Ομηρική διάλεκτος | Στίχοι | Νεοελληνική απόδοση |
Ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν, πολλῶν δ’ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω· πολλὰ δ’ ὅ γ’ ἐν πόντῳ πάθεν άλγεα ὃν κατὰ θυμόν, ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων. Ἀλλ’ οὐδ’ ὧς ἑτάρους ἐρρύσατο ἱέμενός περ· αὑτῶν γὰρ σφετέρῃσιν ατασθαλίῃσιν όλοντο, νήπιοι, οἱ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ. Τῶν ἁμόθεν γε, θεὰ θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν. Ἔνθ’ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον, οἴκοι ἔσαν πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν· τὸν δ’ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς νύμφη πότνι’ ἔρυκε Καλυψὼ δῖα θεάων ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι. Ἀλλ’ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν, τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἰκόνδε νέεσθαι εἰς Ἰθάκην, οὐδ’ ἔνθα πεφυγμένος ἦεν ἀέθλων καὶ μετὰ οἷσι φίλοισι. Θεοὶ 'δ’ ελέαιρον ἅπαντες νόσφι Ποσειδάωνος· ὁ δ’ ἀσπερχὲς μενέαινεν ἀντιθέῳ Ὀδυσῆι πάρος ἢν γαῖαν ἱκέσθαι. Ἀλλ’ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ’ ἐόντας Αἰθίοπας τοι διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν, οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δ’ ἀνιόντος, ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης. Ἔνθ’ ὅ γ’ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἀθρόοι ἦσαν. Τοῖσι δε μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο, τὸν ῥ’ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκταν’ Ὀρέστης· τοῦ ὅ γ’ ἐπιμνησθεὶς ἔπε’ ἀθανάτοισι μετηύδα· «Ὢ πόποι, οἷον δὴ νυ θεοὺς βροτοὶ αἰτιόωνται· ἐξ ἡμέων γάρ φασι κάκ’ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσιν, ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο γῆμ’ ἄλοχον μνηστήν, τὸν δ’ ἔκτανε νοστήσαντα, εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς, Ἑρμείαν πέμψαντες ἐύσκοπον ἀργεϊφόντην, μήτ’ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν· ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο, ὁππότ’ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης. Ὧς ἔφαθ’ Ἑρμείας, ἀλλ’ οὐ φρένας Αἰγίσθοιο πεῖθ’ ἀγαθὰ φρονέων· νῦν δ’ ἁθρόα πάντ’ ἀπέτισεν.» Τὸν 'δ’ ἠμείβετ’ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· «Ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων, καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ, ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτα γε ῥέζοι· ἀλλά μοι ἀμφ’ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ, δυσμόρῳ, ὅς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τ’ ὀμφαλός ἐστι θαλάσσης. Νῆσος δενδρήεσσα, θεὰ δ’ ἐν δώματα ναίει, Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὃς τε θαλάσσης. πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. Τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει, αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεὺς ἱέμενος καὶ καπνὸν ἀποθρώσκοντα νοῆσαι ἧς γαίης θανέειν ἱμείρεται, οὐδέ νυ σοί περ ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε; Οὐ νύ τ’ Ὀδυσσεὺς Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων Τροίῃ ἐν εὐρείῃ; Τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;» Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς. «Τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. Πως ἂν ἔπειτ’ Ὀδυσήος ἐγὼ θείοιο λαθοίμην, ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ’ ἱρὰ θεοῖσιν ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν; Ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν, ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη, Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος, ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα. Ἐκ τοῦ δὴ Οδυσῆα Ποσειδάων ἐνοσίχθων οὔ τι κατακτείνει, πλάζει δ’ ἀπὸ πατρίδος αἴης. Ἀλλ’ ἄγεθ’ ἡμεῖς οἵδε περιφραζώμεθα πάντες νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων ἀθανάτων αέκητι θεῶν ἐριδαινέμεν οἶος.» Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· «Ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων, εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν, νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε, Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα νύμφη ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν, νόστον Ὀδυσσήος ταλασίφρονος, ὥς κε νέηται· αὐτὰρ ἐγὼν Ἰθάκηνδ’ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω, εἰς ἀγορήν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ μῆλ’ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς. Πέμψω δ’ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα νόστον πευσόμενον πατρὸς φίλου, ἢν που ἀκούσῃ, ἠδ’ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.» Ὧς εἰπούσ’ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ’ ὑγρήν ἠδ’ ἐπ’ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο· εἵλετο δ’ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ, βριθὺ μέγα στιβαρόν, τῷ δάμνασι στίχας ἀνδρῶν ἡρώων, τοῖσί τε κοτέσσεται ὀβριμοπάτρη βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀίξασα, στῆ δ’ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος οὐδοῦ ἐπ’ αὐλείου, παλάμῃ δ’ ἔχε χάλκεον ἔγχος, εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ. Εὗρε δ' ἄρα μνηστῆρας ἀγήνορας· οἱ μὲν ἔπειτα πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί κήρυκες δ’ αυτοῖσι καὶ ὀτρηροὶ θεράποντες οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ, οἱ δ’ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας νίζον καὶ προτιθέν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο. Τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής· ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ, ὀσσόμενος πατέρ’ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη, τιμὴν δ’ αὑτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι. Τὰ φρονέων μνηστῆρσι μεθήμενος εἴσιδ’ Ἀθήνην, βῇ 'δ’ ἰθὺς προθύροιο, νεμεσσήθη δ’ ἐνὶ θυμῷ ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς χεῖρ’ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος, καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· «Χαῖρε, ξεῖνε, παρ’ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα δείπνου πασσάμενος μυθήσεαι, ὅττεό σε χρή.» Ὧς εἰπὼν ἡγεῖθ’, ἡ δ’ ἕσπετο Παλλὰς Ἀθήνη. Οἱ δ’ ὅτε δή ῥ’ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο, ἔγχος μὲν ῥ’ ἔστησε φέρων πρὸς κίονα μακρὴν δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα ἔγχε’ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά, αὑτὴν δ’ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας, καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν. Πὰρ δ’ αὑτὸς κλισμὸν θέτο ποικίλον ἔκτοθεν ἄλλων μνηστήρων, μὴ ξεῖνος ἀνιηθέίς ὀρυμαγδῷ δείπνῳ αδήσειεν, ὑπερφιάλοισι μετελθών, ἠδ’ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο. Χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. Σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλ’ ἐπιθεῖσα χαριζομένη παρεόντων· δαιτρός δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα· κῆρυξ δ’ αὐτοῖσιν θάμ’ ἐπῴχετο οἰνοχοεύων. Ἐς δ’ ἦλθον μνηστῆρες ἀγήνορες. Οἱ μὲν ἔπειτα ἑξείης ἕζοντο κατὰ κλισμοὺς τε θρόνους τε, τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισιν, κοῦροι δὲ κρητῆρας ἐπεστράψαντο ποτοῖο. Οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, μνηστῆρες τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλειν, μολπή τ’ ὀρχηστύς τε· τὰ γάρ τ’ ἀναθήματα δαιτός· κῆρυξ δ’ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν Φημίῳ, ὅς ῥ’ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκη. Ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν, αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ’ οἱ ἄλλοι· «Ξεῖνε φίλ’, ἦ καί μοι νεμεσήσεαι, ὅττι κεν εἴπω; Τούτοισιν μὲν ταῦτα μέλλει, κίθαρις καὶ ἀοιδή, ῥεῖ’, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν, ἀνέρος, οὗ δή που λεύκ’ ὀστέα πύθεται ὄμβρῳ κείμεν’ ἐπ’ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει. Εἰ κεῖνόν γ’ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα, πάντες κ’ ἀρησαίατ’ ἐλαφρότεροι πόδας εἶναι ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε. Νῦν δ’ ὁ μὲν ὧς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἥμιν θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων φῇσιν ἐλεύσεσθαι· τοῦ δ’ ὤλετο νόστιμον ἦμαρ. Ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· τίς, πόθεν εἰς ἀνδρῶν; Πόθι τοι πόλις ἠδὲ τοκῆες; Ὁπποίης τ’ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται ἤγαγον εἰς Ἰθάκην; Τίνες ἔμμεναι εὐχετόωντο; Οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδ’ ἱκέσθαι. Καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ ἐὺ εἰδῶ, ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιος ἐσσὶ ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων. Τὸν δ΄αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· «Τοιγὰρ ἐγώ τοι ταῦτα μάλ’ ἀτρεκέως ἀγορεύσω. Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω. Νῦν δ’ ὧδε ξὺν νηὶ κατήλυθον ἠδ’ ἑτάροισιν πλέων ἐπὶ οἴνοπα πόντον ἐπ’ ἀλλοθρόους ἀνθρώπους, ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ’ αἴθωνα σίδηρον. Νηῦς δέ μοι ἥδ’ ἕστηκεν ἐπ’ ἀγροῦ νόσφι πόληος, ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι. Ξεῖνοι δ’ ἀλλήλων πατρώιοι εὐχόμεθ’ εἶναι ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντ’ εἴρηαι ἐπελθὼν Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε ἔρχεσθ’, ἀλλ’ ἀπάνευθεν ἐπ’ ἀγροῦ πήματα πάσχειν γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε παρτιθεῖ, εὖτ’ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν ἑρπύζοντ’ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο. Νῦν δ’ ἦλθον· δὴ γάρ μιν ἔφαντ’ ἐπιδήμιον εἶναι, σὸν πάτερ’· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου· οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς, ἀλλ’ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσ’ ἀέκοντα. Αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω (οἵῳ), οὔτε τι μάντις ἐὼν οὒτ’ οἰωνών σάφα εἰδώς. Οὔ τοι ἔτι δηρὸν γε φίλης ἀπὸ πατρίδος αἴης ἔσσεται, οὐδ’ εἴ πέρ τε σιδήρεα δέσματ’ ἔχῃσιν· φράσσεται, ὥς καὶ νέηται, ἐπεὶ πολυμήχανός ἐστιν. Ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, εἰ δὴ ἐξ αὐτοῖο τόσος πάις εἰς Ὀδυσῆος. Αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ’ ἀλλήλοισιν, πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν· ἐκ τοῦ δ’ οὔτ’ Ὀδυσῆα ἐγὼν ἴδον οὔτ’ ἔμ’ ἐκεῖνος.» Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· «Τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ ἀτρεκέως ἀγορεύσω. Μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε οὑκ οἶδ’· οὐ γάρ πώ τις ἑὸν γόνον αὑτὸς ἀνέγνω. Ὡς δὴ ἐγώ γ’ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμεν. Νῦν δ’, ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων, τοῦ μ’ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτ’ ἐρεείνεις.» Τὸν δ’ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· «Οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια. Ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· τίς δαίς, τίς δὲ ὅμιλος ὅδ’ ἔπλετο; Τίπτε δέ σε χρεώ; Εἰλαπίνη ἦε γάμος; Ἐπεὶ οὑκ ἔρανος τάδε γ’ ἐστίν. Ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσιν δαίνυσθαι κατὰ δῶμα· νεμεσσήσαιτό κεν ἀνὴρ αἴσχεα πόλλ’ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.» Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα «Ξεῖν’, ἐπεὶ ἂρ' δὴ ταῦτά μ’ ανείρεαι ἠδὲ μεταλλᾷς, μέλλεν μέν ποτε οἶκος ὅδ’ ἀφνειὸς καὶ ἀμύμων ἔμμεναι, ὄφρ’ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν· νῦν δ’ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες, οἳ κείνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδ’ ἀκαχοίμην, εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν. τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί, ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ’ ὀπίσσω. Νῦν δέ μιν ἀκλειώς ἅρπυιαι ἀνηρείψαντο· οἴχετ’ ἄιστος ἄπυστος, ἐμοὶ δ’ ὀδύνας τε γόους τε κάλλιπεν. Οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδε’ ἔτευξαν. Ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, ἠδ’ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν, τόσσοι μητέρ’ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον. Ἡ δ’ οὔτ’ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὑτόν.» Τὸν δ’ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη· «Ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη. Εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσιν σταίη ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, τοῖος ἐών, οἷόν μιν ἐγὼ τὰ πρῶτα νόησα οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε, ἐξ Ἐφύρης ἀνιόντα παρ’ Ἴλου Μερμερίδαο· ᾤχετο γὰρ καὶ κεῖσαι θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλ’ ὁ μὲν οὔ οἱ δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας, ἀλλὰ πατὴρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αινῶς· τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· πάντες κ’ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. Ἀλλ’ ἦ τοι μὲν ταύτα θεῶν ἐν γούνασι κεῖται, ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί, οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα, ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο. Εἰ δ’ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων. Αὔριον εἰς ἀγορήν καλέσας ἥρωας Ἀχαιοὺς μῦθον πέφραδε πᾶσι, θεοὶ δ’ ἐπιμάρτυροι ἔστων. Μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι, μητέρα δ’, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, ἄψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο· οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα πολλὰ μάλ’, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι. Σοὶ δ’ αὑτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι. νῆ’ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη, ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο, ἤν τίς τοι εἴπῃσι βροτῶν ἢ ὅσσαν ἀκούσῃς ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν. Πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον, κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον· ὅς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων. Εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς, ἦ τ’ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν· εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδ’ ἔτ’ ἐόντος, νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι πολλὰ μάλ’, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι. Αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς, φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν, ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσιν κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν οὐδὲ τί σε χρὴ νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσί. Ἦ οὑκ ἀίεις, οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης πάντας ἐπ’ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα; Καὶ σύ, φίλος, μάλα γάρ σ’ ὁρόω καλὸν τε μέγαν τε, ἄλκιμος ἔσσ’, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ. Αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη ἠδ’ ἑτάρους, οἵ πού με μάλ’ ἀσχολόωσι μένοντες· σοὶ δ’ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.» Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· «Ξεῖν’, ἦ τοι μὲν ταῦτα φίλα φρόνεων ἀγορεύεις, ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὐ πότε λήσομαι αὐτῶν. Ἀλλ’ ἄγε νῦν ἐπίμεινον ἐπειγόμενός περ ὁδοῖο, ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ, δῶρον ἔχων ἐπὶ νῆα κίῃς χαίρων ἐνὶ θυμῷ, τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται ἐξ ἐμεῦ, οἷα φίλοι, ξείνοι ξείνοισι διδοῦσιν.» Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· «Μή μ’ ἔτι νῦν κατέρυκε λιλαιόμενόν περ ὁδοῖο. Δῶρον δ’, ὄττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ, αὖτις ἀνερχομένῳ δόμεναι οἰκόνδε φέρεσθαι, καὶ μάλα καλὸν ἑλῶν· σοὶ δ’ ἄξιον ἔσται ἀμοιβῆς.» Ἡ μὲν ἄρ’ ὧς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη, ὄρνις δ’ ὡς ἀνοπαῖα διέπτατο· τῷ δ’ ἐνὶ θυμῷ θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς μᾶλλον ἔτ’ ἢ τὸ πάροιθεν. Ὁ δὲ φρεσὶν ᾗσι νοήσας θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι. Αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς. Τοῖσι δ’ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ εἵατ’ ἀκούοντες· ὁ δ’ Ἀχαιῶν νόστον ἄειδεν λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη. Τοῦ δ’ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν κούρη Ἰκαρίοιο περίφρων Πηνελόπεια· κλίμακα δ’ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο, οὑκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ ἕποντο. Ἡ δ’ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα· ἀμφίπολος δ’ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. Δακρύσασα δ’ ἔπειτα προσηύδα θεῖον ἀοιδόν· «Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας, ἔργ’ ἀνδρὼν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί· τῶν ἓν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ οἶνον πινόντων· ταύτης δ’ ἀποπαύε’ ἀοιδῆς λυγρῆς, ἥ τέ μοι αἰὲν ἐνὶ στήθεσσι φίλον κῆρ τείρει, ἐπεὶ με μάλιστα καθίκετο πένθος ἄλαστον. Τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί, ἀνδρός, τοῦ κλέος εὐρὺ καθ’ Ἑλλάδα καὶ μέσον Ἄργος.» Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· «Μῆτερ ἐμή, τί τ’ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν τέρπειν, ὅππῃ οἱ νόος ὄρνυται; Οὔ νύ τ’ ἀοιδοὶ αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ. Τούτῳ δ’ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν· τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ’ ἄνθρωποι, ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται. Σοὶ δ’ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν· οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο. Ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σ’ αὐτῆς ἔργα κόμιζε, ἱστὸν τ’ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε ἔργον ἐποίχεσθαι· μῦθος δ’ ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δ’ ἐμοί· τοῦ γὰρ κράτος ἔστ’ ἐνὶ οἴκῳ.» Ἡ μὲν θαμβήσασα πάλιν οἰκόνδε βεβήκειν· παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ. Ἐς δ’ ὑπερῶ’ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν κλαῖεν ἔπειτ’ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. Μνηστῆρες δ’ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα, πάντες δ’ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι. Τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων· «Μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες, νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ τοιοῦδ’, οἷος ὅδ’ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν. Ἠῶθεν δ’ ἀγορήνδε καθεζώμεσθα κίοντες πάντες, ἵν’ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω ἐξιέναι μεγάρων· ἄλλας δ’ ἀλεγύνετε δαῖτας ὑμὰ κτήματ’ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους. Εἰ δ’ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι, κείρετ’· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας, αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι· νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε». Ὧς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν. Τὸν δ’ αὖτ’ Ἀντίνοος προσέφη, Ἐυπείθεος υἱός· «Τηλέμαχ’, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ ὑψαγόρην τ’ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν μὴ σέ γ’ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.» Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· «Ἀντίνο’, ἦ καί μοι νεμεσήσεαι, ὅττι κεν εἴπω; Καί κεν τοῦτ’ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι. Ἦ φὴς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι; Οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός. Ἀλλ’ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί, τῶν κέν τις τόδ’ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς· αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ’ ἡμετέροιο καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.» Τὸν δ’ αὖτ’ Εὐρύμαχος Πολύβου πάις ἀντίον ηὔδα· «Τηλέμαχ’, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται, ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν· κτήματα δ’ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις. Μὴ γὰρ ὅ γ’ ἔλθοι ἀνήρ, ὅς τίς σ’ ἀέκοντα βίηφιν κτήματ’ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης. Ἀλλ’ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι, ὁππόθεν οὗτος ἀνήρ· ποίης δ’ ἐξ εὔχεται εἶναι γαίης; Ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα; Ἠέ τιν’ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο, ἦ ἑὸν αὑτοῦ χρεῖος ἐελδόμενος τόδ’ ἱκάνει; Οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδ’ ὑπέμεινεν γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκειν». Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· «Εὐρύμαχ’, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο· οὔτ’ οὖν ἀγγελίῃς ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι, οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται. Ξεῖνος δ’ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν, Μέντης δ’ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.» Ὧς φάτο Τηλέμαχος, φρεσὶ δ’ ἀθανάτην θεὸν ἔγνω. Οἱ δ’ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν τρεψάμενοι τέρποντο, μένον δ’ ἐπὶ ἕσπερον ἐλθεῖν. Τοῖσι δε τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν· δὴ τότε κακκείοντες ἔβαν οἰκόνδε ἕκαστος. Τηλέμαχος δ’, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ, ἔνθ’ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων. Τῷ δ’ ἂρ’ ἅμ’ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα Εὐρύκλει’, Ὦπος θυγάτηρ Πεισηνορίδαο, τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν πρωθήβην ἔτ’ ἐοῦσαν, ἐεικοσάβοια δ’ ἔδωκεν, ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν, εὐνῇ δ’ οὔ ποτ’ ἔμικτο, χόλον δ’ ἀλέεινε γυναικός· ἥ οἱ ἅμ’ αἰθομένας δαΐδας φέρε, καὶ ἑ μάλιστα δμωάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα. ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο, ἕζετο δ’ ἐν λέκτρῳ, μαλακὸν δ’ ἔκδυνε χιτῶνα· καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν. Ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα, πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσιν βῆ ρ’ ἴμεν ἐκ θαλάμοιο, θύρην δ’ ἐπέρυσσε κορώνῃ ἀργυρέῃ, ἐπὶ δε κληῖδ’ ἐτάνυσσεν ἱμάντι. Ἔνθ’ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ, βούλευε φρεσὶν ᾗσιν ὁδόν, τὴν πέφραδ’ Ἀθήνη. | 5 10 15 20 25 30 35 40 45 50 55 60 65 70 75 80 85 90 95 100 105 110 115 120 125 130 135 140 145 150 155 160 165 170 175 180 185 190 195 200 205 210 215 220 225 230 235 240 245 250 255 260 265 270 275 280 285 290 295 300 305 310 315 320 325 330 335 340 345 350 355 360 365 370 375 380 385 390 395 400 405 410 415 420 425 430 435 440 | Άνδρα τραγούδησέ μου, μούσα, τον πιο σοφό, οποίος άλλο τόσο περιπλανήθηκε, αφότου πάτησε της Τροίας το κάστρο το ιερό, κι είδε τις πόλεις πολλών ανθρώπων και γνώρισε τη σκέψη· που βέβαια πολλές στη θάλασσα έπαθε συμφορές όπου κι ας μην το ήθελε στερήθηκε και την ψυχή και των συντρόφων επιστροφή. Αλλ’ ούτε όπως θα ’θελε μπόρεσε τους συντρόφους του να γλιτώσει· διότι οι ίδιοι χάθηκαν απ’ τις δικές τους ατασθαλίες, νήπιοι, που κατέφαγαν του Υπερίωνα Ήλιου βόδια· έτσι π’ αυτούς εστέρησε την πολυπόθητη επιστροφή. Που βέβαια για όλα αυτά πες μας και μας θεά του Δία θυγατέρα Κι ενώ όλοι οι άλλοι, όσοι ξεφύγαν απ’ του ολέθρου τη συμφορά, κι ήσαν στο σπίτι γλιτώνοντας από τη θάλασσα και τους πολέμους· αυτόν τον ίδιο που τόσο ήθελε το γυρισμό και τη γυναίκα η αγαπημένη νύμφη των θεών η Καλυψώ κρατούσε άντρα σε όμορφη σπηλιά θέλοντας να τον κάνει. Μα όταν το λοιπόν το πλήρωμα του χρόνου ήρθε κι όταν θεοί του έγραψαν σπίτι του να γυρίσει σε Ιθάκη, ούτε και τότε απέφυγε εκεί και τους αγώνες κοντά και στους δικούς του. Κι όλοι θεοί συμπόναγαν εκτός του Ποσειδώνα· και ο οποίος έμενε άστοργος έναντι του Δυσσέα προτού αυτός φτάσει στη γη του. Κι όταν εκειός μετοίκησε σ’ Αφρικανούς που ζούνε μακριά, τέτοιοι Αιθίοπες που είναι χωρισμένοι, πιο πέρα απ’ τους ανθρώπους, κι άλλοι σε δύση Υπερίωνος κι άλλοι που ανατέλλει, όπου θυσίες να χαρεί και των αρνιών και ταύρων. Εκεί όπου παρέμενε από φαΐ τερπόμενος βεβαίως· κι οι άλλοι το λοιπόν στου Δία του Ολύμπιου αθρόοι (ήσαν) στο παλάτι. και σε αυτούς ξεκίνησε να λέει ο των θεών και των ανδρών πατέρας· διότι η μνήμη τού ’φερε αξέχαστο τον Αίγισθο στη σκέψη, αυτόν με βία, τον Αγαμέμνονα Ορέστης που σκότωσε επιστρέφων· γι’ αυτόν βεβαίως λόγια που ενθυμήθηκε είπε στους αθανάτους· «Ωιμέ, πώς έτσι οι άνθρωποι εις τους θεούς ρίχνουνε την ευθύνη· διότι καθώς λεν’ όλα κακά από εμάς, και κείνοι ίδιοι από δικό τους φταίξιμο παθαίνουν συμφορές, όπως και τώρα Αίγισθος κατέστρεψε Ατρείδη που του μνηστεύθη σύζυγο, κι ως γύρναγε σκοτώνει, γνωρίζοντας τον όλεθρο, που ’μεις από τα πριν του λέμε, πού ’χαμε στείλει με σκοπό καλό Ερμή λευκό φαντασματένιο, να μη σκοτώσει και αυτόν ούτε τη σύζυγο μνηστή του· διότι η εκδίκηση για τον Ατρείδη απ’ τον Ορέστη θα ερχόταν κι όταν στην εφηβεία κι όταν εκείνου του ερχόταν. Όπως είπε ο Ερμής, μα τα μυαλά του Αίγισθου δεν έπειθε να σκέφτεται καλά· και τώρα όλ’ αυτά του τα ξεπλήρωσε.» Έπειτ’ η Αθηνά, θεά γαλανομάτα, απάντησε σ’ αυτόν· «Πατέρα μας όπου κι εσύ εξόντωσες πατέρα σου τον Κρόνο, άρχοντα στις τιμές, και ’κείνος βέβαια από δικό του μπλέξιμο παθαίνει συμφορές, πως κάποιος χάθηκε, που βέβαια με τέτοια ρεζιλίκια· μα το Δυσσέα σα σκεφτώ πληγώνετ’ η καρδιά μου, το δύσμοιρο, που μακριά πονάει απ’ τους γνωστούς του σ’ ένα αμφίκυρτο νησί, στη μέση της θαλάσσης. Νησί με δένδρα, που θεά μες στα παλάτια, του αλλοπαρμένου Άτλαντα η κόρη, που και θάλασσας ολόγυρα γνωρίζει τους βυθούς, κι έχει κολώνες μακριές ετούτος, που απ’ τη μια πατούν στη γη στην άλλη παν στ’ αστέρια. Του δυστυχή η κόρη αυτού κρατά κι ας υποφέρει, συνέχεια με μαλακά και τρυφερά λογάκια τον θέλγει για να λησμονεί κατόπιν την Ιθάκη· μα ο Δυσσέας τον καπνό φαντάζεται στα ύψη από τη γη που θα ’θελε να φτάσει κι ας πεθάνει, μα δεν εντρέπεται Ολύμπιε η καρδιά σου; Κι ούτε ότι ο Οδυσσεύς στα πλοία των Αργείων θυσίαζε τιμητικά κάνοντας προσφορές στις πεδιάδες της Τροίας; Πώς Ζεύ ετούτον τόσο τον μισείς;» Κι είπε σ’ αυτήν απάντηση συννεφιασμένος Ζεύς. «Τέκνον μου, απ’ το στόμα σου τι λόγος σου ξεφεύγει. πώς θα μπορούσα θεϊκό Δυσσέα να ξεχάσω, που ξεχωρίζει στους θνητούς απ’ το μυαλό, και στους θεούς θυσίες αθάνατους προσέφερε, οι που πλατύ τον ουρανό κατέχουν; Μα ο γαιήοχος ο Ποσειδών που πάντα παραμένει κεχολωμένος, το μάτι που του χάλασε του Κύκλωπα αυτός, Πολύφημο ισάξιο θεό, που είν’ αυτού η μεγαλύτερη η εξουσία σε Κύκλωπες πολλούς· κι νύμφη Θόωσα γέννησε, κόρη του εκλεκτού της θάλασσας του Φόρκυνα που είναι της βαθιάς, που σε πανέμορφες σπηλιές ενώθη με τον Ποσειδώνα. Γι’ αυτό λοιπόν τον Οδυσσεύ ο ενοσίχθων Ποσειδών δεν θέλει να σκοτώσει, κι απ’ την πατρίδα μακριά πάντα ταλαιπωρεί. Μ’ άντε κι εμείς να συσκεφτούμε όλοι γι’ αυτόν επιστροφή, όπως θα έλθει· κι ο Ποσειδών ας παραμείνει με το δικό του χόλο· και διότι δεν μπορεί ενάντια σε όλους τους αθανάτους τους θεούς με το στανιό μόνος του να ερίζει.» Έπειτα Αθηνά, θεά γαλανομάτα, απάντησε σ’ αυτόν· «Πατέρα μας Κρονίδη, μεγάλε στους θεούς, κι αν πρέπει τώρα τούτο οι μάκαρες μ’ αγάπη οι θεοί, για να γυρίσει σπίτι ο Οδυσσέας ο σοφός, κι έπειτα τον Ερμή λευκό φαντασματένιο του Δία παραστάτη να παροτρύνουμε στης Ωγυγίας το νησί, όπου γοργά στη νύμφη Καλυψώ την καλοδολοπλόκο απόφαση να πει, επιστροφή Οδυσσέα του ταλαιπωρημένου, ώστε να ετοιμάσει· τότε κι εγώ θα πάω στην Ιθάκη, ώστε το γιο με θάρρος και ορμή να παροτρύνω και να θέσω μέσα στο μυαλό στην αγορά αφού καλέσετε Αχαιούς τους πλέον ευσεβείς σε όλους του μνηστήρες ασκήσουν κριτική, για τ’ ότι πάντα σφάζουν κοπάδια ασύστολα και βόδια απ’ τα καλά. Κα εις την Σπάρτη στείλω σε Πύλο αμουδεερή τ’ αγαπημένου του πατρός γλυκιά επιστροφή, που κάπου αν ακούσει ώστε μια δόξα ασύγκριτη σ’ ανθρώπους ν’ αποκτήσει». Ως είπε και στα πόδια της τα πέδιλα της έδεσε καλά, καλά χρυσά αθάνατα, ’κείνα που φέρνουν στην υγρή τη γη και τη στεριά με την πνοή τ’ ανέμου· κι αρπάζει δόρυ ισχυρό, οξύ χαλκό κατεργασμένο, βαρύ μεγάλο στιβαρό, τέτοιο που να δαμάζει στίχους ανδρών ηρώων, γι’ αυτά και κοκορεύεται η του βαρύγδουπου πατέρα κατέβη με αλαλαγμό του Όλυμπου τις κορυφές, και στης Ιθάκης στάθηκε στο πρόθυρο Οδυσσέα μες στο δήμο επάνω στο κατώφλι, κι είχε το δόρυ στην παλάμη το χαλκό, στον ξένο-φίλο τον Ταφιό το Μέντη μοιάζοντας τον ηγέτη. Κι όπου μνηστήρες φαντασμένους συνάντησε εκεί· και οι οποίοι έπειτα με τους πεσσούς ενώπιον της πύλης παίζανε και χαίροταν η ψυχή σε δέρματα βοδιών απλωμένοι, τα που οι ίδιοι είχανε σκοτώσει· και κήρυκες κοντά τους κι εκπαιδευμένοι υπηρέτες οίνον οι μεν ανάδευαν με το νερό μες στους κρατήρες, τότε που οι άλλοι με σφουγγάρια τρυπητά τραπέζια καθαρίζουν και ακουμπούν, κι όπου απλώνουν κρέατα πολλά. Και πρώτος πρώτος κείνηνε κατάλαβε Τηλέμαχος που ’μοιαζε σα θεός· μες στους μνηστήρες στέκονταν με τα φτερά πεσμένα, πατέρα φανταζόταν ένδοξο, πως από κάπου ερχόμενος των μεν μνηστήρων μέσα απ’ τα παλάτια τη διασκέδαση θα χάλαγε, την δε τιμή θα είχε ο ίδιος να εξουσιάζει τα παλάτια τα δικά του. Ενώ σκεφτόταν όλ’ αυτά παρέα των μνηστήρων, την Αθηνά αντιλήφθηκε, πήγε στο πρόθυρο ευθύς, μαλώνοντας τον εαυτό του πως ξένος τον περίμενε προσμένοντας στητός· κι από κοντά στεκόμενοςι έσφιξε χέρι το δεξιό κι εδέχθηκε το χάλκινο κοντάρι, κι έτσι φωνάζοντάς του με λόγια που πετούν του είπε· «Ξένε, σε χαιρετώ, κοντά σε μας αγαπητός· αφού μετά το δείπνο σου χορτάσεις, πες μας αυτό που θέλεις». Κι ως είπε προηγήθηκε, και η Παλλάδα Αθηνά ακολουθούσε. Κι αφού λοιπόν επέρασαν μες στο ψηλό παλάτι, και φέρνοντας ακούμπησε στον κίονα το δόρυ... στην μακριά την για τα δόρατα την καλοσκαλισμένη υποδοχή, όπου και άλλα στέκονταν πολλά του Οδυσσέα τα δόρατα του δόλιου, κι εκείνην οδηγώντας την κάθισε σε θρόνο, στρώνοντας από κάτω, καλόν και σκαλισμένο· και κάτω απ’ τα πόδια έσπρωξε το σκαμνί. Δίπλα κι εκείνος κάθισμα έθεσε παρδαλό μακριά από τους άλλους μνηστήρες, μη ο φιλοξενούμενος απ’ τον ορυμαγδό έχοντας ταραχτεί το δείπνο αηδιάσει, σαν συναναστραφεί τους υπερφίαλους, μια που κι εκείνος για τον πατέρα που είν' φευγάτος θα ρωτούσε. Η δε αμφίπολος πρόχους για νίψιμο χεριών φέρνοντας ακουμπάει καλή - χρυσή πάνω σε λέβητ’ αργυρό, για να νιφθεί· και δίπλα σκαλιστή τράπεζα προσκομίζει. Σίτον δε με ευγένεια η οικονόμος φέρνοντας ακουμπούσε, εδέσματα πολλά που είχε αποθέσει αυτοί που παρευρίσκονταν για να χαρούν· κι ο κεραστής μες στα πινάκια παρέθεσε σηκώνοντας απ’ όλα, και παραθέτει κύπελλα σ’ αυτούς χρυσά· κι ο κήρυκας σ’ αυτούς τον οίνο τους σερβίρει. Εισέρχονταν και οι μνηστήρες οι υπερόπτες. Και οι οποίοι τότε καθόντουσαν με τη σειρά στους πάγκους και στους θρόνους, και για ετούτους κήρυκες χύναν νερό στα χέρια, κι υπηρεσίες σίτο στα κάνιστρα αποθέτουν, κι οι άνδρες τους κρατήρες ξεχείλισαν ποτό. Στα έτοιμα φαγητά που ήτανε μπροστά τους τα χέρια απλώναν. Κι αφού στο τέλος χόρτασαν πιοτί φαΐ χαρήκαν, κι αυτοί μνηστήρες μες στο μυαλό άλλα να προσδοκούν, χορό και το τραγούδι· γιατί αυτά κι αν είν’ του τραπεζιού τα καθιερωμένα· κι ο κήρυκας στο χέρι κιθάρα έβαλε πανέμορφη του Φήμιου, που απ’ ανάγκη τραγουδούσε στους μνηστήρες. Κι όπως αρχίζει με τη φόρμιγγα καλά να τραγουδεί, τότε ο Τηλέμαχος γυρνά και λέει στην Αθηνά που τον κοιτά με ενδιαφέρον πλησιάζοντας κοντά την κεφαλή, ώστε οι άλλοι να μην καταλάβουν· «Ξένε αγαπητέ, γι’ αυτά και μην κρατάς κακία για εμέ ό,τι κι αν πω. Γι’ αυτούς τα ενδιαφέροντα, κιθάρα και τραγούδι, ο χρόνος τρέχει, όσο το βιος το ξένο απλήρωτο μασάν, ανδρός, που πρέπει λευκά τα κόκαλα η βροχή να τα σκορπά πα’ σε στεριά ριγμένα, ή και το κύμα της θαλάσσης να κυλά. Κείνον που βέβαια αν έβλεπαν να ’ρχεται στην Ιθάκη, όλοι θα προτιμούσανε στα πόδια να ’ταν ελαφρότεροι παρά βαρύτεροι σε ρούχα και χρυσάφια. Και ’κείνον μεν που για κακή μας τύχη εχάθη, κι ούτε για μας κανείς να μας νοιαστεί, κάποιος αν είναι από όσους άνθρωπους πατούν τη γη και να μας πει πως θα ’ρθει· όμως χάθηκε γι’ αυτόν η πολυπόθητη επιστροφή. Αλλ’ άντε πες μου το αυτό κι ορμήνευσε χωρίς περιστροφές· ποιος και από ποιους ανθρώπους; Πού πόλη σου και οι γονείς; Και με ποιο πλοίο έφτασες· και πως εσένα ναύτες έφεραν στην Ιθάκη; Ποιοι καμαρώναν κι εύχονταν πως είναι;. Διότι δεν θαρρώ εσύ πεζός πως έφτασες εδώ. Και πες μου τούτο καθαρά, για να το καταλάβω, κι αν νέο που θα πεις και του πατέρα είσαι σαν φίλος απ' τα ξένα, γιατί πολλοί γνωρίσαν άνδρες το παλάτι το δικό άλλοι, καθότι και αυτός άλλων ανθρώπων ανταπέδιδε». Τότε η Αθηνά, θεά γαλανομάτα, γύρισε και του είπε· «Για σένα εγώ χωρίς περιστροφές όλα αυτά θα αγορεύσω.. Εύχομαι πως είμαι τ’ Αγχιάλου του σώφρονα ο Μέντης ο υιός, και ότι ηγούμαι των Ταφίων π’ αγαπάνε τα κουτιά. Και έτσι δα κατέπλευσα με πλοίο και συντρόφους πλέοντας σε αφρισμένη θάλασσα σ’ αλλόγλωσσους ανθρώπους, στην Τέμεση με το χαλκό, μετάλλευμα σιδήρου πάω. Εδώ και ώρα στάθηκε το πλοίο μου σ’ αγρό από την πόλη πίσω, κάτω από το δασωμένο Νήιο μέσα στου Ρείθρου το λιμάνι. Ευχόμαστε με τον πατέρα σου φίλοι από τα ξένα ότι είμαστε οι δυο μας εξ αρχής, κι αν θες το γέρο ρώτα άμα βρεις τον ήρωα Λαέρτη, αυτόν που λένε πως ποτέ στην πόλη πια δεν έρχεται, μα στον αγρό αποτραβήχτηκε φαρμάκια καταπίνων με την αμφίπολο γριά, που το φαΐ και το πιοτί του παραθέτει, όταν η κούραση τον καταβάλει κι όταν τα γόνατα λυγίσουν μέσα στο αμπέλι. Και τώρα ήλθα· διότι εφαντάστηκα σάμπως θα ’χε γυρίσει, πατέρας ο δικός σου· μα οι θεοί το δρόμο του εμποδίζουν· γιατί πάνω στη γη ο θεϊκός δεν πέθανε Οδυσσεύς, μα κάπου ζωντανός ακόμα μες στην πλατιά τη θάλασσα κρατιέται μες σε αμφίκυρτο νησί, όπου τον έχουν άνδρες τιποτένιοι άγριοι, αυτοί που κείνον τον κρατούν χωρίς τη θέλησή του. Έτσι τώρα εγώ θα σου μαντεύσω, αυτό που στην ψυχή αθάνατοι θα έβαζαν και που πιστεύω πως θα γίνει (για τον οποίο), ούτε σα μάντης να ’μουν, κι ούτε τους οιωνούς σαφώς πως ξεχωρίζω. Ούτε ακόμα διαρκώς από πατρίδα βέβαια μακριά αγαπημένη θα έμενε, ούτε κι αν αλυσίδες ακόμα τον κρατάνε· και πως να ξεκινήσει, σκαρφίζεται επειδή είναι ένας πολυμήχανος. Αλλ’ άντε πες μου το αυτό χωρίς περιστροφές καταμαρτύρησέ το, αν αυτουνού τέτοιο παιδί είσαι του Οδυσσέα. Και φανερά στην κεφαλή στα όμορφα τα μάτια μοιάζεις με κείνον, καθώς συχνά-πυκνά παρέα κάναμε μ’ αυτόν, προτού στην Τροία βέβαια τον οδηγήσουν, όπως και άλλοι απ’ τους Αργείους άριστοι πήγαν μέσα σε κοίλο πλοίο· και από τότε ούτε εγώ τον Οδυσσέα είδα, ούτε εμέ εκείνος». Με μια συγκίνηση Τηλέμαχος τότε απάντησε σ’ αυτά· «Αυτά για σε φιλοξενούμενε, εγώ χωρίς πολλές περιστροφές θα αγορεύσω. Κι η μάνα μου πως είμ’ αυτού μου λέει, πράγμα που βέβαια εγώ δεν ξέρω· γιατί κανείς δεν τη γνωρίζει ο ίδιος την καταγωγή. Που βέβαια εγώ θα είχα κέρδος τέτοιος αν ήμουνα υιός ανδρός, τα πλούτη του οποίου στα γηρατειά θε να τον φέρναν. Και τώρα, αυτός που αποδιοπομπαίος στους θνητούς εγένετο ανθρώπους, αυτού που λες κατάγομαι, όταν εσύ για τούτα με ρωτάς». Τότε η Αθηνά, θεά γαλανομάτα, γύρισε και του είπε· «Ούτε και τη γενιά σου οι θεοί ανώνυμη οπίσω κάναν, τέτοιον εσ’ επειδή έκαν’ η Πηνελόπη. Αλλ’ άντε πες μου το αυτό χωρίς περιστροφές καταμαρτύρησέ το· ποια μάζωξη, ποιος όμιλος αυτό που 'παίζει'; Πες μου που σου ζητώ; Γλέντι ή μήπως γάμος; Καθ’ ότι ετούτα έρανος δεν είναι βέβαια. Σάμπως μου μοιάζουν υπερόπτες υβριστές να τρωγοπίνουν στο παλάτι· απ’ τα οποία ένας άνδρας θα αηδιάσει αίσχη πολλά σαν δει, όποιος βρεθεί κοντά τους βεβαίως για μια στιγμή». Με μια συγκίνηση Τηλέμαχος τότε απάντησε σ’ αυτήν· «Φιλοξενούμενε, καθώς αυτά που με ρωτάς και έτσι συμπεραίνεις, δεν επρόκειτο να γίνουν ετούτος 'δω ο οίκος πλούσιος κι απαράμιλλος θα έμενε, αν ευρισκόταν τώρα δα ’κείνος ο άνδρας μες στην πόλη· μα τώρα αλλιώς θέλαν οι θεοί σκεφτόμενοι κακό και οι οποίοι ’κείνον άφαντο τον έκαναν σε όλους τους ανθρώπους, καθ’ ότι δεν απέθανε έτσι να υποφέρω, όπως να’ χε λυγίσει ανάμεσα σε σύντροφους μπροστά στης Τροίας το λαό σ’ αγαπημένων χέρια, καθώς θα τον εδάμαζε ο πόλεμος. για το οποίο τύμβο οι Αχαιοί όλου του κόσμου θα ποιούσαν, και στο παιδί του τότε μεγάλη δόξα θ’ άφηνε οπίσω με αγάπη. Μα τώρα άδοξα (και άκλαυτο) τον άρπαξαν οι άρπυες· έφυγε δίχως γυρισμό – άφαντος, και οδύνες για μένα και το στεναγμό άφησε. Κι ούτε τόσο εκείνον οδυρόμενος δεν αδικώ τον ίδιο, καθώς για μένα οι θεοί άλλα κακά έχουν γραμμένα. Γιατί όσοι άριστοι μες στα νησιά επικρατούν, και στο Δουλίχι και στη Σάμη και μες στη Ζάκυνθο τη δασωμένη, κι όσοι από τους πλούσιους που εξουσιάζουν την Ιθάκη τόσοι μητέρα μου ζητούν σε γάμο και ξοδεύουνε το βιός μου. Το γάμο ούτε αρνείται εκείνη το σκληρό μη τελειωμό μπορεί να δώσει· και ’κείνοι τρώγοντας ξοδεύουνε τον οίκο το δικό μου· ίσως κι εμε γοργά τον ίδιο να ξεκάνουν». Σ’ αυτόν με αγανάκτηση γυρνά και λέει η Παλλάδα· «Ωιμέ, πόσο μεγάλη τώρα που λείπει ο Οδυσσεύς ντροπή, όπου και θα ’κοβε τα χέρια απ’ τους μνηστήρες τους αναιδείς. Διότι αν ερχόμενος στην πρώτη του παλατιού την πόρτα σταθεί έχοντας και πηλίκιο δυο δόρατα κι ασπίδα τέτοιος, που πρωταντίκρισα εγώ μες στο δικό μου σπίτι πίνοντα και τερπόμενο από την Έφυρα γυρίζοντα στον Ίλο Μερμερίδη· καθώς περνούσε και προσέγγισε με το γοργό καράβι ο Οδυσσέας ζητώντας δηλητήριο, μέσα για να μουσκέψει βέλη με χάλκινη αιχμή· αλλά εκείνος σε αυτόν σταλιά δεν έδωκε. επειδή φοβόταν τους θεούς από παλιά, αλλ’ ο πατέρας τού το έδωσε ο δικός μου ...γιατί λαμπρά τον αγαπούσε· σαν τέτοιος στους μνηστήρες ο Οδυσσεύς να έφτανε κοντά· όλοι γληγοροπέθαντοι θα γίνονταν με μιας και πικροπαντρεμένοι. Μα όλα τούτα έγκεινται σε μια παράκληση προς τους θεούς άμα γυρίζοντας τους τα πληρώσει, ή και όχι, σ’ αυτούς μες στα παλάτια· και σένα σε παρακινώ, όπως από το μέγαρο απομακρύνεις τους μνηστήρες. Κι άντε αν θες τα λόγια μου να βάλεις με το νου σου. Αύριο στην αγορά αφού καλέσω τους ήρωες των Αχαιών πες σ’ όλους το «σενάριο» και μάρτυρες θα είναι οι θεοί. Μνηστήρες μεν στα σπίτια τους να σκορπιστούν, μητέρα δε, αν η ψυχή να παντρευτεί την παροτρύνει, αμέσως στο μεγάλο του πατρός το μέγαρο μπορεί να επιστρέψει· και όπου γάμο θε να τελέσουν και να μαζέψουν δώρα τόσο πολλά, όσα ταιριάζουν τ’ αγαπημένο του παιδί ν’ ακολουθούν. Και για εσένα σοβαρά προτείνω, και πείθεσαι αν θέλεις. αρματώνοντας καράβι πού 'ναι απ’ όλα πιο καλό, είκοσι κωπηλατών, πήγαινε του πατρός μαθαίνοντας αν σπίτι επιστρέφει, που θα στην πει κάποιος θνητός ή όσα ακούσεις από το Δία, τέτοια που φέρνει μάλιστα δόξα μες στους ανθρώπους. Πρώτα μεν στην Πύλο ελθέ και ρώτα Νέστορα τον θεϊκό, και από κει στη Σπάρτη παρά ξανθό Μενέλαο· που ήλθε τελευταίος από τους χαλκοχίτωνες τους Αχαιούς. Κι αν τυχόν για του πατέρα τη ζωή και την επιστροφή ακούσεις, και ένα χρόνο να αντέξεις παρ’ ότι επείγεσαι πολύ· κι άμα ακούσεις ότι πέθανε και δεν υπάρχει πια, αφού γυρίσεις έπειτα σ’ αγαπημένη γη την πατρική κι ένα μνημείο να του φτιάξεις και να στολίσεις με κτερίσματα πολλά και περισσότερα απ’ όσα συνηθούν, και τη μητέρα δώσε σ' έναν άνδρα. Κι αφού ετούτα τα τελειώσεις μαζί και με τις τελετές, να λογαριάσεις στο μυαλό και στην ψυχή κατόπιν, πως μες στο μέγαρο σου τους μνηστήρες θα εξοντώσεις ή με δόλο ή φανερά τίποτα δεν είναι να σε κάνει να παιδιαρίζεις, καθώς δεν είσαι πια μικρός. Ή δεν αναγνωρίζεις, ποια δόξα έλαβε Ορέστης θεϊκός μες στους ανθρώπους, αφ’ ότου τον πατροφονιά εξόντωσε, Αίγισθο με τη δόλια σκέψη, που σκότωσε τον ένδοξό του τον πατέρα; Και συ, αγαπητός, διότι σ’ αντικρίζω μεγάλο και καλό, είσαι αγωνιστής, έτσι που κάποιος απ’ τους απογόνους καλά θα πει. Ετούτη τη στιγμή εγώ στο γρήγορο καράβι θα κατεβώ και στους συντρόφους, αυτούς που γίνονται αργόσχολοι έτσι που περιμένουν· μελέτησέ το αυτό, και βάλ’ τα λόγια μου στο νου σου». Με μια συγκίνηση Τηλέμαχος τότε απάντησε σ’ αυτήν· «Ξένε, και τούτα αγαπητά σκεφτόμενος τα αγορεύεις, όπως πατέρα στο παιδί του, κι αυτά δεν πρόκειται να τα ξεχάσω. Αλλ’ άντε μείνε μια στιγμή μη βιάζεσαι στο δρόμο, ώσπου λουσμένος και τερπόμενος στα φύλλα της καρδιάς σου, λαμβάνοντας και δώρο να πας στο πλοίο που να χαρεί η ψυχή, τιμητικό, πολύ καλό, για σε κειμήλιο θα είναι από εμέ, τέτοια που φίλοι στους ξένους που φιλοξενούν χαρίζουν». Έπειτα Αθηνά, θεά γαλανομάτα, απάντησε σ’ αυτόν· «Μη με κρατάς ακόμα τώρα που θέλω να πάρω δρόμο. Δώρο δ’, ότι κι αν μου δώσεις η καρδιά σου επιθυμεί, όταν θα επιστρέψω δώστο μου στο σπίτι να το φέρω, κι όταν το πάρω πολύ καλό· και σου αξίζει ανταμοιβή». Και μόλις τό 'πε έφυγε γλαυκώπις Αθηνά, όπως πτηνό πετά και κατοπτεύει· και μέσα στην ψυχή του έθεσε θάρρος και ορμή, κι υπέμνησε για τον πατέρα ακόμα πιο πολύ από το παρελθόν. Καταλαβαίνοντας με το μυαλό του θαμπώθηκ’ η ψυχή· διότι πίστεψε πως ήτανε θεός. Κι αμέσως επανήλθε στους μνηστήρες σαν άνθρωπος ισόθεος. Γι’ αυτούς ο αοιδός τραγούδαγε λαμπρά, οι δε σιωπηρά αμίλητοι ακούγαν· που έψαλλε των Αχαιών το γυρισμό το θλιβερό, που απ’ την Τροία «έστησε» η Παλλάδα. Αυτού την όμορφη λαλιά «έπιασε το αυτί» στο υπερώο της Πηνελόπης της σοφής του Ικάριου της κόρης· κι απ’ την ψηλή την κλίμακα από το δώμα της κατέβη, όχι μονάχη, αλλ’ ασφαλώς και δύο έποντο αμφίπολοι. Κι όταν λοιπόν η θεϊκή γυναίκα έφθασε στους μνηστήρες, παρά την κεντρική καλοφτιαγμένη την κολώνα κοντοστάθηκε ανασηκώνοντας στα μάγουλα τα απαλά μαντήλια· κι αμφίπολος πιστή παρέστη σε αυτήν και από δω και από κει. Έπειτα δακρυσμένη είπε και προς τον θεϊκό τον αοιδό· «Φήμιε, καθώς άλλα πολλά γνωρίζεις που θέλγουν τους θνητούς, κι έργα ανθρώπων και θεών, αυτά που υμνούν οι αοιδοί· κι ένα από αυτά βεβαίως παραμένοντας σ’ αυτούς τραγούδα κι αυτοί σιωπηρά πίνοντας το κρασί· και πάψε αυτό το άσμα το μελαγχολικό, αυτό στα στήθη πάντοτε τα φυλλοκάρδια μου πληγώνει, έτσι που μάλιστα το πένθος μου τ’ αβάσταχτο έχει φωλιάσει. Γιατί μια τέτοια κεφαλή ποθώ που τη θυμάμαι πάντα, ανδρός, του ένδοξου σε όλη την Ελλάδα και μες στο Άργος». Με μια συγκίνηση Τηλέμαχος τότε απάντησε σ’ αυτήν· «Μητέρα μου, γιατί φθονείς αγαπημένο αοιδό που τέρπει, όποτ’ ο νους του φτερουγίζει; Και δεν είναι αοιδοί οι αίτιοι, μα πάντα αίτιος ο Ζευς, κι ο οποίος δίνει για τους κοινούς ανθρώπους, όπως τ’ αρέσει, για καθέναν. Η νέμεσις δεν είναι για αυτόν των Δαναών παθήματα σαν άδει· γιατί αυτήν τη σύνθεση μάλλον οι άνθρωποι θέλουν ν’ ακούν, που κάποια λένε πως νεότατη ακούγεται (και είναι της μοδός). Και σένα η ψυχή και η καρδιά σου ν’ ακούει πρέπει να τολμά· γιατί δεν είναι μόνο ο Οδυσσεύς που απώλεσε επιστροφής τη μέρα στην Τροία, κι άλλοι πολλοί άνθρωποι απωλέσθηκαν. Αλλά πηγαίνοντας στο σπίτι για κοίτα τις δικές σου τις δουλειές, και τον ιστό και το πλεχτό, και αμφιπόλους διάταζε δουλειά τους να φροντίζουν· και οι περιγραφές τους άνδρες αφορούν όλους, και μάλιστα εμέ· γιατί σ’ εμέ ανήκει του σπιτιού η εξουσία». Και θαμπωμένη πάλι αυτή κατευθύνθηκε στα ενδότερα του οίκου· γιατί τα σοβαρά τα λόγια του παιδιού, έβαλε στην ψυχή. Κι αφού ανέβηκε στο υπερώο συν τις αμφίπολες γυναίκες εκλαιγε έπειτα τον Οδυσσέα αγαπημένο σύζυγο, ώσπου σ’ αυτής ύπνο γλυκύ τα βλέφαρα έβαλ’ η Αθηνά γαλανομάτα. Ομάδες-ομάδες κι οι μνηστήρες στις άκρες του μεγάρου, και όλοι θέλαν κοντά σ’ αυτήν στο στρώμα να ξαπλώσουν. Σε τούτους κι ο Τηλέμαχος άρχισε με συγκίνηση να λέει· «Μνηστήρες της μητρός μου εξωπραγματική έχοντες ύβριν, ας ευχαριστηθούμε τώρα τρώγοντας, κι ούτε βοή να υπάρχει, γιατί ετούτο είναι καλό ν’ ακούμε αοιδό τέτοιο, όπως αυτός, απ’ τους θεούς νά ’χει φωνή μες στο μυαλό του. Και την αυγή στην αγορά θα κάτσουμε πηγαίνοντας όλοι, για να απαγγείλω τ’ αποχαιρετισμού το λόγο για ν’ απομακρυνθείτε απ’ το παλάτι· και άλλα να επιλέξετε τραπέζια δική σας κατατρώγοντας περιουσία γυρίζοντας σε σπίτια. Κι αν φαίνεται σ’ εσάς σωστότερο αυτό και οικονομικό πως είναι, ενός ανδρός το βιος τσάμπα να ξοδευτεί. ας είναι· κι εγώ θ’ απευθυνθώ προς τους θεούς τους αθανάτους, Έ ρε κι ο Ζευς να δώσει κι όσα έχουν γίνει να ξεπληρώσει· και απροστάτευτοι μετά μες στα παλάτια να χαθείτε». Σαν είπε, και τότε όλοι εδάγκωσαν τα χείλια Τηλέμαχο θαυμάζοντες, π’ αγόρευε με θάρρος. Τότε σ’ αυτόν είπε ο Αντίνοος, ο γιος του Ευπείθη: «Τηλέμαχε, πρέπει οι ίδιοι οι θεοί καλά να σε διδάσκουν αφ’ υψηλού να αγορεύεις και να ’χεις θράσος· μη βέβαια μες στη διθάλασση Ιθάκη βασιλιά αυτός που σκότωσε τον Κρόνο σ’ αναδείξει, κάτι που θα σου άνηκε απ’ του πατέρα τη γενιά». Με μια συγκίνηση σ’ αυτόν απάντησ’ ο Τηλέμαχος· «Αντίνοε, πως και να με μισήσεις, ό,τι κι αν είπω; Και τούτο θα ’θελα αν άρεσε βεβαίως του Διός για να το δώσει. Ή λες τούτο το πιο κακό που έτυχε σ’ ανθρώπους; Διότι και δεν είν’ κακό να βασιλεύεις· αμέσως και το σπίτι λέγεται αρχοντικό κι ο ίδιος δέχεσαι τιμές. Μα τέτοιοι βασιλιάδες Αχαιοί είναι και άλλοι πολλοί μες στη διθάλασση Ιθάκη, νέοι ακόμα και παλιοί, απ’ τους οποίους κάποιος τούτο θα ’χει, επειδή πέθανε ο θεϊκός Δυσσέας· τότε εγώ θα είμ' αφεντικό στο σπίτι το δικό μου μα και στους δούλους που μου άφησε ο Οδυσσέας ο θεϊκός». Και τότε σε αυτόν Ευρύμαχος Πολύβου παις απάντησε· «Τηλέμαχε, άμα για σένα’ αυτά έγκεινται στη χάρη των θεών, αυτός που στη διθάλασση Ιθάκη θα βασιλεύσει Αχαιούς· κι ο ίδιος θα ’χεις κτήματα και στα δικά σου κτίσματα εσύ θα διαφεντεύεις. Και βέβαια ας μη βρεθεί αυτός, αυτός που με το ζόρι θα σου αρπάξει πλούτο, όσο υπάρχει η Ιθάκη. Αλλά θέλω, «χρυσέ μου» να μας πεις και για τον ξένο, αυτός ο άνδρας από που· και από ποια καμάρωνε πως είναι χώρα; Πούθε κρατά η σκούφια του κι η πατρική του γη; Μη κάποια αγγελία έφερε πως έρχετ’ ο πατέρας, ή για υπόθεση του ίδιου π’ αναζητά φτάνει εδώ; Πως έφυγε έτσι ξαφνικά, και δεν παρέμεινε να γνωριστούμε· γιατί δεν του φαινότανε κάτι κακό στην όψη». Αμέσως ο Τηλέμαχος τ’ απάντησε συγκινημένος· «Ευρύμαχ’ έτσι εχάθη πατρός μου η επιστροφή· και ούτε πια δεν πείθομαι σε αγγελίες, αν από κάπου θά 'ρθει, ούτε μ΄αγγίζει πρόβλεψη θεού, που κάποιον η μητέρα καλώντας μες στο μέγαρο ρωτά να εξακριβώσει έναν μάντη. Φίλος ο Αίνος του πατέρα μου αυτός είναι από την Τάφο, Μέντιης και καμαρώνει του σοφού ότι είναι του Αγχίαλου υιός, και διαφεντεύει Τάφιους που τα κουπιά αγαπάνε». Σαν τό ’πε ο Τηλέμαχος, και στο μυαλό του αναγνώρισε αθάνατη θεά. Και κείνοι στο χορό και στο τραγούδι το συγηνευτικό τέρπονταν αφού στραφήκαν, και μείναν μέχρι να ’ρθει η βραδιά. Κι όσο τερπόντουσαν αυτοί ήλθε η μαύρη νύχτα· και τότε με βαριά καρδιά πήγε ο καθένας σπίτι. Ο δε Τηλέμαχος, όπου ο θάλαμός του μες στην πανέμορφη αυλή χτισμένος υψηλός σε χώρο σκεπαστό, πήγε εκεί για το κρεβάτι πολλά μες στο μυαλό στριφογυρίζοντας. Μαζί του μ’ αναμμένες δάδες πήγαινε η σεβαστή γλυκιά Ευρύκλεια, θαλαμηπόλος η κόρη του Πεισινορίδη, που κάποτ’ ο Λαέρτης εξαγόρασε με πλο΄τη απ' τα δικά του προέφηβη σαν ήταν κι έδωσε αξία ίση μ’ είκοσι βοδιών, και την τιμούσε ίσα με τη γυναίκα του τη σεβαστή μες στα παλάτια, και στο κρεβάτι δεν επλάγιασε ποτέ, και τη γυναίκα του φοβόταν· με αναμμένες δάδες αυτή τον έφερε, και πόσο περισσότερο από τις δούλες αγαπούσε, και τον ετάιζε σαν ήτανε μικρός. και έσπρωξε τις θύρες θαλάμου του καλοφτιαγμένου, και στο κρεβάτι κάθισε, κι έβγαλε μαλακό χιτώνα· και στης γριάς τα χέρια τον έβαλε τσαλακωμένο. Κι αυτή αφού ξεζάρωσε και τέντωσε χιτώνα, στου πάσαλου το άγκιστρο τον κρέμασε δίπλα σε κλίνες τορνευτές· βγήκε από το θάλαμο, και τράβηξε τη θύρα απ' την κορώνη την αργυρή, και πάνω στο κλειδί τέντωσε τον ιμάντα. Εκεί όπου βεβαίως αυτός όλη τη νύχτα, μέχρι τ’ αυτιά κεκαλυμμένος σκεφτόταν στο μυαλό του αυτό το δρομολόγιο που τού ’πε η Αθηνά. |
Τελευταία επεξεργασία: