Ομηρική διάλεκτος | Στίχοι | Νεοελληνική απόδοση |
---|---|---|
Τῇ δ᾽ ἄρ᾽ ἐπὶ φρεσὶ θῆκε θεὰ, γλαυκῶπις Ἀθήνη, κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ, τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον ἐν μεγάροις Ὀδυσῆος ἀέθλια καὶ φόνου ἀρχήν. Κλίμακα δ᾽ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο, εἵλετο δὲ κληῖδ᾽ ἐυκαμπέα χειρὶ παχείῃ καλὴν χαλκείην· κώπη δ᾽ ἐλέφαντος ἐπῆεν. Bῆ δ᾽ ἴμεναι θαλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος, χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη ἰοδόκος, πολλοὶ δ᾽ ἔνεσαν στονόεντες ὀιστοί, δῶρα, τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας Ἴφιτος Εὐρυτίδης ἐπιείκελος ἀθανάτοισιν. Τὼ δ᾽ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. Ἦ τοι Ὀδυσσεὺς ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλεν· μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν νηυσὶ πολυκλήισι τριηκόσι᾽ ἠδὲ νομῆας. Τῶν ἕνεκ᾽ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες. Ἴφιτος αὖθ᾽ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο δώδεκα θήλειαι, ὑπὸ δ᾽ ἡμίονοι ταλαεργοί· αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο, ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον, φῶθ᾽ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων, ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ, σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ᾽ οὐδὲ τράπεζαν τὴν, ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν, ἵππους δ᾽ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισιν. Tὰς ἐρέων Ὀδυσῆι συνήντετο, δῶκε δὲ τόξον, τὸ πρὶν μέν ῥ᾽ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ κάλλιπ᾽ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσιν. Tῷ δ᾽ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν, ἀρχὴν ξεινοσύνης προσκηδέος, οὐδὲ τραπέζῃ γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν Ἴφιτον Εὐρυτίδην ἐπιείκελον ἀθανάτοισιν, ὅς οἱ τόξον ἔδωκε. Τὸ δ᾽ οὔ ποτε δῖος Ὀδυσσεὺς ἐρχόμενος πολεμόνδε μελαινάων ἐπὶ νηῶν ᾑρεῖτ᾽, ἀλλ᾽ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο κέσκετ᾽ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης. Ἡ δ᾽ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν οὐδόν τε δρύινον προσεβήσετο, τόν ποτε τέκτων ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν, ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ᾽ ἐπέθηκε φαεινάς, αὐτίκ᾽ ἄρ᾽ ἥ γ᾽ ἱμάντα θοῶς ἀπέλυσε κορώνης, ἐν δὲ κληῖδ᾽ ἧκε, θυρέων δ᾽ ἀνέκοπτεν ὀχῆας ἄντα τιτυσκομένη. Τὰ δ᾽ ἀνέβραχεν ἠύτε ταῦρος βοσκόμενος λειμῶνι, τόσ᾽ ἔβραχε καλὰ θύρετρα πληγέντα κληῖδι, πετάσθησαν δέ οἱ ὦκα. Ἡ δ᾽ ἄρ᾽ ἐφ᾽ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ ἕστασαν, ἐν δ᾽ ἄρα τῇσι θυώδεα εἵματ᾽ ἔκειτο. Ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός. Ἑζομένη δὲ κατ᾽ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα, κλαῖε μάλα λιγέως, ἐκ δ᾽ ᾕρεε τόξον ἄνακτος. Ἡ δ᾽ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο, βῆ ῥ᾽ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς τόξον ἔχουσ᾽ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην ἰοδόκον· πολλοὶ δ᾽ ἔνεσαν στονόεντες ὀιστοί. Tῇ δ᾽ ἄρ᾽ ἅμ᾽ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος. Ἡ δ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα, ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. Aὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον· «Κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα ἐχράετ᾽ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τιν᾽ ἄλλην μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε, ἀλλ᾽ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα. Ἀλλ᾽ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ᾽ ἄεθλον. Θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο· ὃς δέ κε ῥηίτατ᾽ ἐντανύσῃ βιὸν ἐν παλάμῃσιν καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων, τῷ κεν ἅμ᾽ ἑσποίμην νοσφισσαμένη τόδε δῶμα κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο, τοῦ ποτὲ μεμνήσεσθαι ὀίομαι ἔν περ ὀνείρῳ.» Ὧς φάτο, καί ῥ᾽ Ἐύμαιον ἀνώγει, δῖον ὑφορβόν, τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον. Δακρύσας δ᾽ Ἐύμαιος ἐδέξατο καὶ κατέθηκεν· κλαῖε δὲ βουκόλος ἄλλοθ᾽, ἐπεὶ ἴδε τόξον ἄνακτος. Ἀντίνοος δ᾽ ἐνένιπεν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· «Νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες, ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾟ τε καὶ ἄλλως κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσ᾽ ἀκοίτην. Ἀλλ᾽ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε κλαίετον ἐξελθόντε, κατ᾽ αὐτόθι τόξα λιπόντε, μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀίω ῥηϊδίως τόδε τόξον ἐύξοον ἐντανύεσθαι. Οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν, οἷος Ὀδυσσεὺς ἔσκεν. Ἐγὼ δέ μιν αὐτὸς ὄπωπα· καὶ γὰρ μνήμων εἰμί, πάις δ᾽ ἔτι νήπιος ἦα.» Ὧς φάτο, τῷ δ᾽ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπειν νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου· ἦ τοι ὀιστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότ᾽ ἀτίμα ἥμενος ἐν μεγάροις, ἐπὶ δ᾽ ὤρνυε πάντας ἑταίρους. Τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο· «Ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων. Μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα, ἄλλῳ ἅμ᾽ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα· αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ. Ἀλλ᾽ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ᾽ ἄεθλον, οἵη νῦν οὐκ ἔστι γυνὴ κατ᾽ Ἀχαιίδα γαῖαν, οὔτε Πύλου ἱερῆς οὔτ᾽ Ἄργεος οὔτε Μυκήνης· οὔτ᾽ αὐτῆς Ἰθάκης οὔτ᾽ ἠπείροιο μελαίνης· καὶ δ᾽ αὐτοὶ τό γε ἴστε· τί με χρὴ μητέρος αἴνου; Ἀλλ᾽ ἄγε μὴ μύνῃσι παρέλκετε, μηδ᾽ ἔτι τόξου δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν. Καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην. Εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου, οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ λείποι ἅμ᾽ ἄλλῳ ἰοῦσ᾽, ὅτ᾽ ἐγὼ κατόπισθε λιποίμην, οἷός τ᾽ ἤδη πατρὸς ἀέθλια κάλ᾽ ἀνελέσθαι.» Ἦ καὶ ἀπ᾽ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμων. Πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν, ἀμφὶ δὲ γαῖαν ἔναξε. Τάφος δ᾽ ἕλε πάντας ἰδόντας, ὡς εὐκόσμως στῆσε, πάρος δ᾽ οὐ πώ ποτ᾽ ὀπώπειν. Στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν. Τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων, τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ, νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου. Καί νύ κε δή ῥ᾽ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων, ἀλλ᾽ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ. Τοῖς δ᾽ αὖτις μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο· «Ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τ᾽ ἔσομαι καὶ ἄκικυς, ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρ᾽ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. Ἀλλ᾽ ἄγεθ᾽, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε, τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.» Ὧς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε, κλίνας κολλητῇσιν ἐυξέστῃς σανίδεσσιν· αὐτοῦ δ᾽ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. Τοῖσιν δ᾽ Ἀντίνοος μετέφη Ἐυπείθεος υἱός· «Ὄρνυσθ᾽ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι, ἀρξάμενοι τοῦ χώρου, ὅθεν τέ περ οἰνοχοεύει.» Ὧς ἔφατ᾽ Ἀντίνοος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος. Λειώδης δὲ πρῶτος ἀνίστατο Οἴνοπος υἱός, ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν ἷζε μυχοίτατος αἰεί· ἀτασθαλίαι δέ οἱ οἴῳ ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν. Ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ. Στῆ δ᾽ ἄρ᾽ἐπ᾽οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν, οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων ἀτρίπτους ἁπαλάς. Μετὰ δὲ μνηστῆρσιν ἔειπεν· «Ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος· πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθ᾽ ἕνεκ᾽ αἰεὶ ἐνθάδ᾽ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα. Νῦν μέν τις καὶ ἔλπετ᾽ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν· αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται, ἄλλην δή τιν᾽ ἔπειτα Ἀχαιιάδων ἐυπέπλων μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κ᾽ἔπειτα γήμαιθ᾽, ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.» Ὧς ἄρ᾽ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκεν, κλίνας κολλητῇσιν ἐυξέστῃς σανίδεσσιν· αὐτοῦ δ᾽ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ ἕζετ᾽ ἐπὶ θρόνου, ἔνθεν ἀνέστη. Ἀντίνοος δ᾽ ἐνένιπεν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· «Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, δεινόν τ᾽ ἀργαλέον τε, νεμεσσῶμαι δέ τ᾽ ἀκούων, εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι. Οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ οἷόν τε ῥυτῆρα βιοῦ τ᾽ ἔμεναι καὶ ὀιστῶν· ἀλλ᾽ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.» Ὧς φάτο, καί ῥ᾽ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν· «Ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ, πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπ᾽ αὐτοῦ· ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος, ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ, τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.» Ὧς φάθ᾽, ὁ δ᾽ αἶψ᾽ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ, πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπ᾽ αὐτοῦ ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος. Τῷ ῥα νέοι θάλποντες ἐπειρῶντ᾽, οὐδ᾽ ἐδύναντο ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν. Ἀντίνοος δ᾽ ἔτ᾽ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής, ἀρχοὶ μνηστήρων· ἀρετῇ δ᾽ ἔσαν ἔξοχ᾽ ἄριστοι. Τὼ δ᾽ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμ᾽ ἄμφω βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο· ἐκ δ᾽ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς. Ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς, φθεγξάμενός σφ᾽ ἐπέεσσι προσηύδα μειλιχίοισιν· «Βουκόλε καὶ σύ συφορβέ, ἔπος τί κε μυθησαίμην, ἦ αὐτὸς κεύθω; Φάσθαι δέ με θυμὸς ἀνώγει. Ποῖοί κ᾽ εἶτ᾽ Ὀδυσῆι ἀμυνέμεν, εἴ ποθεν ἔλθοι ὧδε μάλ᾽ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι; Ἤ κε μνηστήρεσσιν ἀμύνοιτ᾽ ἦ Ὀδυσῆι; Εἴπαθ᾽, ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.» Τὸν δ᾽ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· «Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ, ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων· γνοίης χ᾽, οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.» Ὧς δ᾽ αὔτως Ἐύμαιος ἐπεύχετο πᾶσι θεοῖσιν νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. Αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέ᾽ ἀνέγνω, ἐξαῦτίς σφ᾽ ἐπέεσσιν ἀμειβόμενος προσέειπεν· «Ἔνδον μὲν δὴ ὅδ᾽ αὐτὸς ἐγώ· κακὰ πολλὰ μογήσας ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. Γιγνώσκω δ᾽, ὡς σφῶιν ἐελδομένοισιν ἱκάνω οἴοισι δμώων· τῶν δ᾽ ἄλλων οὔ τευ ἄκουσα εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ᾽ ἱκέσθαι. Σφῶιν δ᾽, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω. Εἴ χ᾽ ὑπ᾽ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματ᾽ ὀπάσσω οἰκία τ᾽ ἐγγὺς ἐμεῖο τετυγμένα, καί μοι ἔπειτα Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον. Εἰ δ᾽ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω, ὄφρα μ᾽ ἐῢ γνῶτον πιστωθῆτόν τ᾽ ἐνὶ θυμῷ, οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι Παρνησόνδ᾽ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.» Ὧς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς. Τὼ δ᾽ ἐπεὶ εἰσιδέτην ἐύ τ᾽ ἐφράσσαντο ἕκαστα, κλαῖον ἄρ᾽ ἀμφ᾽ Ὀδυσῆι δαΐφρονι χεῖρε βαλόντε καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους. Ὧς δ᾽ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσεν. Καί νύ κ᾽ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε· «Παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω. Ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδ᾽ ἅμα πάντες, πρῶτος ἐγώ, μετὰ δ᾽ ὔμμες. Ἀτὰρ τόδε σῆμα τετύχθω. Ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί, οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην· ἀλλὰ σύ, δῖ᾽ Ἐύμαιε, φέρων ἀνὰ δώματα τόξον ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶν κληῖσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας, ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε προβλώσκειν, ἀλλ᾽ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ. Σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς κληῖσαι κληῖδι, θοῶς δ᾽ ἐπὶ δεσμὸν ἰῆλαι.» Ὧς εἰπὼν εἰσῆλθε δόμους ἐὺ ναιετάοντας· ἕζετ᾽ ἔπειτ᾽ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη. Ἐς δ᾽ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος. Εὐρύμαχος δ᾽ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα, θάλπων ἔνθα καὶ ἔνθα σέλαι πυρός. Ἀλλά μιν οὐδ᾽ ὧς ἐντανύσαι δύνατο, μέγα δ᾽ ἔστενε κυδάλιμον κῆρ. Ὀχθήσας δ᾽ ἄρα εἶπεν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· «Ὢ πόποι, ἧ μοι ἄχος περί τ᾽ αὐτοῦ καὶ περὶ πάντων. 2 Οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι ἀχνύμενός περ· εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιίδες, αἱ μὲν ἐν αὐτῇ ἀμφιάλῳ Ἰθάκῃ, αἱ δ᾽ ἄλλῃσιν πολίεσσιν· ἀλλ᾽ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν ἀντιθέου Ὀδυσῆος, ὅ τ᾽ οὐ δυνάμεσθα τανύσσαι τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.» Τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη Ἐυπείθεος υἱός· «Εὐρύμαχ᾽, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός. Νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο ἁγνή· τίς δέ κε τόξα τιταίνοιτ᾽; Ἀλλὰ ἕκηλοι κάτθετ᾽· ἀτὰρ πελέκεάς γε καὶ εἴ κ᾽ εἰῶμεν ἅπαντας ἑστάμεν· οὐ μὲν γάρ τιν᾽ ἀναιρήσεσθαι ὀίω, ἐλθόντ᾽ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. Ἀλλ᾽ ἄγετ᾽, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν, ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα· ἠῶθεν δὲ κέλεσθε Μελάνθιον αἰπόλον αἰγῶν αἶγας ἄγειν, αἳ πᾶσι μέγ᾽ ἔξοχοι αἰπολίοισιν, ὄφρ᾽ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.» Ὧς ἔφατ᾽ Ἀντίνοος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος. Τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. Οἱ δ᾽ ἐπεὶ οὖν σπεῖσάν τε πίον θ᾽, ὅσον ἤθελε θυμός, τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς· «Κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης· ὄφρ᾽ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει· Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα λίσσομ᾽, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπεν, νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν· ἠῶθεν δὲ θεὸς δώσει κράτος, ᾧ κ᾽ ἐθέλῃσιν. Ἀλλ᾽ ἄγ᾽ ἐμοὶ δότε τόξον ἐύξοον, ὄφρα μεθ᾽ ὑμῖν χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτ᾽ ἐστὶν ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν, ἦ ἤδη μοι ὄλεσσεν ἄλη τ᾽ ἀκομιστίη τε.» Ὧς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν, δείσαντες, μὴ τόξον ἐύξοον ἐντανύσειεν. Ἀντίνοος δ᾽ ἐνένιπεν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· «Ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδ᾽ ἠβαιαί. Οὐκ ἀγαπᾷς, ὃ ἕκηλος ὑπερφιάλοισι μεθ᾽ ἡμῖν 0 δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις μύθων ἡμετέρων καὶ ῥήσιος; Οὐδέ τις ἄλλος ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει. Οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ᾽αἴσιμα πίνῃ. Οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα, ἄασ᾽ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο, ἐς Λαπίθας ἐλθόνθ᾽. Ὁ δ᾽ ἐπεὶ φρένας ἄασεν οἴνῳ, μαινόμενος κάκ᾽ ἔρεξε δόμον κάτα Πειριθόοιο. Ἥρωας δ᾽ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε ἕλκον ἀναΐξαντες, ἀπ᾽ οὔατα νηλέι χαλκῷ ῥῖνάς τ᾽ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς ᾔιεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ. Ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη, οἷ δ᾽ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων. Ὧς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηὶ μελαίνῃ εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, πέμψομεν· ἔνθεν δ᾽ οὔ τι σαώσεαι. Ἀλλὰ ἕκηλος πῖνέ τε, μηδ᾽ ἐρίδαινε μετ᾽ ἀνδράσι κουροτέροισιν.» Τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια· «Ἀντίνο᾽, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ᾽ ἵκηται. Ἔλπεαι, αἴ χ᾽ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας, οἴκαδέ μ᾽ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν; Οὐδ᾽ αὐτός που τοῦτό γ᾽ ἐνὶ στήθεσσιν ἔολπεν· μηδέ τις ὑμείων τοῦ γ᾽ εἵνεκα θυμὸν ἀχεύων ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.» Τὴν δ᾽ αὖτ᾽ Εὐρύμαχος Πολύβου πάις, ἀντίον ηὔδα· «Κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, οὔ τί σε τόνδ᾽ ἄξεσθαι ὀιόμεθ᾽, οὐδὲ ἔοικεν, ἀλλ᾽ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν, μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν· ‘ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν· ἀλλ᾽ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δ᾽ ἧκε σιδήρου’. Ὧς ἐρέουσ᾽, ἡμῖν δ᾽ ἂν ἐλέγχεα ταῦτα γένοιτο.» Τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια· «Εὐρύμαχ᾽, οὔ πως ἔστιν ἐυκλεῖας κατὰ δῆμον ἔμμεναι, οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν ἀνδρὸς ἀριστῆος· τί δ᾽ ἐλέγχεα ταῦτα τίθεσθε; Οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ᾽ εὐπηγής, πατρὸς δ᾽ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός. Ἀλλ᾽ ἄγε οἱ δότε τόξον ἐύξοον, ὄφρα ἴδωμεν. Ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, δώσω δ᾽ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν, καὶ ξίφος ἄμφηκες, δώσω δ᾽ ὑπὸ ποσσὶ πέδιλα, πέμψω δ᾽, ὅππη μιν κραδίη θυμός τε κελεύει.» Τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· «Μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο κρείσσων, ᾧ κ᾽ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι, οὔθ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν, οὔθ᾽ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο· τῶν οὔ τίς μ᾽ ἀέκοντα βιήσεται, αἴ κ᾽ ἐθέλωμι καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι. Ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽ αὐτῆς ἔργα κόμιζε, ἱστόν τ᾽ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε ἔργον ἐποίχεσθαι. Τόξον δ᾽ ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δ᾽ ἐμοί· τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ οἴκῳ.» Ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκειν· παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ. Ἐς δ᾽ ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν κλαῖεν ἔπειτ᾽ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. Αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός· μνηστῆρες δ᾽ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν· ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· «Πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα, πλαγκτέ; Τάχ᾽ αὖ σ᾽ ἐφ᾽ ὕεσσι κύνες ταχέες κατέδονται οἶον ἀπ᾽ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.» Ὧς φάσαν, αὐτὰρ ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ, δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν. Τηλέμαχος δ᾽ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνειν· «Ἄττα, πρόσω φέρε τόξα· τάχ᾽ οὐκ ἐὺ πᾶσι πιθήσεις· μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι, βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι. Αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματ᾽ ἔασιν, μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην· τῷ κε τάχα στυγερῶς τιν᾽ ἐγὼ πέμψαιμι νέεσθαι ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.» Ὧς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπ᾽ αὐτῷ ἡδὺ γέλασσαν μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο Τηλεμάχῳ. Τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης ἐν χείρεσσ᾽ Ὀδυσῆι δαΐφρονι θῆκε παραστάς. Ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν· «Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια, κληῖσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας, ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε προβλώσκειν, ἀλλ᾽ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.» Ὧς ἄρ᾽ ἐφώνησεν, τῇ δ᾽ ἄπτερος ἔπλετο μῦθος, κλήισεν δὲ θύρας μεγάρων ἐὺ ναιεταόντων. Σιγῇ δ᾽ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε, κλήισεν δ᾽ ἄρ᾽ ἔπειτα θύρας ἐυερκέος αὐλῆς. Κεῖτο δ᾽ ὑπ᾽ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης βύβλινον, ᾧ ῥ᾽ ἐπέδησε θύρας, ἐς δ᾽ ἤιεν αὐτός. Ἕζετ᾽ ἔπειτ᾽ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη, εἰσορόων Ὀδυσῆα. Ὁ δ᾽ ἤδη τόξον ἐνώμα πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα, μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος. Ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· «Ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων. Ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται, ἢ ὅ γ᾽ ἐφορμᾶται ποιησέμεν· ὡς ἐνὶ χερσὶ νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.» Ἄλλος δ᾽ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων· «Αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν, ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.» Ὧς ἄρ᾽ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς, αὐτίκ᾽ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη, ὡς ὅτ᾽ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς ῥηιδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν, ἅψας ἀμφοτέρωθεν ἐυστρεφὲς ἔντερον οἰός, ὧς ἄρ᾽ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς. Δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς· ἡ δ᾽ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν. Μνηστῆρσιν δ᾽ ἄρ᾽ ἄχος γένετο μέγα, πᾶσι δ᾽ἄρα χρὼς ἐτράπετο· Ζεὺς δὲ μεγάλ᾽ ἔκτυπε σήματα φαίνων· γήθησέν τ᾽ ἄρ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς, ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάις ἀγκυλομήτεω. Εἵλετο δ᾽ ὠκὺν ὀιστόν, ὅ οἱ παρέκειτο τραπέζῃ γυμνός· τοὶ δ᾽ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης κείατο, τῶν τάχ᾽ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι. Τόν ῥ᾽ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε, αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δ᾽ ὀιστὸν ἄντα τιτυσκόμενος, πελέκεων δ᾽ οὐκ ἤμβροτε πάντων πρώτης στειλειῆς, διὰ δ᾽ ἀμπερὲς ἦλθε θύραζε ἰὸς χαλκοβαρής. Ὁ δὲ Τηλέμαχον προσέειπεν· «Τηλέμαχ᾽, οὔ σ᾽ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν, οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται. Νῦν δ᾽ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τ᾽ ἀναθήματα δαιτός.» Ἦ καὶ ἐπ᾽ ὀφρύσι νεῦσεν· ὁ δ᾽ ἀμφέθετο ξίφος ὀξὺ Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο, ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δ᾽ ἄρ᾽ αὐτοῦ πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ. | 5 10 15 20 25 30 35 40 45 50 55 60 65 70 75 80 85 90 95 100 105 110 115 120 125 130 135 140 145 150 155 160 165 170 175 180 185 190 195 200 205 210 215 220 225 230 235 240 245 250 255 260 265 270 275 280 285 290 295 300 305 310 315 320 325 330 335 340 345 350 355 360 365 370 375 380 385 390 395 400 405 410 415 420 425 430 | Κι έτσι σ’ εκείνης το μυαλό έβαλε η θεά, γλαυκώπις Αθηνά, στην κόρη του Ικάριου, με σκέψη περιστροφική στην Πηνελόπη,να θέσει σίδερο ψαρί και τόξο στους μνηστήρες στου Οδυσσέα τα μέγαρα πρωτάθλημα και την αρχή του φόνου. Και κλίμακα ανέβηκε ψηλή προς το δωμάτιό της, και κλείδα έπιασε ευλύγιστη με το αφράτο χέρι τη χάλκινη και όμορφη· κι έπιασε ελεφάντινη λαβή. Και κατευθύνθηκε στον θάλαμο μαζί με τις αμφίπολες γυναίκες τον πέρα τελευταίο· κι όπου εκεί κειμήλια εκείτοντο του άνακτος, χαλκός μα και χρυσός κι ο σίδηρος ο στερεός (ο καλοδουλεμένος) Όπου και τόξο έκειτο με ήχο όταν παλλόταν μαζί με τη φαρέτρα υποδοχή βελών, πολλές και μέσα ήσαν σαΐτες που πονούν, δώρα, τα πού ’δωκε σ’ αυτόν φίλος από τα ξένα που ‘‘πέτυχε’’ στη Λακεδαίμονα ο Ευρυτίδης Ίφιτος τελείως όμοιος των αθανάτων. Και στη Μεσσήνη με αυτόν οι δρόμοι τους συμπέσανε αλλήλων μέσα στου επιδέξιου Ορτίλοχου τον οίκο. Ήτοι ο Οδυσσεύς ήλθε κατόπιν χρέους, που ο δήμος όλος σε αυτόν ανέθεσε διότι αιγοπρόβατα “σηκώσανε” Μεσσήνιοι άνδρες εξ Ιθάκης με πλοία φορτηγά (μέσα απ’ τα μαντριά) τριακόσια και με τους βοσκούς. Ένεκ’ αυτών οδόν πολλή (σ’ αποστολή) ήλθε ο Οδυσσεύς από (μακριά) παιδί ακόμα· προώθησε διότι ο πατήρ κι οι γέροντες οι άλλοι. Ίφιτος απ’ την άλλη αναζητώντας ίππους, που κλάπηκαν από αυτόν δώδεκα θηλυκές, και κάτω (απ’ το μαστό) ημίονοι που αντέχουν τη δουλειά· τα που και έπειτα γι’ αυτόν αιτία φόνου θα εγένοντο και μοίρας ριζικό, στου Δία τον υιό αφίκετο επειδή που “η ψυχή του να το λέει” (κρατερή), παλικαρά τον Ηρακλή, μεγάλων έργων πολυθρύλητο, ο που τον κατασκότωσε φιλοξενούμενος κι ας ήταν μες στο σπίτι το δικό του, άθλιος, δεν φοβήθηκε τη μήνιν των θεών ούτε και το τραπέζι αυτό, το που παρέθεσε γι’ αυτόν· έπειτα δε από αυτό σκότωσε και τον ίδιο, κράτησε και αυτός ίππους με δυνατές οπλές μέσα στο κάστρο (το δικό του). Αναζητώντας (όλα) αυτά με Οδυσσέα συναντήθηκε, και έδωκε το τόξο, αυτό μεν πριν που έφερε ο Εύρυτος ο μέγας, ύστερα στο παιδί του αποθνήσκων εγκατέλειψε εντός των ανακτόρων υψηλών. Σ’ αυτόν δε Οδυσσεύς ξίφος οξύ και έδωκε ακόντιο ‘‘γενναίο’’, αρχή εγκάρδιας φιλίας απ’ τα ξένα, σ’ ένα τραπέζι όμως δεν γνωρίστηκαν ο ένας με τον άλλο· διότι πριν εσκότωσε του Δία ο υιός τον Ευρυτίδη Ίφιτο που έμοιαζε στους αθανάτους, αυτός που έδωκε το τόξο σε αυτόν. Και που ποτέ ευλογημένος Οδυσσεύς ερχόμενος στον πόλεμο επάνω σε καράβια μελανά δεν επιθύμησε (να πάρει), αλλά αυτού σαν αναμνηστικό φίλου από τα ξένα μέσα στ’ ανάκτορα αποθήκευσε, ενώ επάνω στη δική του γη κυκλοφορούσε με αυτό. Και όταν εκείνη πια αφίκετο στο θάλαμο αυτόν των γυναικών ευλογημένη και δρύινο προσέγγισε κατώφλι, που κάποτε αρχιτέκτονας αυτό λάξευσε (και το σμίλεψε) με προσοχή και ίσιωνε στη στάθμη, και έμπηξε κολώνες, και θύρες στέριωσε στιλπνές, αμέσως βέβαια αυτή έλυσε τον ιμάντα απ’ την κορώνη, κι έβαλε το κλειδί, και στων θυρών διείσδυσε τις εσοχές από απέναντι ταιριάζοντας. Κι αυτά βρυχήθηκαν σαν να ’ταν ένας ταύρος βόσκοντας στο λιβάδι, τόσο καλά εμούγκρισε (μηχανισμός) στα όμορφα πορτόφυλλα όπως τα διαπέρασε κλειδί, και ξεσφραγίστηκαν μ’ αυτό γοργά. Κι έτσι λοιπόν ανέβηκε επί σανίδας υψηλής· όπου και τα σεντούκια ήτανε ποστιασμένα, και μέσα σε αυτά ενδύματα εκείτοντο με άρωμα (για προστασία) Από εκεί αφού τεντώθηκε το τόξο από πάσσαλο ξεκρέμασε με τη δικιά του θήκη, αυτήν-ε τη γυαλιστερή που το ‘‘προστάτευε’’. Και καθισμένη προς στιγμή, αφού μ’ αγάπη ακούμπησε επάνω εις τα γόνατα έκλαιγε με λυγμούς μεγάλους, και έσυρε το τόξο του άνακτα έξω (από τη θήκη). Κι αφού λοιπόν εχόρτασε αυτή το δάκρυ το πολύ το γοερό, κίνησε για το μέγαρο να συναντήσει τους μνηστήρες τους αγέρωχους έχοντας τόξο μες στο χέρι που όταν πάλλεται δονείται και φαρέτρα που δέχεται τα βέλη· και μέσα ήτανε πολλές σαΐτες στεναγμού. Παράλληλα γι’ αυτήν έφεραν οι αμφίπολες κασόνι, όπου εντός ο “σίδηρος” κείτο πολύς και ο “χαλκός”, τα εξαρτήματα γι’ αυτό το άθλημα του άρχοντα. Και όταν στους μνηστήρες πια αφίκετο αυτή των γυναικών ευλογημένη, στης στέγης κοντοστάθηκε κολόνα την καλοφτιαγμένη, ανασηκώνοντας στα μάγουλα τα απαλά μαντήλια, κι αμφίπολος πιστή παρέστη σε αυτήν και από ’δω και από ’κεί. Άμεσα δε μετά μίλησε στους μνηστήρες και είπε μια κουβέντα: «Ακούστε με, αγέρωχοι μνηστήρες, αυτοί που το σαλόνι αυτό έχετε “καπαρώσει” για να τρώτε και να πίνετε μ’ επιμονή για πάντα ανδρός χρόνο πολύν που λείπει μακριά· αλλ’ ούτε κάποια άλλη με λόγια πρόφαση ν’ αρθρώσετε μπορείτε, αλλά εμέ πως έρχεστε να παντρευτείτε και να κάνετε γυναίκα. Αλλ’ άντε, μνηστήρες, επειδή ετούτο φαίνετ’ έπαθλο. Θα θέσω διότι μέγα τόξο του Οδυσσέα θεϊκού κι όποιος τεντώσει ευκολότερα χορδή μες στις παλάμες και σαΐτα κάνει να διέλθει από πάντες δώδεκα πελέκεις αυτόν και θ’ ακολούθαγα, αφήνοντας αυτό το μέλαθρον οπίσω συζυγικό, πανέμορφο, πού ’ναι γεμάτο πλούτο που κάποτε σαν όνειρο πιστεύω θα θυμάμαι». Ως τόπε και τον Εύμαιο διέταξε, χοιροβοσκό ευλογημένο, τόξο να θέσει στους μνηστήρες και το θαμπό το σίδηρο.Εδέχθηκε κι ο Εύμαιος με δάκρυα στα μάτια και κάτω τοποθέτησε· έκλαιγε κι ο βουκόλος απ’ αλλού, είδε επειδή του άρχοντα το τόξο. Όμως Αντίνοος επέπληξε, και έλεγε κουβέντες και ονομάτιζε μ’ αυτό: «Νήπιοι αγρότες, εφήμερα φρονώντες, α δειλοί οι δυο (χαμένοι), τι το ρίξατε στο δάκρυ και σε τούτης της γυναίκας την ψυχή ανανταριάζετε στα στήθια; Κι έτσι κι αλλιώς κουρνιάζει μες στους πόνους η ψυχή, αγαπημένον επειδή απώλεσε τον άντρα. Αλλά χωρίς μιλιά δειπνήστε καθισμένοι, ή απ’ τη θύρα αν θα κλαίτε να εξέλθετε οι δυο, καταλείποντας τα τόξα επί τόπου (και) οι δυο, στων μνηστήρων τον αγώνα της υπέρβασης· διότι δεν πιστεύω εύκολα αυτό το τόξο το καλό το “δουλεμένο” πως μπορεί να τεντωθεί. Κανείς διότι τέτοιος άνδρας ανάμεσα σ’ όλους αυτούς, ο Οδυσσέας όπως ήταν. Κι εγώ ο ίδιος είδα (με τα μάτια μου) αυτόν· και διότι είμαι μνήμων, παιδί παρόλο ότι ήμουνα ακόμα». Ως τό ’πε, και σ’ αυτόν έτσι στα στήθια μια παρόρμηση τον έκανε να ελπίζει πως θα τεντώσει τη χορδή και με σαΐτα θα διέλθει απ’ το “σίδηρο”· ήτοι βεβαίως σαϊτιά έμελλε πρώτος να γευτεί από τα χέρια Οδυσσέα του ασύγκριτου, αυτόν που τότε ατίμαζε στα μέγαρα αραχτός, ξεσήκωνε και όλους τους συντρόφους. Κι είπε μετά σ’ αυτούς και ο Τηλέμαχος με νόημα: «Ωιμέ, πόσο πολύ ο Ζευς άφρονα μ’ έκανε ο Κρονίων.Ενώ η αγαπημένη μου μητέρα ισχυρίζεται, παρ’ όλο ότι είναι συνετή, θ’ ακολουθήσει κάποιον άλλο, πίσω αφήνοντας τ’ ανάκτορο αυτό· εγώ από την άλλη γελώ κι ευχαριστιέμαι με τον ανόητό (μου) χαρακτήρα. Αλλά εμπρός, μνηστήρες, επειδή φαίνεται αυτός σπουδαίος άθλος, τέτοια γυναίκα (άλλη) τώρα δεν είναι μες στη γη των Αχαιών, ούτε σε Πύλο ιερή ούτε σε Άργος και Μυκήνες· ούτε σ’ αυτή την ίδια την Ιθάκη ούτε στη μαύρη τη στεριά· κι οι ίδιοι ασφαλώς γνωρίζετε αυτό· γιατί χρειάζεται σ’ εμέ μητέρα να παινέψω; Αλλ’ άντε μην από προφάσεις αναβάλλετε, ούτε απ’ του τόξου πια το τέντωμα επί μακρόν να αποστρέφεστε, ώστε (κι εμείς) να “ίδωμεν”. Κι από την άλλη θά ’θελα κι εγώ ο ίδιος να δοκίμαζα το τόξο. Κι αν καταφέρω και τεντώσω και περάσω τη σαΐτα διά μέσου του “σιδήρου”, δεν θα μου “έπεφτε βαριά” ετούτα τα παλάτια η σεβαστή μητέρα καθώς θα εγκατέλειπε ακολουθώντας (κάποιον) άλλο, όταν εγώ απέμενα ξοπίσω, τέτοιος που ήδη του πατρός κι ωραία κατορθώματα μπορούσα ν’ αναλάβω». Μετά απ’ αυτό κι απέθεσε την κόκκινη τη χλαίνη (που φόραγε) στους ώμους αφού σηκώθηκε ορθός, επίσης απ’ τους ώμους ξεκρέμασε το ξίφος το οξύ.Και πρώτα έστησε πελέκια, αφού μια τάφρο έσκαψε για όλα μία μακρινή, και ίσιωνε στη στάθμη, και πάτησε ολόγυρα το χώμα. Κι “άκρα του τάφου σιωπή” κατέλαβε τους παντες όπως είδαν πως έστησε καλά και κόσμια, που όμως πιο παλιά ουδέποτε είχε δει. Και στάθηκε πηγαίνοντας επάνω στο κατώφλι και να πειραματίζεται (ξεκίνησε) το τόξο. Τρις αφ’ ενός ‘‘το πάλεψε’’ με μένος να τραβήξει, τρις και χαλάρωσε την πίεση, αν και βεβαίως ήλπιζε αυτό με όλο του το πάθος, να την τεντώσει τη χορδή και να περάσει τη σαΐτα διά μέσου του σιδήρου. Και “παρά τρίχα” θα ε-τέντωνε με βία αυτό έλκοντας τέταρτη φορά προς τα επάνω, αλλ’ Οδυσσεύς έκανε νεύμα προς τα πάνω κι όσο και αν το ήθελε συγκράτησε, Κι είπε μετά σ’ αυτούς με νόημα Τηλέμαχος: «Ωιμέ, έτσι και έπειτα κακός και θά ‘μαι και ανίκανος, παρά νεότερος που είμαι και ούτε με τα χέρια έχω πεποίθηση ότι μπορώ ν’ αμύνομαι ενάντια σε άνδρα, όταν κάποιος ξεκινήσει προσβολή. Αλλ’ αντείτε, οι οποίοι από μένα είστε ανώτεροι σε ισχύ, πιάστε να δοκιμάσετε το τόξο, κι ας εκτελέσουμε το άθλημα». Και λέγοντας το τόξο αφ’ ενός απίθωσε μπροστά του καταγής, γέρνοντας στις καλόξεστες σανίδες κολλητές·και επί τόπου (αυτού) βέλος ταχύ έκλεινε προς την όμορφη (και την καλή) κορώνη, και κάθισε επί θρόνου πάλι ευθύς, απ’ όπου είχε σηκωθεί. Και σε αυτούς είπε μετά Αντίνοος Ευπείδη ο υιός: «Με τη σειρά θε να σηκώνεστε όλοι οι σύντροφοι επιδέξια (και κλίνατ’ επί δεξιά), αρχίζοντας από το χώρο από όπου και σερβίρει οινοχόος». Ως είπε ο Αντίνοος, και έπιασε (και άρεσε) ο λόγος σε αυτούς. Λειώδης δε πρώτος σηκώθηκε του Οίνοπα υιός,που μεταξύ αυτών ήτανε θυσιών οιωνοσκόπος, και στον κρατήρα δίπλα τον καλό καθόταν πάντοτε στο βάθος (στο μυχό)· και οι εκεί ατασθαλίες μόνο σ’ αυτόν ήσαν «εχθρές» (απεχθανόταν), και εναντιωνόταν σ’ όλους τους μνηστήρες. Που τότε πρώτος άμεσα έλαβε τόξο και το βέλος το ταχύ. Και στάθηκε πηγαίνοντας επάνω στο κατώφλι και πειραματιζόταν με το τόξο, όμως δεν το ε-τέντωσε· γιατί από πριν έκαμε χέρια που τραβάνε προς τα πάνω απαίδευτα (και) απαλά. Κι είπε μετά προς τους μνηστήρες: «Ω φίλοι, δεν τεντώνω μεν εγώ, ας λάβει δε και κάποιος άλλος· πολλούς διότι αυτό το τόξο τους πλέον εκλεκτούς θ’ αποστερήσει από ψυχή κι από ζωντάνια, είναι πολύ καλύτερο επειδή να πεθαίνεις παρά να αστοχήσεις ζωντανός, εκ του οποίου ένεκα και ες αεί ενθάδε μαζευόμαστε, όλες τις μέρες προσμονή (δια παντός). Και κάποιος μεν ελπίζει τώρα μες από το μυαλό και προσδοκά (εναγωνίως) να παντρευτεί την Πηνελόπη, του Οδυσσέα τη γυναίκα (την ομόκλινη)· όμως αφού το τόξο δοκιμάσει και ιδεί (και διαπιστώσει), έπειτα κάποιαν άλλη πια από τις Αχαιές με τα ωραία πέπλα (για το γάμο) ας μνηστευθεί για δώρα εκλιπαρώντας· κι ενώ η άλλη έπειτα θα παντρευτεί , όποιον και φέρει πιο πολλά και έλθει απ’ τη μοίρα». Ως αποφώνησε (αυτά) και τόξο ενώπιον απέθεσε, γέρνοντας στις καλόξεστες σανίδες κολλητές·και επί τόπου (αυτού) βέλος ταχύ έκλεινε προς την καλή (και όμορφη) κορώνη, και κάθισε επί θρόνου πάλι ευθύς, απ’ όπου είχε σηκωθεί. Όμως Αντίνοος επέπληξε, και είπε μια κουβέντα κι ονομάτιζε: «Λειώδη, τι ξεστόμισες, (ποιος λόγος σου εξέφυγε τους έρκους των οδόντων), και φοβερό και δύσκολο, θυμώνω δε κι όπως (τ’) ακούω, αν πια βεβαίως τούτο το τόξο θα στερήσει τους πλέον εκλεκτούς από θυμό-ψυχή (ζωντάνια), συ επειδή δεν δύνασαι να (το) τεντώσεις. Γιατί δεν σ’ έκανε εσέ η σεβαστή βεβαίως η μητέρα, τέτοιον-ε επιδέξιο χορδές για να τραβάς και βέλη για να ρίχνεις αλλ’ άλλοι θα τεντώσουν-ε γοργά μνηστήρες προκομμένοι». Ως είπε και διέταξε σε μια στιγμή Μελάνθιο τσομπάνη των γιδιών: «Κουνήσου, την πυρά ν’ ανάψεις, Μελανθεύ, μέσα στο μέγαρο,και ταίριαξε κοντά μεταφερόμενο ανάκλιντρο και μέγα δέρμα επ’ αυτού και φέρε έξω μια μεγάλη μπάλα από λίπος που βρίσκεται εντός, ώστε αφού ζεστάνουν ε οι νέοι, απλώνοντας σαν αλοιφή, θα πιάσουμε να δοκιμάσουμε το τόξο, και θα ολοκληρώσουμε το άθλημα». Ως είπε, κι ο Μελάνθιος γοργά αναζωπύρωνε την άσβεστη φωτιά, και έφερε κοντά μεταφερόμενο ανάκλιντρο και δέρμα επ’ αυτούκαι μετέφερε εκτός μια μεγάλη μπάλα λίπους που βρισκότανε εντός, Τώρα οι νέοι δοκιμάζανε ζεσταίνοντας, αλλά δεν δύναντο για να τεντώσουν, ήτανε δε στη δύναμη απαίδευτοι πολύ. Κι είχαν την εποπτεία ο Αντίνοος κι ο σαν θεός Ευρύμαχος, οι των μνηστήρων αρχηγοί· ενώ στην αρετή ήσαν εξόχως άριστοι. Και τότε βγήκαν έξω από το οίκημα μαζί ο ένας μετά τον άλλο αμφότεροι βουκόλος κι ο χοιροβοσκός του Οδυσσέα θεϊκού·εξήλθε και ο ίδιος μετά από αυτούς ευλογημένος Οδυσσεύς από το σπίτι. Αλλ’ όταν πια εκτός θυρών ήσαν μα και αυλής, είπε αρθρώνοντας “μειλίχιες” κουβέντες προς αυτούς: «Βουκόλε και εσύ χοιροβοσκέ, κάποια κουβέντα και θα ήθελα να πω. ή για ο ίδιος να σωπάσω; Ν’ αποκριθώ το είναι μου όμως με διατάζει. Ποιοι και θα υπερασπιζόντουσαν τον Οδυσσέα, αν ερχόταν από κάπου εδώ στα ξαφνικά και έφερνε αυτόν κάποιος θεός; Μήπως για τους μνηστήρες θ’ αμυνόσασταν παρά για Οδυσσέα; Πείτε, η δικιά σας πως κελεύει η καρδιά και (ο θυμός απ’) την ψυχή». Κι είπε αμέσως προς αυτόν βουκόλος άνδρας επιστάτης των βοδιών: «Μακάρι Ζευ πατέρα, τούτο το δώρο να εκπλήρωνες·και όπως θα ερχότανε ο άνθρωπος εκείνος, ε και να τον κουβάλαγε ο δαίμονας... ...και θα γνωρίσεις, ποια η δύναμή μου και τα χέρια από κοντά». Όπως και κάπως έτσι προσεύχετο ο Εύμαιος σε όλους τους θεούς να βρει το νόστο Οδυσσεύς με πολυποίκιλο μυαλό στο σπίτι το δικό του.Ύστερα επειδή τον νου αυτών ειλικρινή βεβαίως αναγνώρισε, άμεσα είπε προς αυτούς με λόγια απαντώντας: «Εντός μεν ήδη ορίστε εγώ αυτός ο ίδιος· άσχημα αφού υπέφερα πολλά ήλθα σε έτος εικοστό στη γη την πατρική. Γνωρίζω δε, πως φτάνω για εσάς τους δυο που τρέφατε ελπίδα απ’ το προσωπικό μοναδικοί· όμως επί αυτού δεν άκουσα απ’ τους άλλους ευχόμενους εμέ ξανά επανερχόμενος στο σπίτι να γυρίσω. Αντίθετα σ’ εσάς, και όπως θα γινόταν, την (πάσα) αλήθεια θα ειπώ. Και άμα δι’ εμού θεός δαμάσει βέβαια μνηστήρες “προκομμένους”, θα φέρω για τους δυο συζύγους και θα προσφέρω (κτήματα και) πλούτη οικία και εγγύς-κοντά στα (ήδη) τα χτισμένα τα δικά μου, και έπειτα για ’μέ Τηλέμαχου συντρόφοι δυο κι αδέλφια και θα είστε. Άντε και αν χρειάζεται, και προφανές σημάδι θα δείξω κάποιο άλλο, ώστε καλά εμένα να γνωρίσετε κι από ψυχής να αποκτήστε βεβαιότητα, ουλή, αυτήν που κάποτε μου “σκάλισε” ένας κάπρος με το λευκό το δόντι στον Παρνασσό ερχόμενος συν τους υιούς του Αυτολύκου». Ως λέγοντας τα ράκη απ’ τη μεγάλη απομάκρυνε ουλή. Αυτό οι δυο αφού καλοεξέτασαν σε βάθος και τα καθέκαστα κατάλαβαν,αρχίσανε να κλαίνε τον Οδυσσέα με επίνοια θεού τύλιξαν με τα χέρια (οι δυο τους αγκαλιάσαν) και με αγάπη φύλαγαν και κεφαλή και ώμους. Όπως κι ο Οδυσσεύς παρόμοια φίλησε χέρια και κεφάλια. Κι ενόσω ήσαν οδυρόμενοι θα είχε δύσει και το φως από τον ήλιο αν δεν διέκοπτε (και συγκρατούσε) και εφώναζε ο ίδιος ο Δυσσεύς: «Ας παύσουμε κλαυθμούς (λυγμούς) και βογκητά, μη κάποιος (τα) ιδεί βγαίνοντας απ’ το μέγαρο, και το ειπεί μέσα μετά. Αλλά εισέλθετε μνηστείας προπομποί, αλλά όχι μαζί, πρώτος εγώ, κι εσείς μετά. Κατόπιν τ’ οργανόγραμμα αυτό θα κάνετε οι δυο. Όλοι οι άλλοι μεν διότι πάντες, όσοι μνηστήρες “προκομμένοι”, δεν θα αφήσουν να δοθεί σ’ εμέ το τόξο-χορδή ούτε φαρέτρα· αλλά εσύ, Εύμαιε ευλογημένε, φέροντας τόξο διασχίζοντας τη σάλα μες στα δικά μου χέρια θα το θέσεις, και στις γυναίκες να ειπείς τις θύρες του μεγάρου να κλειδώσουν ασφαλισμένες σταθερά, κι αν κάποιος ή τον ήχο της αντάρας-στεναγμό ή ακούσει από μέσα κάνα χτύπο απ’ τους άνδρες τους δικούς μας μες από τον περίβολο, μη προς τη θύρα ξεπροβάλει, αλλά αυτού (εδώ επί τόπου) να συνεχίσει τις δουλειές χωρίς μιλιά. Σ’ εσένα δε, Φιλοίτιε ευλογημένε, παραδίδω εντολή τις θύρες της αυλής να κλείσεις με κλειδί, και γρήγορα πάνω σ’ αυτό να δέσεις κόμπο». Αφού ως είπε εισήλθε στα καλά κατοικημένα τα ανάκτορα· καθέζετο έπειτα επάνω σε θρονί πηγαίνοντας, απ’ όπου πριν σηκώθηκε.Εισχώρησαν λοιπόν μετ’ απ’ αυτόν κι οι δύο υποτακτικοί του θεϊκού του Οδυσσέα. Ευρύμαχος δε ήδη το τόξο με τα χέρια προετοίμαζε, ζεσταίνοντας εδώ κι εκεί στη λάμψη του πυρός. Αλλά αυτός ουδόλωςνα τεντώσει δύνατο, ενώ συγχρόνως αναστέναζε μεγαλοφρόνως. Και αγανακτισμένος έτσι είπε, και έλεγε μία κουβέντα κι ονομάτιζε: «Ωιμέ, άγχος για ‘με περί αυτού και περί πάντων Καθόλου δεν οδύρομαι και τόσο για το γάμο παρ’ ότι “πληγωμένος”· υπάρχουνε κι άλλες πολλές (γυναίκες) Αχαιίδες, τόσο σ’ αυτήν την ίδια τη διθάλασση Ιθάκη, όσο και σ’ άλλες πόλεις· αλλ’ αν τόσο πολύ υπολειπόμαστε δυνάμεως (είμαστ’ υποδεέστεροι) του Οδυσσέα ευσεβή (ενώπιον θεών), ότι δεν δυνηθήκαμε τεντώσουμε το τόξο· μομφή κι αυτό και θα το μάθουν οι ερχόμενες γενιές». Και είπε προς αυτόν μετά Αντίνοος Ευπείθη ο υιός: «Ευρύμαχε, δεν θά ’ναι έτσι (μια φορά)· γνωρίζεις αφετέρου και ο ίδιος. Διότι τώρα αφ’ ενός μέσα στο δήμο εορτή για τέτοιον-ε θεό εξαγνισμού (αγία)· και ποιος από την άλλη τόξα θα εύχετο να τέντωνε, αλλ’ ήσυχοι αφήστε το χαμά· και βέβαια τους πέλεκεις μετά κι αν άπαντες αφήσουμε στημένους· γιατί κανείς και δεν θα σήκωνε νομίζω, ερχόμενος στο μέγαρο του γιου Λαέρτη Οδυσσέα. Αλλ’ αντείτε, οινοχόος αφενός ας αρχίσει απ’ τα κύπελλα, ώστε αφού στάξουμε σπονδές ας καταθέσουμε τα τόξα τα καμπύλα κι εκεί προς το ξημέρωμα καλέστε το Μελάνθιο αιγών γιδοβοσκό να φέρει αίγες, που απ’ όλες οι καλύτερες φαντάζουν στο κοπάδι, ώστε αφού “καπνίσουμε” μηριά για τον Απόλλωνα με τα διάσημα τα τόξα θα πιάσουμε να δοκιμάσουμε το τόξο, και θα ολοκληρώσουμε τον άθλο». Ως είπε ο Αντίνοος, και έπιασε (και άρεσε) ο λόγος σε αυτούς. Και για αυτούς οι κήρυκες στα χέρια αφενός επέχευαν νερό,οι νέοι άνδρες αφ’ ετέρου ξαχείλισαν κρατήρες με ποτό, κι έτσι ε-μοίρασαν σε όλους κάνοντας απ’ τα κύπελλα αρχή. Αφού λοιπόν κι αυτοί και έσταξαν και ήπιαν, όσο τραβούσε η όρεξη (τους), και σε αυτούς σκεπτόμενος με δόλο είπε μετά με πολυσύνθετο μυαλό ο Οδυσσέας: «Ακούστε με μνηστήρες της ένδοξης βασίλισσας· όπως (και ό,τι) θα ειπώ, αυτά (που) με κελεύει μες στα στήθια μια ορμή· Ευρύμαχον δε μάλιστα κι Αντίνοο που μοιάζει με θεό παρακαλώ, αφού και (επειδή) τούτο είπε το λόγο όπως πρέπει, τώρα μεν να παύσει τόξο, ν’ αφήσουν δε απόφαση στα χέρια των θεών κι ένας θεός προς την αυγή ας δώσει εξουσία, σ’ εκείνον που θα ήθελε. Αλλ’ άντε τόξο δώστε σε εμέ το καλοσκαλισμένο, ώστε μαζί μ’ εσάς χέρια και σθένος δοκιμάσω, αν είναι ακόμα πάνω μου ικμάδα, τέτοια παλιότερα που βρίσκονταν στα μέλη τα δεμένα σφριγηλά, ή ήδη μου (τη) στέρησε παραδαρμός μα και αφροντισιά». Ως είπε, οι δε πάντες έτσι υπερφιάλως εξοργίστηκαν, φοβούμενοι, μήπως θα τέντωνε το τόξο το καλό το σκαλιστό.Ο δε Αντίνοος επέπληξε, και έλεγε μια κουβέντα κι ονομάτιζε: «Α φουκαρά των ξένων, επάνω σου οι φρένες ούτε μικρού παιδιού. Ούτ’ «αγαπάς», που ατάραχος μαζί με “υπερφίαλους” εμάς δειπνείς, και κάτι δεν σου λείπει απ’ το τραπέζι, ύστερ’ ακούς από τις ιστορίες μας (τις ρήσεις) και εκφράσεις; Ούτε κανένας άλλος απ’ τις δικές μας ιστορίες ακούει ξένος και πτωχός Σε τρώει ο οίνος ο γλυκός, αυτός μα και που άλλους βλάπτει, που σε χαντάκι θα τον τράβαγε άμα δεν πίνει με εγκράτεια. Ο οίνος και τον Κένταυρο, τον Ευρυτίωνα ονομαστό, ε-τύφλωσε μέσα στο μέγαρο του μεγαλόψυχου Πειρίθου, στους Λάπιθες ελθόντα. Κι αφού αυτός εθάμπωσε τις φρένες με τον οίνο, μαινόμενος (σα μανιακός) ετέλεσε τα άσχημα εις βάρος του Πειρίθου. Και ήρωες κατέλαβε το άγχος, και προς τη θύρα δια μέσου του προθύρου τραβήξανε σηκώνοντας στα χέρια, με τον αλύπητο χαλκό τ’ αυτιά απ- εκόψαν και τα ρουθούνια· κι αυτός όπως οι φρένες του σαλέψαν (έχοντας τυφλωθεί) εισέπραττε την τύφλα τη δική του υποφέροντας (ωσάν) φρενοβλαβής από ψυχής. Εξ ου ανάμεσα στους Κένταυρους και στους ανθρώπους δημιουργήθηκε εχθρότητα, και πρώτα απ’ αυτόν που βρήκε το κακό σαν ήταν μεθυσμένος. Όπως και πιθανολογώ για σε μεγάλη συμφορά, άμα κι αυτό το τόξο (το) τεντώσεις· γιατί επ’ ουδενί καμία φιλοφρόνηση να συναντήσεις μέσα στο δήμο το δικό μας, αντίθετα μετά εσέ επάνω σε καράβι στον Έχετο το βασιλιά, για όλους του θνητούς τον φόβο και τον τρόμο, θα στείλουμε· απ’ όπου τίποτα και δεν σε σώζει. Αλλά με ηρεμία πίνε και, έριδα μην ανάβεις με άνδρες ‘‘νεαρότερους’’. Και είπε προς αυτόν μετά με φρόνηση περίσσεια Πηνελόπη: «Ούτε, Αντίνοε, ωραίο αφ’ ενός το να στερείς ούτ’ αφ’ ετέρου δίκαιοτους ξένους του Τηλέμαχου, όποιος κι αν έφτανε σε τούτα τα ανάκτορα. “Ευελπιστείς”, πως αν κι αυτό ο ξένος του Οδυσσέα μέγα τόξο το τεντώσει με τα χέρια και ζωντάνια και πεποίθηση γι’ αυτό, στο σπίτι θα μπορούσε να με πάρει και δική του κάνει σύζυγο; Ούτε ο ίδιος από πού τούτο βεβαίως μες στα στήθια να ελπίζει· μήτε κανείς από εσάς ένεκα αυτού βεβαίως στενοχωρώντας την ψυχή εδώ να δεξιώνεται, μια που καθόλου αφ’ ενός ούτε αφ’ ετέρου είθισται. Και σε αυτήν μετά Ευρύμαχος Πολύβου παις απάντησε: «Κόρη (εσύ) Ικάριου, με φρόνηση περίσσεια Πηνελόπη,καθόλου δεν πιστεύουμε ετούτον να σε πάρει, ούτε και είθισται (αυτό), αλλ’ εντρεπόμενοι (κουτσομπολιό) τον λόγο των ανδρών και γυναικών, μη κάποτε κανείς ειπεί «χειροτερότερος» άλλος των Αχαιών: ‘‘ Ότι χειρότεροι πολύ άνδρες τη σύζυγο ασύγκριτου ανδρός ζητούν σε γάμο, ενώ καθόλου να τεντώσουν δεν μπορούν το τόξο το καλό και σκαλιστό· αλλ’ άλλος “οποιοσδήποτε” φτωχός περιπλανώμενος που ήλθε τέντωσε εύκολα χορδή, και μέσα πέρασε απ’ το σίδηρο”. Όπως θα λένε, και για μας ετούτα θα εγένοντο μομφές». Και προς αυτόν είπε μετά με φρόνηση περίσσεια Πηνελόπη: «Ευρύμαχε, δεν γίνεται στο δήμο φήμη καλή (και δόξα)να υπάρχει, γι’ αυτούς που ήδη ατιμάζοντες τον οίκο κατατρώγουν· ανδρός του πιο καλύτερου· γιατί και θέτετε αυτόν τον “έλεγχο ντροπής”; Αυτός όμως ο ξένος πολύ σπουδαίος αφενός μα και καλής κατασκευής, πατρός δε αγαθού υιός το γένος εύχεται ότ’ είναι. Αλλ’ άντε δώστε του το τόξο το καλό το σκαλιστό, ώστε να δούμε. Διότι τούτο ‘δω αποκαλύπτω, και που και θα γενεί τετελεσμένο· έτσι και το τεντώσει, κι αν με τις ευλογίες του το δώσει ο Απόλλων, θα του φορέσω χλαίνη και χιτώνα και ενδύματα ωραία (και καλά), θα δώσω δε ακόντιο οξύ, για ν’ αποκρούει σκύλους και ανθρώπους, και ξίφος εκατέρωθεν να κόβει, και πέδιλα θα δώσω για τα πόδια από κάτω, θα πέμψω δε, όπου η καρδιά κελεύει κι η ψυχή του». Και σε αυτήν αμέσως ο Τηλέμαχος (συγκινημένος) απάντησε στα σοβαρά: «Μητέρα μου, το τόξο μεν των Αχαιών κανείς από εμέκαλύτερος (στην κρίση), και σ’ όποιον θέλω, και να δώσω και ν’ αρνούμαι, ούτ’ όσοι απ’ τους πλούσιους που εξουσιάζουν την Ιθάκη, ούτ’ όσοι στα νησιά τα προς την Ήλιδα αλογοτρόφο· ουδείς εκ των οποίων ακούσια μπορεί να με πιέσει, κι άμα θελήσω και καθάπαξ για τον ξένο θα του δώσω τέτοια τόξα να κρατά. Αλλά πηγαίνοντας στο σπίτι για κοίτα τις δικές σου τις δουλειές, και τον ιστό και το πλεχτό, κι αμφίπολους διέταζε δουλειά τους να φροντίζουν. Τόξο δε τους άνδρες μέλει όλους, και μάλιστα εμέ· του οποίου είναι διότι η εξουσία του σπιτιού». Και θαμπωμένη εκείνη πάλι κατευθύνθηκε στον οίκο· γιατί τα σοβαρά τα λόγια του παιδιού έβαλε στην ψυχή.Κι αφού ανέβηκε στο υπερώο συν τις αμφίπολες γυναίκες έκλαιγε έπειτα το σύζυγο αγαπημένο Οδυσσέα, ώσπου ύπνο γι’ αυτήν γλυκύ πάνω στα βλέφαρα έβαλε η γλαυκώπις Αθηνά. Ύστερα απ’ αυτό λαμβάνοντας καμπύλα τόξα έφερε χοιροβοσκός ευλογημένος· όμως μνηστήρες άπαντες φωνάξανε μαζί στο μέγαρο εντός·ορίστε δε τι είπε κάποιος από τους νέους τους αλαζόνες: «Για πού καμπύλα τόξα μεταφέρεις, συβώτα μιαρέ, σαλεμένε; Γοργά εκεί στους χοίρους σκυλιά θα κυνηγούν (να σε) κατασπαράξουν μονάχο μακριά από ανθρώπους, που τους έτρεφες, κι αν ο Απόλλων δείξει ευμένεια σ’ εμάς κι οι άλλοι οι αθάνατοι θεοί». Όπως φωνάζαν, μεταφέροντας αυτό απέθεσε στην ίδια εκείνη θέση, φοβούμενος, ένεκα που φωνάζαν-ε μαζί πολλοί μέσα στο μέγαρο. Όμως Τηλέμαχος από την άλλη τη μεριά έκραζε απειλώντας: «Φέρε πρόσω τόξα, πατερούλη· ταχύτατα στους πάντες “και καλά” δεν θα ενδώσεις· μη σε κι ας είμαι πιο μικρός καταδιώξω στους αγρούς με πέτρες σημαδεύοντας· είμαι και πιο ανώτερος στη δύναμη. Μακάρι απ’ τους πάντες τόσο, όσοι μέσα στο κτήριο ευρίσκονται, μνηστήρες στα χέρια και στη δύναμη και νά ‘μουνα ανώτερος· τότε και στυγερώς στο τάκα-τάκα κάποιους εγώ θα έστελνα να πάν’ μακριά από τον οίκο το δικό μας, άσχημα μηχανεύονται επειδή». Ως είπε, κι έτσι αυτοί οι πάντες επί τούτου εγέλασαν γλυκά μνηστήρες, κι ήδη χαλάρωσαν τον χόλο χαλεπό (το μίσος το μεγάλο)για τον Τηλέμαχο. Και μεταφέροντας “τα τόξα” χοιροβοσκός μες απ’ τη σάλα στα χέρια του πεπειραμένου Οδυσσέα ακουμπά στεκόμενος κοντά. Από την άλλη τη μεριά αφού κάλεσε εκτός είπε προς την τροφό Ευρύκλεια: «Τηλέμαχος σε διατάζει, Ευρύκλεια με φρόνηση περίσσεια, τις θύρες του μεγάρου να κλειδώσεις ασφαλισμένες σταθερές, κι αν κάποιος ή τον ήχο της αντάρας - στεναγμό ή ακούσει χτύπο από μέσα απ’ τους δικούς μας άνδρες στον περίβολο, μη προς τη θύρα ξεπροβάλλει, αλλά αυτού χωρίς μιλιά να παραμείνει στη δουλειά». Ως έτσι (απο-)φώνησε, και φώλιασαν τα λόγια στην καρδιά της, και έκλεισε καλά τις θύρες του μεγάρου που έσφυζε γεμάτο από ζωή.Ο δε Φιλοίτιος σιωπηλά πήδηξε έξω απ’ το οίκημα (με σάλτο) προς τη θύρα, κι έκλεισε έτσι έπειτα τις θύρες με την καλή περίφραξη αυλής. Έκειτο δε εξάρτημα κάτ’ απ’ την αίθουσα πλοίου αρματωμένου (παλαμάρι) από βύβλο, με το οποίο και στερέωσε τις πόρτες, εισχώρησε (μετά) κι αυτός. Έπειτα αφού προχώρησε καθέζετο επάνω σε θρονί, απ’ όπου πριν σηκώθηκε, κοιτάζοντας προσεχτικά τον Οδυσσέα. Ο δε ήδη εξέταζε το τόξο περιστρέφοντας απ’ όλες τις μεριές, εξετάζοντας εδώ κι εκεί, μήπως στα κέρατα ε τρύπωσε σαράκι όσο απείχε ο άναξ μακριά. Και να όπως είδε τι είπε κάποιος σ’ έναν άλλονε κοντά: «Μη κάποιος παρατηρητής κι υπήρξε επιδέξιος στα τόξα. Ή και που τέτοια δα θα βρίσκονται στο ίδιο του το σπίτι, ή που βεβαίως διεγείρεται να πράξει· όπως μέσα στα χέρια εξετάζει από δω κι από εκεί αλήτης έμπειρος να φέρει το κακό». Κι ένας άλλος αλαζόνας απ’ τους νέους είπε στη συνέχεια: «Μακάρι τόση η χαρά -το όφελος να μείνει στη θωριά,έτσι π’ ουδέποτε αυτός να δυνηθεί να (το) τεντώσει». Είπαν μνηστήρες «τέλεψαν», σκεπτόμενος πολύ ο Οδυσσέας τότε, έπειτα αφού το μέγα τόξο βάσταξε και είδε από παντούως όταν άνδρας ειδικός σε φόρμιγγες και “ύμνους” εύκολα γύρω απ’ το κλειδί ξανατέντωσε και πάλι τη χορδή πιάνοντας κι απ’ τα δυο καλοστριμμένο έντερο προβάτου, έτσι λοιπόν χωρίς σπουδή το μέγα τόξο τέντωσε ο Οδυσσεύς. Και τότε χέρι στο δεξί λαβών δοκίμασε το νεύρο· κι αυτό ήχησε όμορφα, με χελιδόνι όμοιο ‘‘κελάηδισμα’’. Συγχρόνως στους μνηστήρες το άγχος έγινε μεγάλο, και σ’ όλους η απόχρωση άλλαξε (μονομιάς). Μεγάλη δε ο Ζευς εχτύπησε (βροντή) σημάδια για να δείξει· και ικανοποιήθηκε με μιας έπειτα Οδυσσεύς πολύπαθος ευλογημένος, ότι γι’ αυτόν-α ενεργά σημάδι έστειλε του Κρόνου το παιδί αγκυλομύτης (αετός). Και άρπαξε τη γρήγορη σαΐτα, που έκειτο εκεί (γι’ αυτόν) δίπλα απ’ το τραπέζι γυμνή· ενώ οι άλλες μες στην κοίλη τη φαρέτρα “κείτοντο”, που έμελλαν ταχέως Αχαιοί να δοκιμάσουν. Τραβώντας την αυτήν πάνω στον πήχη ετέντωσε το νεύρο και γλυφίδα, όπως καθότανε αυτού από το “δίφρον” (το θρονί), κι έστειλε τη σαΐτα (“γκντουπ”) απέναντι στοχεύοντας, κι απ’ όλα τα πελέκια δεν αστόχησε απ’ τη λαβή την πρώτη, διαμπερώς και ήλθε προς τη θύρα βέλος χαλκοβαρές. Και είπε αυτός προς τον Τηλέμαχο: «Τηλέμαχε, ο ξένος μες στο μέγαρο εσένα δεν εκθέτει καθήμενος· ούτ’ έχασα το στόχο (μου) μήτε κάπως το τόξο με κούρασε να (το) τεντώσω· ακόμα η δύναμη μου είν’ ακλόνητη όχι όπως με μειώνουν οι μνηστήρες ατιμάζοντες. Και τώρα (είναι) ώρα το γεύμα για τους Αχαιούς να ετοιμαστεί (εδώ) στο φως, έτσι κι “αλλέως” έπειτα θα πιάσουμε τη διασκέδαση με το χορό και με τη φόρμιγγα· (και με τ’ ανάθεμα) γιατί αυτά αρμόζουν στη δεξίωση». Μ’ αυτά κι έκανε νεύμα με το φρύδι· και ζώστηκε εκείνος με το ξίφος το οξύ Τηλέμαχος, του Οδυσσέα θεϊκού υιός αγαπημένος,και με το άλλο χέρι -“με αγάπη”- εσήκωσε το δόρυ, κι έτσι αυτού από κοντά στο θρόνο παραστάθηκε με “φλογερό” χαλκό αρματωμένος. |
Τελευταία επεξεργασία: