια τα δικά μου.
Σκύλλα δε ποτέ δεν άφησε πατὴρ ἀνδρῶν τε και θεῶν
να ξαναδώ· διότι δεν θα ξέφευγα ὄλεθρον αναπόφευκτο.
Και από κει μέρες ἐννιά φερόμουνα, τη δεκάτῃ δέ τη νύχτα εμέ
στη νῆσο Ὠγυγία προσέγγισαν οι θεοί, όπου η Καλυψὼ
μένει καλοσυνάτη (και καλοπλέξουδη), δεινή θεά λαλούσα,
που μ’ αγαπούσε και με στόλιζε. Γιατί αυτά για σας μυθολογεύω;
Ἤδη διότι χθες αυτά ἐντός του οἴκου περιέγραφα
και για εσέ και τη λεβέντισσα γυναίκα· ἐχθρὸν δέ για μένα είναι

για τη συνέχεια τα ἀριζήλως (μεγάλο ζήλο) ειπωμένα να περιγράφω».



 
Τελευταία επεξεργασία:
Νικόλαος Καμπάνης - Mentor

Νικόλαος Καμπάνης - Mentor

Μπλουζα Κάτω μέρος