Ομηρική διάλεκτος | Στίχοι | Νεοελληνική απόδοση |
---|---|---|
Ὧς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, κηληθμῷ δ’ ἔσχοντο κατὰ μέγαρα σκιόεντα. Τὸν δ’ αὖτ’ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· «Ὧ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ ὑψερεφές, τῷ σ’ οὔ τι πάλιν πλαγχθέντα γ’ ὀίω ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας. Ὑμέων δ’ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω, ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον αἰεὶ πίνετ’ ἐμοῖσιν, ἀκουάζεσθε δ’ ἀοιδοῦ. Εἵματα μὲν δὴ ξείνῳ ἐυξέστῃ ἐνὶ χηλῷ κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα δῶρ’, ὅσα Φαιήκων βουληφόροι ἐνθάδ’ ἔνεικαν· ἀλλ’ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα ἀνδρακάς· ἡμεῖς δ’ αὖτε ἀγειρόμενοι κατὰ δῆμον τισόμεθ’· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.» Ὧς ἔφατ’ Ἀλκίνοος, τοῖσιν δ’ ἐπιήνδανε μῦθος. Οἱ μὲν κακκείοντες ἔβαν οἰκόνδε ἕκαστος· ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, νηάδ’ ἐπεσσεύοντο, φέρον δ’ ἐυήνορα χαλκόν. Καὶ τὰ μὲν εὖ κατέθηχ’ ἱερὸν μένος Ἀλκινόοιο, αὐτὸς ἰὼν διὰ νηός, ὑπὸ ζυγά, μή τιν’ ἑταίρων βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατ’ ἐρετμοῖς· οἱ δ’ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτ’ ἀλέγυνον. Τοῖσι δὲ βοῦν ἱέρευσ’ ἱερὸν μένος Ἀλκινόοιο Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει. Μῆρα δὲ κήαντες δαίνυντ’ ἐρικυδέα δαῖτα τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς Δημόδοκος, λαοῖσι τετιμένος. Αὐτὰρ Ὀδυσσεὺς πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα, δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι. Ὣς δ’ ὅτ’ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ νειὸν ἀν’ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον· ἀσπασίως δ’ ἄρα τῷ κατέδυ φάος ἠελίοιο δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ’ ἰόντι· ὧς Ὀδυσεῖ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο. Αἷψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα, Ἀλκινόῳ δὲ μάλιστα πιφασκόμενος φάτο μῦθον· «Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ’ αὐτοί. Ἤδη γὰρ τετέλεσται, ἅ μοι φίλος ἤθελε θυμός, πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες ὄλβια ποιήσειαν· ἀμύμονα δ’ οἴκοι ἄκοιτιν νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν. Ὑμεῖς δ’ αὖθι μένοντες εὐφραίνοιτε γυναῖκας κουριδίας καὶ τέκνα· θεοὶ δ’ ἀρετὴν ὀπάσειαν παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.» Ὧς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπῄνεον ἠδὲ κέλευον πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν. Καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο· «Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον πᾶσιν ἀνὰ μέγαρον, ὄφρ’ εὐξάμενοι Διὶ πατρὶ τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.» Ὧς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα, νώμησεν δ’ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, αὐτόθεν ἐξ ἑδρέων. Ἀνὰ δ’ ἵστατο δῖος Ὀδυσσεύς, Ἀρήτῃ δ’ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· «Χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας ἔλθῃ καὶ θάνατος, τά τ’ ἐπ’ ἀνθρώποισι πέλονται αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδ’ ἐνὶ οἴκῳ παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆι.» Ὧς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς. Τῷ δ’ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο, ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. Ἀρήτη δ’ ἄρα οἱ δμωὰς ἅμ’ ἔπεμπε γυναῖκας, τὴν μὲν φᾶρος ἔχουσαν ἐυπλυνὲς ἠδὲ χιτῶνα, τὴν δ’ ἑτέρην χηλὸν πυκινὴν ἅμ’ ὄπασσε κομίζειν· ἡ δ’ ἄλλη σῖτόν τε φέρεν καὶ οἶνον ἐρυθρόν. Αὐτὰρ ἐπεί ρ’ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, αἶψα τά γ’ ἐν νηὶ γλαφυρῇ πομπῆες ἀγαυοὶ δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν· κὰδ δ’ ἄρ’ Ὀδυσσῆι στόρεσαν ῥῆγός τε λίνον τε νηὸς ἐπ’ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι, πρυμνῆς. Ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῖσιν ἕκαστοι κόσμῳ, πεῖσμα δ’ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο. Εὖθ’ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ, καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν, νήγρετος ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς. Ἡ δ’ ὥς τ’ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι πάντες ἅμ’ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης ὑψόσ’ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον, ὧς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δ’ ὄπισθεν πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης· ἡ δὲ μάλ’ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν· ὧς ἡ ῥίμφα θέουσα θαλάσσης κύματ’ ἔταμνεν, ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε’ ἔχοντα, ὃς πρὶν μὲν μάλα πολλὰ πάθ’ ἄλγεα ὃν κατὰ θυμόν, ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων· δὴ τότε γ’ ἀτρέμας εὗδε λελασμένος, ὅσσ’ ἐπεπόνθειν. Εὖτ’ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα ἔρχεται ἀγγέλων φάος ἠοῦς ἠριγενείης, τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς. Φόρκυνος δέ τις ἔστι λιμὴν ἁλίοιο γέροντος ἐν δήμῳ Ἰθάκης, δύο δὲ προβλῆτες ἐν αὐτῷ ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι, αἵ τ’ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα ἔκτοθεν· ἔντοσθεν δέ τ’ ἄνευ δεσμοῖο μένουσιν νῆες ἐύσσελμοι, ὅτ’ ἂν ὅρμου μέτρον ἵκωνται. Αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη, ἀγχόθι δ’ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, ἱρὸν νυμφάων, αἳ νηιάδες καλέονται. Ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν λάινοι· ἔνθα δ’ ἔπειτα τιθαιβώσσουσι μέλισσαι. Ἐν δ’ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι φάρε’ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι· ἐν δ’ ὕδατ’ αἰενάοντα. Δύω δέ τέ οἱ θύραι εἰσίν, αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν, αἱ δ’ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι, οὐδέ τι κείνῃ ἄνδρες ἐσέρχονται, ἀλλ’ ἀθανάτων ὁδός ἐστιν. Ἔνθ’ οἵ γ’ εἰσέλασαν πρὶν εἰδότες. Ἡ μὲν ἔπειτα ἠπείρῳ ἐπέκελσεν, ὅσον τ’ ἐπὶ ἥμισυ πάσης, σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσ’ ἐρετάων· οἱ δ’ ἐκ νηὸς βάντες ἐυζύγου ἠπειρόνδε πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι, κὰδ δ’ ἄρ’ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ, ἐκ δὲ χρήματ’ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ ὤπασαν οἴκαδ’ ἰόντι διὰ μεγάθυμον Ἀθήνην. Καὶ τὰ μὲν οὖν παρὰ πυθμέν’ ἐλαίης ἁθρόα θῆκαν ἐκτὸς ὁδοῦ, μή πώ τις ὁδιτάων ἀνθρώπων, πρὶν Ὀδυσῆ’ ἔγρεσθαι, ἐπελθών δηλήσαιτο· αὐτοὶ δ’ αὖτ’ οἰκόνδε πάλιν κίον. Οὐδ’ ἐνοσίχθων λήθετ’ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆι πρῶτον ἐπηπείλησε, Διὸς δ’ ἐξείρετο βουλήν· «Ζεῦ πάτερ, οὐκέτ’ ἐγώ γε μετ’ ἀθανάτοισι θεοῖσιν τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν Φαίηκες, τοί πέρ τε ἐμῆς ἔξεισι γενέθλης. Καὶ γὰρ νῦν Ὀδυσῆα φάμην κακὰ πολλὰ παθόντα οἴκαδ’ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτ’ ἀπηύρων πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατάνευσας· οἱ δ’ εὕδοντ’ ἐν νηὶ θοῇ ἐπὶ πόντον ἄγοντες, κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα, χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ’ ὑφαντήν, πόλλ’, ὅσ’ ἂν οὐδέ ποτε Τροίης ἐξήρατ’ Ὀδυσσεύς, εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.» Τὸν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· «Ὢ πόποι, ἐννοσίγαι’ εὐρυσθενές, οἷον ἔειπες. Οὔ τί σ’ ἀτιμάζουσι θεοί· χαλεπόν δέ κεν εἴη πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν. Ἀνδρῶν δ’ εἴ περ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων οὔ τι τίει, σοὶ δ’ ἔστι καἰ ἐξοπίσω τίσις αἰεί. Ἔρξον, ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.» Τὸν δ’ ἠμείβετ’ ἔπειτα Ποσειδάων ἐνοσίχθων· «Αἶψά κ’ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις· ἀλλὰ σὸν αἰεἰ θυμὸν ὀπίζομαι ἠδ’ ἀλεείνω. Νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ ῥαῖσαι, ἵν’ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.» Τὸν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· «Ὧ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα, ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης νηὶ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.» Αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε Ποσειδάων ἐνοσίχθων, βῆ ῥ’ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν. Ἔνθ’ ἔμεν’, ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς ῥίμφα διωκομένη. Τῆς δὲ σχεδὸν ἦλθ’ ἐνοσίχθων, ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθεν χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκειν. Οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες. Ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· «Ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησ’ ἐνὶ πόντῳ οἴκαδ’ ἐλαυομένην; Καὶ δὴ προυφαίνετο πᾶσα.» Ὧς ἄρα τις εἴπεσκε, τὰ δ’ οὐκ ἴσαν, ὡς ἐτέτυκτο. Τοῖσιν δ’ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν· «Ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθ’ ἱκάνει πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάων’ ἀγάσασθαι ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων. Φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα νῆα ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ ῥαισέμεναι, μέγα δ’ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν. Ὧς ἀγόρευ’ ὁ γέρων, τὰ δὲ δὴ νῦν πάντα τελεῖται. Ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. Πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κ’ ἐλεήσῃ μηδ’ ἥμιν περίμηκες ὄρος ἀμφικαλύψῃ.» Ὧς ἔφαθ’, οἱ δ’ ἔδεισαν, ἑτοιμάσαντο δὲ ταύρους. Ὧς οἱ μέν ῥ’ εὔχοντο Ποσειδάωνι ἄνακτι δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες ἑστεῶτες περὶ βωμόν· ὁ δ’ ἔγρετο δῖος Ὀδυσσεὺς εὕδων ἐν γαίῃ πατρωίῃ, οὐδέ μιν ἔγνω ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦεν Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο, μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε, πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι· τούνεκ’ ἄρ’ ἀλλοϊδέα φαινέσκετο πάντα ἄνακτι, ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι πέτραι τ’ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα. Στῆ δ’ ἄρ’ ἀναΐξας καί ῥ’ εἴσιδε πατρίδα γαῖαν ᾤμωξέν τ’ ἄρ’ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ χερσὶ καταπρηνέσσ’, ὀλοφυρόμενος δ’ ἔπος ηὔδα· «Ὤ μοι εγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; Ἦ ῥ’ οἵ γ’ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι. ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής; Πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; Πῇ τε καὶ αὐτὸς πλάζομαι; Αἴθ’ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων ἐξικόμην, ὅς κέν με φίλει καὶ ἔπεμπε νέεσθαι. Νῦν δ’ οὔτ’ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται. Ὤ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι ἧσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, οἵ μ’ εἰς ἄλλην γαῖαν ἀπήγαγον· ἦ τέ μ’ ἔφαντο ἄξειν εἰς Ἰθάκην ἐυδείελον, οὐδὲ τέλεσσαν. Ζεύς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους ἀνθρώπους ἐφορᾷ καὶ τίνυται, ὅς τις ἁμάρτῃ. Ἀλλ’ ἄγε δὴ τὰ χρήματ’ ἀριθμήσω καὶ ἴδωμαι, μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.» Ὧς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά· τῶν μὲν ἄρ’ οὔ τι πόθει· ὁ δ’ ὀδύρετο πατρίδα γαῖαν ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης πόλλ’ ὀλοφυρόμενος. Σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη ἀνδρὶ δέμας ἐικυῖα νέῳ, ἐπιβώτορι μήλων, παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν, δίπτυχον ἀμφ’ ὤμοισιν ἔχουσ’ ἐυεργέα λώπην· ποσσὶ δ’ ὑπὸ λιπαροῖσι πέδιλ’ ἔχε, χερσὶ δ’ ἄκοντα. Τὴν δ’ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθεν καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· «Ὦ φίλ’, ἐπεί σε πρῶτα κιχάνω τῷδ’ ἐνὶ χώρῳ, χαῖρέ τε καὶ μή τι κακῷ νόῳ ἀντιβολήσαις, ἀλλὰ σάω μὲν ταῦτα, σάω δ’ ἐμέ· σοὶ γὰρ ἐγώ γε εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθ’ ἱκάνω. Καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ ἐὺ εἰδῶ· τίς γῆ, τίς δῆμος; Τίνες ἀνέρες ἐγγεγάασιν; Ἦ πού τις νήσων ἐυδείελος, ἦέ τις ἀκτὴ κεῖθ’ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;» Τὸν δ’ αὖτε προσέειπε θεά, γλαυκώπις Ἀθήνη· «Νήπιός εἰς, ὦ ξεῖν’, ἢ τηλόθεν εἰλήλουθας, εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι· οὐδέ τι λίην οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί, ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ’ ἠέλιόν τε, ἠδ’ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα. Ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν, οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδ’ εὐρεῖα τέτυκται. Ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος γίγνεται· αἰεὶ δ’ ὄμβρος ἔχει τεθαλυῖά τ’ ἐέρση. Αἰγίβοτος δ’ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη παντοίη, ἐν δ’ ἀρδμοὶ ἐπηετανοὶ παρέασιν. Τῷ τοι, ξεῖν’, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ’ ἵκει, τήν περ τηλοῦ φασιν Ἀχαιίδος ἔμμεναι αἴης.» Ὧς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεὺς χαίρων ᾗ γαίῃ πατρωίῃ, ὥς οἱ ἔειπεν Παλλὰς Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο. Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· οὐδ’ ὅ γ’ ἀληθέα εἶπε, πάλιν δ’ ὅ γε λάζετο μῦθον, αἰὲν ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν· «Πυνθανόμην Ἰθάκης γε καὶ ἐν Τροίῃ εὐρείῃ τηλοῦ ὑπὲρ πόντου· νῦν δ’ εἰλήλουθα καὶ αὐτὸς χρήμασι σὺν τοίσδεσσι. Λιπὼν δ’ ἔτι παισὶ τοσαῦτα φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος, Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν, οὕνεκά με στερέσαι τῆς ληίδος ἤθελε πάσης Τρωιάδος, τῆς εἵνεκ’ ἐγὼ πάθον ἄλγεα θυμῷ· ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, οὕνεκ’ ἄρ’ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον δήμῳ ἔνι Τρώων, ἀλλ’ ἄλλων ἤρχον ἑταίρων. Τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ· νὺξ δὲ μάλα δνοφερὴ κάτεχ’ οὐρανόν, οὐδέ τις ἡμέας ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας. Αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέι χαλκῷ, αὐτίκ’ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς ἐλλισάμην καί σφιν μενοεικέα ληίδα δῶκα. Τούς μ’ ἐκέλευσα Πύλονδε καταστῆσαι και ἐφέσσαι, ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. Ἀλλ’ ἦ τοί σφεας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο πόλλ’ ἀεκαζομένους, οὐδ’ ἤθελον ἐξαπατῆσαι· κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός. Σπουδῇ δ’ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἥμιν δόρπου μνῆστις ἔην μάλα περ χατέουσιν ἑλέσθαι, ἀλλ’ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες. Ἔνθ’ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα, οἱ δὲ χρήματ’ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην. Οἱ δ’ ἐς Σιδονίην ἐὺ ναιομένην ἀναβάντες ᾤχοντ’· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.» Ὧς φάτο, μείδησεν δὲ θεά, γλαυκῶπις Ἀθήνη, χειρί τέ μιν κατέρεξε· δέμας δ’ ἤικτο γυναικὶ καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ. Καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα· «Κερδαλέος κ’ εἴη καὶ ἐπίκλοπος, ὅς σε παρέλθοι ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειεν. Σχέτλιε, ποικιλομῆτα, δόλων ἆτ’, οὐκ ἄρ’ ἔμελλες, οὐδ’ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν. Ἀλλ’ ἄγε μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω κέρδε’, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ’ ἄριστος ἁπάντων βουλῇ καὶ μύθοισιν, ἐγὼ δ’ ἐν πᾶσι θεοῖσιν μήτι τε κλέομαι καὶ κέρδεσιν. Οὐδὲ σύ γ’ ἔγνως Παλλάδ’ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω, καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα. Νῦν αὖ δεῦρ’ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ ὤπασαν οἴκαδ’ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε, εἴπω θ’, ὅσσα τοι αἷσα δόμοις ἔνι ποιητοῖσιν κήδε’ ἀναπλῆσαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ, μηδέ τῳ ἐκφάσθαι μήτ’ ἀνδρῶν μήτε γυναικῶν πάντων, οὕνεκ’ ἄρ’ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.» Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· «Ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι, καὶ μάλ’ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐίσκεις. Τοῦτο δ’ ἐγὼν ἐὺ οἶδ’, ὅτι μοι πάρος ἠπίη ἦσθα, εἷος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν· αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, βῆμεν δ’ ἐν νήεσσι, θεὸς δ’ ἐκέδασσεν Ἀχαιούς, οὔ σ’ ἔτ’ ἔπειτα ἴδον, κούρη Διός, οὐδὲ νόησα νηὸς ἐμῆς ἐπιβάσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις. Ἀλλ’ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ ἠλώμην, εἵως με θεοὶ κακότητος ἔλυσαν· πρίν γ’ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ θάρσυνάς τ’ ἐπέεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή. Νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι· οὐ γὰρ ὀίω ἥκειν εἰς Ἰθάκην ἐυδείελον, ἀλλά τιν’ ἄλλην γαῖαν ἀναστρέφομαι, σὲ δὲ κερτομέουσαν ὀίω ταῦτ’ ἀγορευέμεναι, ἵν’ ἐμὰς φρένας ἠπεροπεύσῃς· εἰπέ μοι, εἰ ἐτεόν γε φίλην ἐς πατρίδ’ ἱκάνω.» Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· «Αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα· τῷ σε καὶ οὔ δύναμαι προλιπεῖν δύστηνον ἐόντα, οὕνεκ’ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων. Ἀσπασίως γάρ κ’ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν ἵετ’ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ’ ἄλοχόν τε· σοὶ δ’ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι, πρίν γ’ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως ἧσται ἐνὶ μεγάροισιν, ὀιζυραὶ δέ οἱ αἰεὶ φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ. Αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτ’ ἀπίστεον, ἀλλ’ ἐνὶ θυμῷ ᾔδε’, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους· ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι. πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ χωόμενος, ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας. Ἀλλ’ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς. Φόρκυνος μὲν ὅδ’ ἐστὶ λιμήν ἁλίοιο γέροντος ἥδε δ’ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη· ἀγχόθι δ’ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, ἱρὸν νυμφάων, αἳ νηιάδες καλέονται· τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας· τοῦτο δὲ Νήριτόν ἐστιν, ὄρος καταειμένον ὕλῃ.» Ὧς εἰποῦσα θεὰ σκέδασ’ ἠέρα, εἴσατο δὲ χθών· γήθησέν τ’ ἄρ’ ἔπειτα πολύτλας δῖος Ὀδυσσεὺς χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν. Αὐτίκα δὲ νύμφῃς ἠρήσατο χεῖρας ἀνασχών· «Νύμφαι νηιάδες, κοῦραι Διός, οὔ ποτ’ ἐγώ γε ὄψεσθ’ ὔμμ’ ἐφάμην· νῦν δ’ εὐχωλῇς ἀγανῇσιν χαίρετ’· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ, αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη αὐτόν τε ζώην καί μοι φίλον υἱὸν ἀέξῃ.» Τὸν δ’ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· «Θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. Ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο θείομεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ· αὐτοὶ δὲ φραζώμεθ’, ὅπως ὄχ’ ἄριστα γένηται.» Ὧς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές, μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς ἆσσον πάντ’ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν εἵματά τ’ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν. Καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δ’ ἐπέθηκε θύρῃσιν Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο. Τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμέν’ ἐλαίης φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον. Τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη· «Διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ, φράζευ, ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις, οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσιν, μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες· ἡ δε σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν πάντας μὲν ῥ’ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ, ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.» Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· «Ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον, εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες. Ἀλλ’ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς, πὰρ δέ μοι αὐτὴ στῆθι μένος πολυθαρσὲς ἐνεῖσα, οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα. Αἴ κέ μοι ὧς μεμαυῖα παρασταίης, γλαυκῶπι, καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσ’ ἐπαρήγοις.» Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· «Καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις, ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τιν’ ὀίω αἵματί τ’ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν. Ἀλλ’ ἄγε σ’ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσιν. Κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσιν, ξανθὰς δ’ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος ἕσσω, ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα, κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ’ ἐόντε, ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανείης σῇ τ’ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες. Αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι, ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν. Δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ πίνουσαι, τά θ’ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν. Ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι, ὄφρ’ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ, ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, ἤ που ἔτ’ εἴης.» Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· «Τίπτε γὰρ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα; Ἦ ἵνα που κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ πόντον ἐπ’ ἀτρύγετον, βίοτον δέ οἱ ἄλλοι ἔδωσιν.» Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· «Μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω. Αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο κεῖσ’ ἐλθών· ἀτὰρ οὔ τιν’ ἔχει πόνον, ἀλλὰ ἕκηλος ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δ’ ἄσπετα κεῖται. Ἦ μέν μιν λοχόωσι νέοι σὺν νηὶ μελαίνῃ ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι· ἀλλὰ τά γ’ οὐκ ὀίω· πρὶν καί τινα γαῖα καθέξει ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.» Ὧς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατ’ Ἀθήνη. Κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσιν, ξανθὰς δ’ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος, κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ’ ἐόντε· ἀμφὶ δέ μιν ράκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα, ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυχμένα καπνῷ· ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ’ ἐλάφοιο ψιλόν. Δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην, πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ. Τώ γ’ ὧς βουλεύσαντε διέτμαγεν· ἡ μὲν ἔπειτα ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδ’ Ὀδυσῆος. | 5 10 15 20 25 30 35 40 45 50 55 60 65 70 75 80 85 90 95 100 105 110 115 120 125 130 135 140 145 150 155 160 165 170 175 180 185 190 195 200 205 210 215 220 225 230 235 240 245 250 255 260 265 270 275 280 285 290 295 300 305 310 315 320 325 330 335 340 345 350 355 360 365 370 375 380 385 390 395 400 405 410 415 420 425 430 435 440 | Σαν είπε, κι έτσι όλοι αυτοί έμειναν αποσβολωμένοι στη σιωπή, Κατενθουσιασμένοι παρέμειναν δε εντός των σκιερών των ανακτόρων. Κι αυτοστιγμής απάντησε Αλκίνοος και φώναξε σ’ αυτόν: «Ὧ Ὀδυσεῦ, μια που κατώφλι πέρασες απ’ το δικό μου μέγαρο το μεγαλοπρεπές, ούτε διανοούμαι πάλι περιπλανημένος εσύ να γύριζες στο τέλος, όσο πολλά κι αν ήδη έχεις πάθει. Κι από εσάς καθέναν άνδρα ρωτώ επισταμένως τα εξής, όσοι μες στα παλάτια τον σκούρο οίνο της επίσημης περίστασης πίνετε πάντα στα δικά μου, ἀκροάζεσθε δὲ ἀοιδοῦ. Ενδύματα μεν για τον ξένο πια μες στο καλόξεστο σεντούκι τοποθετήθηκαν και το χρυσάφι σκαλισμένο και όλα τ’ άλλα δῶρα, όσα οι Φαίακες οι βουληφόροι προσκόμισαν εδώ· αλλ’ άντε να του δώσουμε τρίποδα μέγα μα και λέβητα που ένας άνδρας να χωρά· κι εμείς μετά περνοδιαβαίνοντας στο δήμο θα ζητήσουμε· διότι για τον ένα δύσκολο το να χαρίσει τέτοια “προίκα”». Σαν είπε ο Αλκίνοος, κι ο λόγος προς αυτούς έπιασε τόπο. Που αφ’ ενός στο σπίτι κατευθύνθηκε καθένας να πλαγιάσει· κι άμα ξημέρωσε και φάνη η Αυγούλα με τις ακτίνες τις ροδαλές, άρχισαν να μεταφέρουνε στο πλοίο, και έφεραν χαλκό αστραφτερό. Και καλοβόλεψε τα μεν Αλκίνοος με μυσταγωγική επισημότητα, ο ίδιος διασχίζοντας το πλοίο, κάτω απ’ τα ζυγά, μη κάποιος των ἑταίρων χαλάσει όπως θα λαμνοκοπούν, όποτε θα τραβάνε τα κουπιά· και αφ’ ετέρου στου Αλκίνοου προσέτρεξαν και γεύμα προετοιμάσαν. Και βόδι για αυτούς θυσίασε μ’ επισημότητα και μαεστρία ο Αλκίνοος στο νεφεληγερέτη Ζευ Κρονίδη, που σε όλους κυβερνά. Κι αφού καψάλιασαν μηρούς δεξιωθήκαν γεύμα ποθητό χαρούμενοι· κι ο θεϊκός ο αοιδός τραγούδαγε μαζί τους Δημόδοκος, μες στους λαούς (για πάντα τιμημένος). Ενώ ο Οδυσσεύς πολλές φορές την κεφαλή έτρεπε προς τον ήλιο όπως φώτιζε λαμπρά, να δύσει ἐπειγόμενος· διότι αδημονούσε πια να φύγει. Και όπως όταν άνδρας πολύ επιθυμεί να φάει κάτι, και που ολημερίς τραβούσε με δυο βόδια το υνί να ξε-σβολιάσει με το άροτρο το χώμα· με τί χαρά γι’ αυτόνε τελικά σκοτείνιασε το φως του δύοντα ηλίου το κολατσιό θα έχει τώρα δα, κι όπως πηγαίνει γόνατα πονάν· το για τον Οδυσσέα κάπως έτσι πολυπόθητο έδυσε φως του ήλιου. Κι ευθύς είπε μετά στους Φαίακες που αγαπούνε τα κουπιά, και μάλιστα στον Αλκίνοο απευθυνόμενος είπε αυτό το λόγο: «Αλκίνο’ άρχοντα λαμπρέ, μεγάλε στους λαούς σου, στείλτε με άβλαβο και με ευχές, χαίρετε δε οι ίδιοι. ‘‘Ἤδη γὰρ τετέλεσται’’, αυτά που επεθύμησα και τράβαγε η ψυχή μου, και δώρα αγάπης κατευώδιο, από τον Ουρανό για με οι θεοί έκαναν μ’ ευτυχία· στο σπίτι τη γυναίκα αυτή την απαράμιλλη γυρίζοντας να βρω μαζί ακέραιους τους φίλους. Ὑμεῖς δὲ μένοντες εδώ εὐφραίνοιτε γυναῖκας κόρες και τέκνα· θεοὶ δὲ ἀρετὴν να σας παρέχουν άπλετη, κακό μετά την πόλη σας κανένα να μην εύρη». Ὧς είπε, κι έτσι όλοι αυτοί καλούσαν κι επαινούσαν να στείλουνε τον ξένο, μια που τα είπε όπως πρέπει. Και τότε προς τον κήρυκα είπε με δύναμη Αλκίνοος: «Ποντόνοε, κρητῆρα για να κεράσεις μεθυστικό διένειμε μέσα στο μέγαρο σε όλους, ώστε στο Δία τον πατέρα προσευχόμενοι να στείλουμε τον ξένο για τη δικιά του γη την πατρική». Σαν τό ’πε, κι Ποντόνοος κερνούσε οίνο που εφραίνει νου. διένειμε δε το λοιπόν από κοντά σε όλους· οἱ δὲ για τους θεούς σπονδή εκάνανε στους μάκαρες, που έχουνε διάπλατο ουρανό, εκεί μπροστά από τις έδρες. Στεκότανε ορθός κι ο Οδυσσέας θεϊκός και θέτει εις το χέρι της Αρήτης το δέπας ἀμφικύπελλον -ποτήρι ιερό και είπε ἔπεα πτερόεντα φωνάζοντας σ’ αυτή: «Χαῖρέ, ὦ βασίλει(σ)α μου πέρα για πέρα, ‘‘εἰς ὅ κε γῆρας’’ ἔλθῃ καὶ θάνατος, πού ’ναι τ’ ανθρώπου μοίρα· τώρα εγώ αναχωρώ· κι εσύ να ευτυχείς εδώ μες στο παλάτι με τα παιδιά και το λαό και βασιλιά Αλκίνοο». Όπως τα είπε υπερέβη το κατώφλι ο Οδυσσέας σα θεός. Μαζί μ’ αυτόν-ε έστειλε και κήρυκα μ’ αποφασιστικότητα Αλκίνοος, να οδηγήσει προς το πλοίο γρήγορο και το ακροθαλάσσι. Παράλληλα δε η Ἀρήτη γυναίκες δμώες ἔπεμπε μαζί του, τὴν μὲν ἔχουσαν ένδυμα καλοπλυμένο και χιτῶνα, τη δεύτερη σεντούκι ακριβό μαζί της έδωσε να μεταφέρει· η άλλη δε αρτοσκευάσματα και έφερε καὶ οἶνον ἐρυθρόν. Ύστερα αφού γοργά στο πλοίο και στη θάλασσα κατέβηκαν, ευθύς μες στ’ όμορφο πλεούμενο αυτά βεβαίως αγέρωχοι μεταφορείς δεξάμενοι κατέθεσαν, και όλο το ποτό και το φαΐ· και για τον Οδυσσέα έστρωσαν έτσι κάτω σεντόνι και λινό στου πλοίου πάνω όμορφου κατάστρωμα, ώστε να κοιμηθεί χορταστικά, ανάσκελα. Ανέβηκε δε κι αυτός και ξάπλωσε σιωπηλά· κάθιζαν και αυτοί πάνω στους πάγκους ο καθένας κόσμια, κι απόλυσαν του τρυπητού του λίθου το σκοινί. Γέρνοντας κείνοι πάνω-κάτω ανακάτευαν τη θάλασσα με τα κουπιά και για εκείνον έπεφτε λυτρωτικός ὕπνος ἐπὶ βλεφάρων, χορταστικός γλυκύτατος, πολύ κοντά στο θάνατο να μοιάζει. Κι αυτό, όπως στην πεδιάδα ίπποι αρσενικοί ζωσμένοι τέσσερις μαζί όλοι όπως ορμάνε αφού πληγούν από μαστίγιο σηκώνοντας τα πόδια σούζα διανύουνε οδό στο πι και φι, όπως αυτού η πρύμνη σηκωνόταν μὲν, ὄπισθεν δὲ το κῦμα πορφυρό μεγάλο χτύπαγε της θάλασσας τον αφρό· κι εκείνο με ἀσφάλεια έτρεχε σταθερά· ούτε και γέρακας ακόμα “κίρκος” δεν θα μπορούσε να το φτάσει, ο ἐλαφρότατος των πετεινῶν · όπως τρέχοντας αυτό έκοβε στο πι και φι το κύμα της θαλάσσης, φέρνοντας άνδρα έχοντα μες στο μυαλό τη βούληση θεών, που πριν μεν έπαθε βάσανα πάρα πολλά απ’ τη δική του την παρόρμηση, ανδρών και στους πολέμους οδυνηρά και κύματα περνώντας· πια τότε βέβαια ατάραχος κοιμόταν λησμονώντας, όσα είχε πάθει. Όταν εκείνο το αστέρι κυριαρχούσε στο στερέωμα, και το οποίο μάλιστα έρχεται φως αγγέλλοντας αυγής που ξημερώνει, τότε πια στο νησί προσέγγιζε το ποντοπόρο πλοίο. Κι είναι λιμάνι κάποιο του Φόρκυνα γέρου θαλασσινού στο δήμο της Ιθάκης, και δυο προβλῆτες ἐν αὐτῷ ακτές που καταλήγουν, που πέφτοντας μπροστά καλύπτουν το λιμάνι, και που ασπίδα προστασίας στο μέγα κῦμα άγριων ἀνέμων απ’ έξω· και όμως από μέσα μένουν χωρίς δεσίματα καλοφτιαγμένα πλοία, όταν τα όρια περάσουνε του ὅρμου. Έπειτα στο πάνω μέρος του λιμένα με φύλλα μακρόστενα ἐλαία, και σε αυτήν κοντά ἄντρο μες στην ομίχλη χαρωπό, ἱερὸ των νυμφών, που ναϊάδες ονομάζονται. Ἐντός δὲ κρατῆρες και ευρίσκονται καὶ ἀμφορείς λίθινοι· κι όπου ἔπειτα οι μέλισσες βουίζοντας αποθέτουν. Και μέσα περιμήκεις λίθινοι ἱστοὶ, όπου κι οι νύμφες ὑφαίνουν ἁλιπόρφυρα υφάσματα, θαῦμα ἰδέσθαι· και ὕδατα αέναα ἐντός. Δύο δέ και εκεί οἱ θύρες εἰναι, οι μεν προς το Βοριά καταιβαταὶ για τους ἀνθρώπους, οι δε όμως προς Νότο είναι για τους θεούς, ούτε από κείνη κάποιοι ἄνδρες ἐσέρχονται, ἀλλ’ είναι ἀθανάτων η ὁδός. Εισήλθαν κει που βέβαια από παλιά γνωρίζαν. Αυτό μὲν ἔπειτα σύρθηκε στη στεριά, σχεδόν απ’ όλο το μισό, απ’ την πολλή τη φόρα· διότι χέρια γρήγορα είχαν οι κωπηλάτες· κι από το πλοίο το καλοζύγιστο πηδήξαν στη στεριά σήκωσαν πρώτα απ’ τ’ όμορφο καράβι Οδυσσέα μαζί με τα σεντόνια του λινά και ριγωτά, στην άμμο τον ακούμπησαν στον ύπνο βυθισμένο, σήκωσαν τα πολύτιμα, ‘κείνα που γενναιόδωροι Φαίακες (τα) προσέφεραν χάρη στη μεγαλόψυχη σπίτι σαν πάει Αθήνη. Καὶ τὰ μὲν λοιπόν δίπλα στη ρίζα της ἐλαίας ἁθρόα τοποθέτησαν ἐκτὸς ὁδοῦ, μήπως κανείς διαβάτης ‘σαν άνθρωπος κι αυτός’, πριν Οδυσσέας εγερθεί, ερχόμενος τα κλέψει· κι αυτοί κινήσανε μετά πάλι να πάνε σπίτι. Ο ἐνοσίχθων όμως δεν ξέχασε απειλές, που για τον Οδυσσέα με παράστημα ενώπιον θεού πρῶτον ξανά απείλησε, και ζήτησε να εκμαιεύσει απόφαση Διός: «Πατέρα Ζεῦ, ουδέποτε εγώ βεβαίως μες σε αθάνατους θεούς θα τύχω πρέπουσας τιμής, όταν εμένα οι θνητοί καθόλου δεν τιμάνε οι Φαίακες, αυτοί που κι από ’μέ οφείλουνε γενιά. Και τώρα δα διότι τον Οδυσσέα πρόβλεπα κακὰ πολλὰ παθόντα στο σπίτι θα γυρίσει· νόστο δέ γι’ αυτόν οὔδέποτε ευρίσκοντα με ευκολία, μια που σὺ πρῶτον ὑπέσχεσο καὶ συγκατάνευσες· κι αυτοί κοιμώμενο σε πλοίο γρήγορο ἐπὶ του πόντου ἄγοντες, κατέβασαν στην Ἰθάκῃ, ἔδοσαν δέ σ’ αυτόν άφθονα δῶρα χαλκόν τε και χρυσόν και ἁλι(πόρφυρη) ἐσθῆτά ὑφαντήν, πολλά, ὅσ’ ἂν οὐδέποτε από την Τροία θα αφαιρούσε ο Ὀδυσσεύς, εν πάσει περιπτώσει ἦλθε άβλαβος, λαχαίνοντας από λάφυρα τα πρέποντα». Και είπε νεφεληγερέτα Ζευς προς κείνον απαντώντας: Καθόλου οι θεοί δεν σ’ ατιμάζουν· και θά ’ταν χαλεπό τον πιο παλιό και άριστο άτιμα να προσβάλεις. Και αν εκ των ανδρών εσέ κάποιος πιέζει και μειώνει διολισθαίνων καθόλου δεν τιμά, δικό σου θέμα ἐξοπίσω κι ες αεί η τιμωρία. Πράξε, ὅπως ἐθέλεις κι αγαπάς ‘τραβά η όρεξή σου’». Και σε αυτόν απάντησε ἔπειτα ο Ποσειδάων ἐνοσίχθων: «Ευθύς κι ἐγὼ θα έπραττα, συνάχτη των νεφών, ὡς ἀγορεύεις· αλλά θυμό δικό σου σέβομαι μα και φοβάμαι πάντα. Αυτοστιγμής θέλω το όμορφο το πλοίο των Φαιάκων που σε πορεία ανοδική σε θάλασσα μ’ ομίχλη να καταστρέψω, ἵνα ἤδη ανασχέσουν, και διακόψουν τη μεταφορά ανθρώπων, και την πόλη τους με μέγα ὄρος να καλύψω κι απ’ τα δυο». Και είπε νεφεληγερέτα Ζευς προς κείνον απαντώντας: «Ω ακριβέ μου, άριστα και μου φαίνεται μες στην ψυχή πως είναι, οπότε πια κι αν όλοι αυτό το δουν μπροστά τους να περνά λαοί από την πόλη, κάνε κοντά στη γη να γίνει λίθος (να πετρώσει) ίδιο με γρήγορο καράβι, ‘ἵνα θαυμάζωσιν ἅπαντες’ οι ἄνθρωποι, και την πόλη τους με μέγα ὄρος να καλύψεις κι απ’ τα δυο». Ύστερ’ αφού το άκουσε αυτό βεβαίως Ποσειδάων ἐνοσίχθων, πήγε γοργά εις τη Σχερία, οι Φαίακες που ζούν. Όπου περίμενε, κι αυτό το ποντοπόρο πλοίο έφτασε πολύ κοντά σαν καταδιωκόμενο απ’ το χρόνο. Και ήλθε δίπλα του ο ἐνοσίχθων, που πέτρα αυτό το έκανε κι ἐρρίζωσε από κάτω πιάνοντας με το χέρι απ’ τα πρανή· ὁ δὲ διάβηκε μακριά. Οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντα ἀγόρευαν οι Φαίακες με τα μακρόστενα κουπιά, άνδρες ονομαστοί στη ναυτιλία. Ὧδε δέ κάποιος τι εἶπε ἰδὼν πλησίον σ’ έναν ἄλλον: «Ὢ εἴ με, ποιός το πλοίο γοργό σταμάτησε στον πόντο καθώς στο σπίτι έσπευδε να έλθει; Και ήδη όλο φαίνετο ενώπιον». Ὧς ἄρα κάποιος εἶπε, αυτά δε ούτε γνώριζαν, όπως γενήκανε. «Ω δυστυχία, μάλλον αυτά μου επανέρχονται θέσφατα ειπωμένα από παλιά απ’ τον πατέρα τον δικό μου, που έλεγε ο Ποσειδών θα εξοργιστεί με μας, ένεκα διαρκώς είμαστε όλων οδηγοί. Προφήτευσε ότι το όμορφο καράβι μ’ άνδρες μέσα των Φαιάκων που σε πορεία ανοδική σε θάλασσα μ’ ομίχλη θα καταστρέψει, κι εμάς με μέγα όρος την πόλη θα καλύψει κι απ’ τα δυο. Όπως αγόρευε ο γέρος, ετούτα δε πια τώρα τα ‘πάντα (συν)τελεῖται’. Αλλά αντείτε, όπως εγώ θα πω, και όλοι ας πειστούμε. Οδηγοί μεν ας πάψουμε για τους ανθρώπους, όταν και όποιος φτάσει μπροστά στο άστυ το δικό μας· για δε τον Ποσειδώνα ταύρους δώδεκα ξεχωριστούς θα θυσιάσουμε, μήπως και ελεήσει (λυπηθεί) και δεν καλύψει κι απ’ τα δυο την πόλη μας με ὄρος περιμήκες». Σαν είπε, και φοβήθηκαν αυτοί, και ετοιμάσανε τους ταύρους, Και όπως μεν αυτοί στον άνακτα προσεύχονταν τον Ποσειδώνα του δήμου των Φαιάκων ηγέτες μα και ευγενείς στημένοι γύρω στο βωμό… εγέρθη δε ευλογημένος Ὀδυσσεὺς κοιμώμενος στη γη την πατρική, και που δεν γνώρισε αυτήν ήδη απέχοντας καιρό· διότι γύρω ένας θεός κατέχευε ομίχλη ΠΑΛΛΑΔΑ Αθηνά, κόρη Διός, ώστε κι αυτόν τον ίδιο ἄγνωστο να τον κάνει και τα καθέκαστα να πει, μην τον γνωρίσει πριν η σύζυγος και οι ἀστοί κι οι φίλοι, προτού κάθε υπέρβαση πληρώσει των μνηστήρων· άρα ετούτου ένεκα αλλιώτικα εφαίνοντο όλα στον βασιλιά, και μονοπάτια ανοιχτά και βολικά λιμάνια και βράχοι κρεμασμένοι και δένδρα στον ανθό. Κι όπως ανασηκώθηκε στάθηκε και πατρίδας εκοίταζε τη γη κι έτσι ἔπειτα αναστέναξε και τους μηρούς τους δυο χτυπούσε με χέρια απ’ το πλάι, ‘ὀλοφυρόμενος’ και είπε μια κουβέντα: «Ωιμέ, σε ποιων πάλι θνητών φτάνω εγώ τη γη; Μήπως αυτοί βεβαίως ὑβριστές και ἄγριοι και δίκαιοι καθόλου ή αγαπούν τους ξένους και μέσα στο μυαλό τους πιστεύουνε θεό; Πως τα πολλά πολύτιμα θα μεταφέρω αυτά; Πως και εγώ ο ίδιος έχω σκοπό να πορευτώ; Όφειλα το καλύτερο στους Φαίακες να μείνω αυτού (επιτόπου)· κι εγώ σε άλλον βασιλιά από τους ισχυρούς θα έφτανα από εκεί, που και θα με προστάτευε και θά ’πεμπε να φύγω. Και τώρα ούτε γνωρίζω που να τ’ ακουμπήσω, κι ούτε αυτού εδώ δύναμαι να καλύψω, μήπως μου γίνουν λεία για τους άλλους. Ωιμέ, ούτε λοιπόν νοήμονες στα πάντα και δίκαιοι καθόλου ἧσαν οι ευγενείς και οι ηγέτες των Φαιάκων, αυτοί εμέ εἰς ἄλλη γη πήγανε μακριά· κι ας μού ’παν ότι θα με πάνε στην Ιθάκη που είναι φανερή, και δεν το έκαναν. Ο Ζευς ο ἱκετήσιος αυτούς ας τιμωρήσει, αυτός ο που και άλλους ανθρώπους βλέπει από ψηλά και τιμωρεί, όποιον-ε ἁμαρτάνει. Αλλ’ άντε πια θα ἀριθμήσω τα πολύτιμα και θα ιδώ (θα μάθω), μη κάτι μου κρατήσανε στ’ αμπάρι φεύγοντας με το πλοίο». Ως είπε τρίποδες πανέμορφους και λέβητες μετρούσε και χρυσό και υφαντά ενδύματα ωραία (και καλά)· από αυτά δεν ήταν κάτι να του λείπει· για την πατρίδα όμως ὀδύρετο αυτός ἑρπύζοντας στην αμμουδιά της θάλασσας και δίπλα του το κύμα να αφρίζει μ’ ακράτητα αναφιλητά... Κοντά του τότε ήλθε η Αθηνά με νέο άνδρα μοιάζοντας στο σώμα, με τσομπάνη, ‘άβγαλτο’, όπως φαίνονται οι παῖδες των ἀνάκτων, διπλή στους ώμους έχοντας καλοφτιαγμένη κάπα· και κάτω απ’ τα πόδια τα αφράτα είχε πέδιλα, στα χέρια δε ακόντιο. Και βλέποντας την χάρηκε ο Οδυσσέας και ήλθε αντικριστά και ἔπεα πτερόεντα γύρισε και της είπε φωναχτά: «Ω φίλε, επειδή εσένα πρώτα συναντώ σ’ αυτό εδώ το μέρος, χαίρετε (και να χαίρεσαι) και μη για με κάτι κακό ο νους σου κατεβάσει, αλλά σώσε κι αυτά, σώσε κι εμέ· γιατί εγώ για σε βεβαίως προσεύχομαι σαν σε θεό μα και για σένα με αγάπη γονατίζω. Και τούτο να μου πεις ειλικρινά, καλά ώστε να ξέρω· ποια γη, ποιος δήμος; Ποιοι άνθρωποι εδώ διαβιούν; Μη κάποια νήσος φανερή, ή κάποια παραλία σαν τέλειωμα στη θάλασσα μιας εύφορης στεριάς;» Τότε η Αθηνά, θεά γαλανομάτα, γύρισε και του είπε: «Νήπιος είσαι, ξένε μου, ή μακριά πως ήλθες, και με ρωτάς γι’ αυτή τη γη· την όχι ξεχασμένη που είναι (και) επώνυμη· πολλοί που τη γνωρίζουν, κι όσοι προς την ανατολή μένουν και προς τον ήλιο, κι όσοι απ’ την άλλη τη μεριά τη σκοτεινή τη δύση. Που κι αν ‘τρηχεῖα’ καὶ ἱππήλατος δεν είναι, δεν χάνει από καλούδια, και ας μην είναι ‘εὐρεῖα’. Διότι εκεί ατέλειωτη σπορά, εκεί δε και ο οίνος παράγεται· και πάντα έχει βροχές και θαλερή την κάνει η υγρασία. Καλές βοσκές γιδιών - βοδιών· έχει αφενός δάση παντού, και τα ρυάκια της ολόχρονα περνούν (κυλούν). Για τούτα, ξένε, της ΙΘΑΚΗΣ βέβαια το όνομα έφτασε και εις την Τροία, που λέν’ πως είναι μακριά της γης των Αχαιών». Ὧς το ‘πε, και ικανοποιήθηκε ο Ὀδυσσεὺς ευλογημένος ο ταλαίπωρος χαρούμενος γι’ αυτή τη γη την πατρική, όπως εκείνη τού ’πε ΠΑΛΛΑΔΑ Αθηνά κόρη Διός που απ’ την αίγα γαλουχήθη. Και προς αυτήν φωνάζοντας είπε ἔπεα πτερόεντα· ούτε που εἶπε βέβαια ἀλήθεια, και πάλι βέβαια αυτός παράλλαξε τον μῦθον, πάντα φυλάγοντας στα στήθια νου μεγάλο κέρδος που επιδιώκει: «Άκουγα περί Ἰθάκης βέβαια και εις την Τροία την ‘εὐρεία’ πέρα από τη θάλασσα μακριά· έφτασα τώρα και ο ίδιος μαζί με τούτα τα πολύτιμα. Κι αφήνοντας ακόμα τόσα στα παιδιά φεύγω, επειδή αγαπημένο σκότωσα το γιο του Ιδομενέα, Ορσίλοχο το γοργοπόδαρο, που μες στην Κρήτη την εὐρεία άνδρες τους σιτοφάγους (αθλητές) νικούσε με τα πόδια στην ταχύτητα, ένεκα εμένα απ’ αυτό ήθελε να στερήσει απ’ ολόκληρη τη λεία της απ’ την Τροία, για την οποία ένεκα έπαθα συμφορές με την ψυχή μου· και από τους άνδρες και πολέμους και τα άθλια τα κύματα περνώντας, ένεκα όμως όχι υπηρετώντας και για χάρη του πατέρα του στο δήμο της Τρωάδας, αλλά συντρόφων άλλων που ήμουν αρχηγός. Αυτόν-α μεν εγώ όπως κατέβαινε τον χτύπησα με χάλκινο κοντάρι στους αγρούς, εγγύς του δρόμου καρτέρι στήνοντας μαζί με ένα σύντροφο· η νύχτα ζοφερή πολύ κάλυπτε δε τον ουρανό, κανείς εμάς ‘ἐνόησε ἀνθρώπων’, ξέφυγα δε με την ψυχή στο στόμα στα χωράφια. Ύστερα βέβαια επειδή ε-σκότωσα αυτόν με το χαλκό του πόνου, αμέσως σ’ ένα πλοίο πηγαίνοντας εγώ Φοίνικες γενναιόδωρους παρακαλούσα και σε αυτούς έδωκα λάφυρα επαρκή. Τους πρόσταξα στην Πύλο να με αποβιβάσουν και μ’ αφήσουν, ἢ εἰς την Ἤλιδα δῖαν, που κυβερνούν οι Επειοί. Αλλ’ έτσι απ’ εκεί απώθησε αυτούς η ρότα του ανέμου δύσκολα αναγκαζόμενοι, οὐτ’ ἤθελαν να ἐξαπατήσουν · και περιπλανηθέντες από κει φθάνουμ’ εδώ τη νύχτα. Και στο λιμάνι με σπουδή τραβάγαμε κουπιά, ούτε καμιά σ’ εμάς επιθυμία για φαΐ ας ήτανε επείγουσα ανάγκη να τσιμπήσουν, αλλ’ όπως κατεβήκαμε από το πλοίο άπαντες πέσαμε ξεροί. Όπου ἐμὲ γλυκὺς μὲν ὕπνος ήλθε όπως ήμουν κουρασμένος, τα δε δικά μου τα πολύτιμά αυτοί από το πλοίο όμορφο σηκώνοντας ακούμπησαν χαμά, όπου ο ίδιος ήδη κοιμόμουνα στην άμμο. Εκείνοι αφ’ ετέρου σαν ανέβηκαν για διοικούμενη καλά Σιδώνα αναχώρησαν· ώστε εγώ με αγωνία στην καρδιά να εγκαταλειφθώ». Ὧς το ‘πε, χαμογέλασε δὲ η θεά, γλαυκῶπις Ἀθηνά, και τού ’πιασε το χέρι· έμοιαζε δὲ σε γυναίκα στη μορφή κι ωραία και μεγάλη καὶ εκλεκτὰ ἔργα γνωρίζουσα. Καί προς αυτόν φωνάζουσα είπε ἔπεα πτερόεντα: «Και συμφεροντολόγος είσαι και δολοπλόκος, ποιος θα σε ξεπεράσει σε όλες τις κομπίνες, θεός κι αν ευρισκότανε εμπρός. Άθλιε, πανούργε, στους δόλους βετεράνε, δεν έμελλες ακόμα, ούτε μες στη δική σου (αν) ήδη ήσουνα τη γη, να λήξεις τις ἀπάτες απατηλά και παραμύθια, είναι για σένα προσφιλές πάνω τους να πατάς. Αλλ’ άντε να μη λέμ’ αυτά, εμείς να γνωριστούμε επικερδές, σὺ ἐπειδή μέν είσαι των θνητών ο ἄριστος ἁπάντων σε γνώμη και σε μύθους, ἐγὼ δε μέσα σ’ όλους τους θεούς στη σκέψη και δοξάζομαι και στα επικερδή. Βέβαια ούτε γνώρισες εσύ Παλλάδα Ἀθηνά, κούρη Διός, αυτή και που πάντα παρίσταμαι σ’ όλους τους πόνους και προφυλάσσω, κι αγαπητό και σ’ όλους φίλο σε έκανα στους Φαίακες. Έτσι έφτασα τώρα εδώ, συνυφασμένη με τη σκέψη σου να γίνω πολύτιμα και να κρύψω, όσα αυτά Φαίακες γενναιόδωροι προσέφεραν στο σπίτι σαν θα πας και με δική μου βούληση και νου, θα εἴπω και, όσα αυτά γραμμένα στα δώματα μέσα τα κατασκευασμένα να γεμίσεις στενοχώριες· σὺ δὲ θα υποστείς καὶ απ’ ἀνάγκῃ, μήτε γι’ αυτό να αποκαλυφθείς μήτε σε άνδρες μήτε σε γυναίκες σε όλους, έτσι πως ήλθες ένεκα χαμένος, αλλά σιωπηλά να πάσχεις βάσανα πολλά, υπομένοντας ανδρών τις βιαιότητες». Και απαντώντας προς αυτήν είπε με πολυσύνθετο μυαλό ο Οδυσσέας: «Δύσκολο συ, θεά, αντιληπτή από θνητό στεκάμενη μπροστά του, κι ας είναι και ειδήμονας· διότι εσύ η ίδια με όλα θα μοιάζεις. Και τούτο εγώ καλά γνωρίζω, ότι σε μένα στάθηκες πιο πριν με ηπιότητα, ωσότου πολεμούσαμε ενώπιον της Τροίας υιοί των Αχαιών· ύστερ’ αφού αλώσαμε την πόλη την πανώρια του Πριάμου, και μπήκαμε στα πλοία, θεὸς δε σκόρπισε τους Αχαιούς, έπειτα πια εσένα δεν σε είδα, κόρη Διός, ούτε εννόησα όταν επιβιβάστηκα στο πλοίο μου, ὅπως τον πόνο να μου διώχνεις. Αλλά μες στο μυαλό μου πάντα έχοντας σπαραγμένη την καρδιά χανόμουνα, μέχρι εμέ θεοί απ’ την κακότητα απελευθέρωσαν· ὅταν πριν βέβαια στον πλούσιο το δήμο ἀνδρῶν Φαιάκων ενθαρρύνοντας και με λόγια και οδήγαγες στην πόλη η ίδια. Τώρα δέ πρὸς σε αγκαλιάζω γόνατα πατρὸς· διότι δεν πιστεύω να έφτασα σ’ Ιθάκη φανερή -μ’ ωραία δειλινά-, μα κάποια άλλη περιδιαβαίνω γη, κι εσύ νομίζω κοροϊδεύουσα ετούτα προσπαθείς να αγορεύσεις, για να μας πάρεις τα μυαλά· ειπέ μου, αν πράγματι βεβαίως έφτασα σε πατρίδα αγαπημένη». Έπειτα η Αθηνά, θεά γαλανομάτα, απάντησε σ’ αυτόν: « Μια ζωή θα είναι πάντα τέτοιο μες στα στήθια σου το φρόνημα· γι’ αυτό και δεν μπορώ εσέ να εγκαταλείψω μια πού ’σαι δυστυχής, ένεκα επειδή -έξω καρδιά- είσαι και μυαλωμένος κι έχεις φρόνηση. Διότι κι άλλος άνδρας ερχόμενος -τι ευτυχία- αφού είχε χαθεί καίγεται για να δει μες στο παλάτι και παίδες και τη σύζυγο· ενώ για σε δεν είναι προσφιλές να διαπιστώσεις και να μάθεις, πριν βέβαια ακόμα δοκιμάσεις τη σύζυγό σου, κι η που ‘τοιουτοτρόπως’ “στάθηκε” στο παλάτι, και πάντα πονεμένες για αυτήν πέρναγαν οι νυχτιές μα κι οι μέρες χύνοντας το δάκρυ. Κι ύστερα εγώ ουδέποτε δεν πίστευα εκείνο, αλλά μες στην ψυχή το άλλο, αυτό πως θα νοστήσεις ἄπ-ὀλέσας πάντας ἑταίρους· αλλά δεν θέλησα για τούτο τον Ποσειδώνα να πολεμώ πατέρα μου τον αδελφό, που έβαλε ετούτο γινάτι στην ψυχή (σαν) χολωμένος, ὅτι υἱὸ του τύφλωσες αγαπημένο. Αλλ’ άντε αυτή θα δείξω την τοποθεσία της Ἰθάκης, για να πειστείς. Φόρκυνος μὲν ετούτος είναι ο λιμήν γέροντος του θαλασσινού κι αυτή στο πάνω μέρος του λιμένα με φύλλα μακρόστενα ἐλαία, και σε αυτήν κοντά ἄντρο μες στην ομίχλη χαρωπό, ἱερὸ των νυμφών, που ναϊάδες ονομάζονται· και τούτο κατηφορικό είναι το σπήλαιο αυτό, όπου εσύ πολλές τελώντας για τις νύμφες εκατόμβες τις τιμούσες· και τούτο είν’ το Νήριτο, όρος γεμάτο δάση». Σαν είπε η θεά σκόρπισε η ομίχλη, και φάνηκε η γη· κι έτσι ανακουφίστηκε ἔπειτα πολύτλας δῖος Ὀδυσσεὺς χαρούμενος γι’ αυτή τη γη, και φίλησε το εύφορο το χώμα. Κι αυτοστιγμής ενώπιον της νύμφης δεότανε σηκώνοντας τα χέρια με αγάπη: «Νύμφες ναϊάδες, κόρες του Διός, ουδέποτε εγώ βεβαίως πίστευα πως θα σας (ξανα)δώ· τώρα δι’ ευχελαίου ειλικρινές χαίρετε· κατά συνέπεια καὶ δῶρα θα προσφέρουμε, όπως στο παρελθόν, και μακάρι η θυγάτηρ του Διὸς προνοούσα για εμέ μετέφερε τη λεία και τον ίδιο ζωντανό και αγαπημένος υἱὸ μου να προκόψει». Τότε η Αθηνά, θεά γαλανομάτα, γύρισε και του είπε: «Θάρρος, μη μ’ όλα τούτα το μυαλό ‘μπλοκάρει απ’ τις έννοιες’. Ἀλλὰ και τα πολύτιμα μες στο μυχό του ἄντρου του θεσπέσιου να αποθέσουμε εδώ και τώρα, έτσι ώστε για σε να μείνουν σώα· κι ας σχεδιάσουμε οι ίδιοι, το πώς θα γίνουν ἄριστα». Όπως μιλούσε η θεά, εισέδυσε στο σπήλαιο το ομιχλώδες αναζητώντας στη σπηλιά κάποιες κρυψώνες· ύστερα Οδυσσεύς από κοντά κουβάλαγε τα πάντα, χρυσό κι αλύγιστο χαλκό καλοφτιαγμένα και ενδύματα, τα που του ἔδωκαν οι Φαίακες. Και κάτω μεν τα έβαλε καλά, λίθο δε πάνω τοποθέτησε στις θύρες Παλλὰς Ἀθηναίη, κούρη Διὸς που γαλουχήθηκε από αίγα. Κι οι δυο τους αφού κάθισαν στη ρίζα της ελιάς της ιερής αποφασίζουν για τον όλεθρο των υπερφίαλων μνηστήρων. Και για αυτούς η Αθηνά, θεά γαλανομάτα, άρχισε τις περιγραφές: «Λαερτιάδη θεϊκή γενιά, Οδυσσέα πολυμήχανε, πάρε απόφαση, πως των μνηστήρων αναιδών ‘θα βάλεις χέρι’, που ήδη πια το μέγαρό (σου) κυβερνούν μια τριετία, ζητώντας -δώρα δίδοντες- σεβαστικιά τη σύζυγο σε γάμο· όμως αυτή δικό σου νόστο ὀδυρομένη από τα βάθη της ψυχής στους πάντες μεν δίνει ελπίδες κι υπόσχεται σε κάθε άνδρα, μηνύματα αποστέλλουσα, όμως ο νους της άλλα προσδοκά». Σ’ αυτήν -σκέψη βαθιά- ο Οδυσσεύς γύρισε κι είπε απαντώντας: «Ὢ συμφορά, ακόμα πιο μεγάλη από του Ἀγαμέμνονος Ἀτρεΐδη ἔμελλα να τελειώσω με άσχημη κατάληξη μες στο παλάτι, αν τα καθ’ ἕκαστα, θεά, με τη σωστή σειρά δε μού ’λεγες εσύ. Αλλ’ άντ’ εκπόνησε το σχέδιο, όπως αυτούς θα τιμωρήσω, και στάσου δίπλα μου η ίδια φωλιάζοντας εντός μένος μεγάλου θάρρους, τέτοι’ όταν (κατα)λύαμε της Τροίας (σαν ξεσκίζαμε) πέπλα πολυτελή. Αἴ και να μου στεκόσουνα κοντά ὧς οδηγός, γλαυκῶπι (Αθηνά) και με τριακόσιους άνδρες θα μαχόμουνα ἐγὼ μαζί σου, προστάτιδα θεά, όταν πριν από μένα αποφάσιζες να σπεύσεις αρωγός». Έπειτα κι η θεά, γαλανομάτα Αθηνά, απάντησε σ’ αυτόν: «Καὶ εύκολα επί τούτου ἐγώ βέβαια θα παρίσταμαι, μη με παρακαλέσεις, ὁππότε κι αν ετούτα εκπονήσουμε· και κάτι βλέπω να με αἵματα κι απ’ τον ἐγκέφαλο θα μολυνθεί κι ασύστολα το έδαφος εκ των ἀνδρῶν μνηστήρων, που κατατρώγουνε το βιος σου. Αλλ’ άντε θα σε κάνω ἄγνωστο σε όλους τους θνητούς. Θα σουφρώσω μεν το όμορφο το δέρμα από τα μέλη σφριγηλά, ξανθές δε τρίχες θ’ αφαιρέσω απ’ το κεφάλι, κι αμφίεση κουρέλι ντύσω, που και θα αποστρέφεται ἰδὼν ἄνθρωπον ἔχοντα, κι αυτά τα μάτια δύο θα θαμπώσω που ήτανε πανέμορφα πιο πριν, που αποκρουστικός θέ’ να φανείς σε όλους τους μνηστήρες και σύζυγό σου και παιδί, αυτόν που εγκατέλειψες στο μέγαρο. Ο ίδιος δε πρωτύτερα θα φτάσεις στο συβώτη (χοιροβοσκό), ο οποίος χοίρων ο επόπτης, παρομοίως δε ἤπια γνωρίζει (τρόπο) και το παιδί σου ν’ αγαπά και μυαλωμένη Πηνελόπη. Θα δεις αυτόν βεβαίως στα γουρούνια παραμένοντα· και τα οποία βόσκουν κοντά στου Κόρακα την πέτρα πάνω κι από την κρήνη την Αρέθουσα τρώγοντας βελανίδια αχόρταγα και μέλαν ὕδωρ πίνοντας, και που για τα γουρούνια τρέφει (και αυξάνει) το λίπος τρυφερό. Όπου να μείνεις και τα πάντα παραμένοντας να μάθεις (και ρωτάς), ωσότου ἐγὼ να ἔλθω σε Σπάρτη με το κάλλος γυναικών για να καλέσω τον Τηλέμαχο, δικό σου υἱό αγαπημένο, Ὀδυσσεῦ, που στο μεγάλο το χορό στη Λακεδαίμονα εις τον Μενέλαο κοντά ταξίδεψε να πληροφορηθεί για τη δική σου δόξα, ή πού ακόμα είσαι». Σ’ αυτή -σκέψη βαθιά- ο Οδυσσεύς γύρισε κι είπε απαντώντας: «Λέγε γιατί δεν τού ’πες, μες στο μυαλό τα πάντα που γνωρίζεις. Για ποίο λόγο κεῖνος κάπου ‘σκορπισμένος’ υποφέρει συμφορές μες στον αστείρευτο τον πόντο, ενώ οι άλλοι κατατρώουνε το βιος του». Και ἔπειτα απάντησε σ’ αυτόν θεά, γλαυκῶπις Ἀθηνά: «Δεν θά ’ταν εύκολο εκείνος βεβαίως να εμψυχωθεί. Η ίδια έστειλα αυτόν πομπή, να δρέψει δόξα λαμπερή ερχόμενος εκεί· ενώ δεν έχει κάποιο πόνο, αλλά γαλήνιος μες στα ανάκτορα στέκεται του Ἀτρεΐδη, και απλωμένη γύρω η αφθονία. Καραδοκούνε μεν γι’ αυτόν νέοι μαζί με μαύρο πλοίο σκοπεύοντας να (τον) σκοτώσουν, πριν φτάσει στην πατρίδα γη· αλλά βεβαίως δεν πιστεύω αυτά· προτού και κάποια γη σκεπάσει τους μνηστήρες -άνδρες (κι αυτοί)- που κατατρώγουνε τούτο το βιος». Όπως λοιπόν του τά ‘πε με ράβδο χάιδεψε η Ἀθηνά. Σούφρωσε μεν το όμορφο το δέρμα από τα μέλη σφριγηλά, αφαίρεσε δε τις ξανθές τρίχες απ’ το κεφάλι, και γύρω δέρμα από παλιόγερο τοποθέτησε σε όλα του τα μέλη, και θάμπωσε τα δυο τουμάτια που ήτανε πανέμορφα πιο πριν· και τύλιξε αυτόν με άλλο ῥάκος άσχημο μα και χιτῶνα, βρώμικα σιχαμένα, λερωμένα από κακάσχημο καπνό· κι ἀμφὶ-ἕσση του έβαλε δέρμα μεγάλο ‘φευγαλέου’ ἐλαφιού ψιλό. Έδωκε δε σ’ αυτόν σκῆπτρο κι απεριποίητο ταγάρι σε κάθε του μεριά η σιχασιά, υπήρχε δε σκοινί για να κρεμιέται. Τότε οι δυο τους βέβαια ὧς αποφάσισαν ‘έκοψαν δρόμο’· ἡ μὲν ἔπειτα ἐς Λακεδαίμονα μετέβη ευλογημένη για του Οδυσσέα το παιδί. |
Τελευταία επεξεργασία: