Άρθρα
Αρθρογράφοι
Φόρουμ
Νέες δημοσιεύσεις
Αναζήτηση στο Φόρουμ
Τι νέα
Νέες δημοσιεύσεις
Νέες δημοσιεύσεις προφίλ
Τελευταία δραστηριότητα
Μέλη
Εγγεγραμμένα μέλη
Τρέχοντες επισκέπτες
Νέες δημοσιεύσεις προφίλ
Δημοσιεύσεις προφίλ αναζήτησης
Σύνδεση
Ελληνικά
Language Chooser
English (US)
Ελληνικά
Español
Τι νέα
Αναζήτηση
Αναζήτηση
Αναζήτηση τίτλων μόνο
Με:
Νέες δημοσιεύσεις
Αναζήτηση στο Φόρουμ
Μενού
Σύνδεση
Install the app
Εγκαθιστώ
Φόρουμ
Ομηρική Ιθάκη - Η Γεωγραφία της Οδύσσειας
Ομήρου Οδύσσεια - Αναλύσεις ραψωδιών
Ραψωδία η΄ - Στο παλάτι του Αλκίνοου
Ραψωδία η΄: Αρχαίο κείμενο - Νεοελληνική απόδοση
Η JavaScript είναι απενεργοποιημένη. Για καλύτερη εμπειρία, παρακαλούμε ενεργοποιήστε το JavaScript στον browser σας πριν προχωρήσετε.
You are using an out of date browser. It may not display this or other websites correctly.
You should upgrade or use an
alternative browser

Απάντηση στο θέμα
Μήνυμα

[ATTACH=full]581[/ATTACH]

Ομηρική διάλεκτος

Στίχοι

Νεοελληνική απόδοση

Ὧς ὁ μὲν ἔνθ’ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.
Ἡ δ’ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ’ ἵκανεν,
στῆσεν ἄρ’ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς
ἵσταντ’ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥ’ ὑπ’ ἀπήνης
ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
Αὐτή δ’ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ
γρῆυς Ἀπειραίη θαλαμηπόλος Εὐρυμέδουσα,
τήν ποτ’ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·
Ἀλκινόῳ δ’ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
Φαιήκεσσιν ἄνασσε, θεοῦ δ’ ὣς δῆμος ἄκουεν·
ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
Ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμειν.
Καὶ τότ’ Ὀδυσσεὺς ὦρτο πόλινδ’ ἴμεν· ἀμφὶ δ’ Ἀθήνη
πολλὴν ἠέρα χεῦε φίλα φρονέουσ’ Ὀδυσῆι,
μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
κερτομέοι τ’ ἐπέεσσι καὶ ἐξερέοιθ’, ὅτις εἴη.
Ἀλλ’ ὅτε δὴ ἄρ’ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
παρθενικῇ ἐικυῖα νεήνιδι κάλπιν ἐχούσῃ.
Στῆ δὲ πρόσθ’ αὐτοῦ, ὁ δ’ ἀνείρετο δῖος Ὀδυσσεύς·
«Ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
Αλκινόου, ὃς τοῖσδε μετ’ ἀνθρώποισι ἀνάσσει;
Καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ’ ἱκάνω
τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
ἀνθρώπων, οἱ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν».
Τὸν δ’ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
«Τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
Ἀλλ’ ἴθι σιγῇ τοῖον, ἐγὼ δ’ ὁδὸν ἡγεμονεύσω,
μηδέ τιν’ ἀνθρώπων προτιόσσεο μηδ’ ἐρέεινε·
οὐ γὰρ ξείνους οἵδε μάλ’ ἀνθρώπους ἀνέχονται,
οὐδ’ ἀγαπαζόμενοι φιλέουσ’, ὅς κ’ ἄλλοθεν ἔλθῃ.
Νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσιν
λαῖτμα μέγ’ ἐκπερόωσιν, ἐπεί σφισι δῶκ’ ἐνοσίχθων·
τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα».
Ὧς ἄρα φωνήσασ’ ἡγήσατο Παλλὰς Ἀθήνη
καρπαλίμως· ὁ δ’ ἔπειτα μετ’ ἴχνια βαῖνε θεοῖο.
Τὸν δ’ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη
εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
θεσπεσίην κατέχευε φίλα φρονέουσ’ ἐνὶ θυμῷ.
Θαύμαζεν δ’ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
αὐτῶν θ’ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
Ἀλλ’ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθ’ ἵκοντο,
τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·
«Οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
περιφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας
δαίτην δαινυμένους· σὺ δ’ ἔσω κίε, μηδέ τι θυμῷ
τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
Δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
Ἀρήτη δ’ ὄνομ’ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
τῶν αὐτῶν, οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
ὃς ποθ’ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
Ἀλλ’ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δ’ αὐτός·
τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσεν.
Ναυσίθοος δ’ ἔτεκεν Ρηξήνορά τ’ Ἀλκίνοόν τε·
τὸν μὲν ἄκουρον ἐόντα βάλ’ ἀργυρότοξος Ἀπόλλων
νυμφίον, ἐν μεγάρῳ μίαν οἴην παῖδα λιπόντα
Ἀρήτην· τὴν δ’ Ἀλκίνοος ποιήσατ’ ἄκοιτιν
καὶ μιν ἔτισ’, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλῃ,
ὅσσαι νῦν γε γυναῖκες ὑπ’ ἀνδράσιν οἶκον ἔχουσιν.
Ὧς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
ἔκ τε φίλων παίδων ἔκ τ’ αὐτοῦ Ἀλκινόοιο
και λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
δειδέχαται μύθοισιν, ὅτε στείχῃσ’ ἀνὰ ἄστυ.
Οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·
ᾗσί τ’ ἐὺ φρονέῃσι, καὶ ἀνδράσι νείκεα λύει.
Εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ’ ἐνὶ θυμῷ,
ἐλπωρή τοι ἔπειτα φίλους τ’ ἰδέειν καὶ ἱκέσθαι
οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν».
Ὧς ἄρα φωνήσασ’ ἀπέβη γλαυκῶπις Ἀθήνη
πόντον ἐπ’ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
ἵκετο δ’ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
δῦνε δ’ Ἐρεχθῆος πυκινὸν δόμον. Αὐτὰρ Ὀδυσσεὺς
Ἀλκινόου πρὸς δώματ’ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
ὥρμαιν’ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
Ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
δῶμα καθ’ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
Χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατ’ ἔνθα καὶ ἔνθα,
ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
σταθμοὶ δ’ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
ἀργύρεον δ’ ἐφ’ ὑπερθύριον, χρυσέη δε κορώνη.
Χρύσειοι δ’ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσιν
δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
Ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηδέδατ’ ἔνθα καὶ ἔνθα,
ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθ’ ἐνὶ πέπλοι
λεπτοί ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
Ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.
Χρύσειοι δ’ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσιν.
Πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
αἱ μὲν ἀλετρεύουσι μύλῃς ἐπὶ μήλοπα καρπόν,
αἱ δ’ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·
καιρουσσέων δ’ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
Ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὧς δὲ γυναῖκες
ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη
ἔργα τ’ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
Ἔκτοσθεν δ’ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
τετράγυος· περὶ δ’ ἕρκος ἐλήληται ἀμφοτέρωθεν.
Ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
Τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδ’ ἀπολείπει
χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλ’ αἰεὶ
ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
Ὄγχνη ἐπ’ ὄγχνη γηράσκει, μῆλον δ’ ἐπὶ μήλῳ,
αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ’ ἐπὶ σύκῳ.
Ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
τέρσεται ἠελίῳ, ἑτέρας δ’ ἄρα τε τρυγόωσιν,
ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τ’ ὄμφακές εἰσιν
ἄνθος ἀφιεῖσαι, ἕτεραι δ’ ὑποπερκάζουσιν.
Ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι.
Ἐν δὲ δύω κρῆναι ἡ μέν τ’ ἀνὰ κῆπον ἅπαντα
σκίδναται, ἡ δ’ ἑτέρωθεν ὑπ’ αὐλῆς οὐδὸν ἵησιν
πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
Τοῖ ’ ἄρ’ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
Ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
Αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
Εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
Αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
πολλὴν ἠέρ’ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,
ὄφρ’ ἵκετ’ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
Ἀμφὶ δ’ ἄρ’ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
καὶ τότε δή ῥ’ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
Οἱ δ’ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·
θαύμαζον δ’ ὁρόωντες. Ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·
«Ἀρήτη, θύγατερ ῾ Ρηξήνορος ἀντιθέοιο,
σόν τε πόσιν σά τε γούναθ’ ἱκάνω πολλὰ μογήσας
τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν
ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
κτήματ’ ἐνὶ μεγάροισι γέρας θ’, ὅ τι δῆμος ἔδωκεν·
αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ’ ἱκέσθαι
θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω».
Ὧς εἰπὼν κατ’ ἄρ’ ἕζετ’ ἐπ’ ἐσχάρῃ ἐν κονίῃσιν
πὰρ πυρί· οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
καὶ μύθοις ἐκέκαστο, παλαιά τε πολλά τε εἰδώς
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
«Ἀλκίνο’, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικεν,
ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ’ ἐσχάρῃ ἐν κονίῃσιν,
οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται·
ἀλλ’ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
σπείσομεν, ὅς θ’ ἱκέτῃσιν ἅμ’ αἰδοίοισιν ὀπηδεῖ.
Δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων».
Αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσ’ ἱερὸν μένος Ἀλκινόοιο,
χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
ὦρσεν ἀπ’ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
Χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
Σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ’ ἐπιθεῖσα χαριζομένη παρεόντων.
Αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς,
καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
«Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
σπείσομεν, ὅς θ’ ἱκέτῃσιν ἅμ’ αἰδοίοισιν ὀπηδεῖ».
Ὧς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
νώμησεν δ’ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
Αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον θ’, ὅσον ἤθελε θυμός,
τοῖσιν δ’ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·
«Κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
ὄφρ’ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
Νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ’ ἱόντες·
ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
μνησόμεθ’, ὥς χ’ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
πομπῇ ὑφ’ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστίν,
μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσιν,
πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δ’ ἔπειτα
πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
Εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθεν,
ἄλλο τι δὴ τόδ’ ἔπειτα θεοὶ περιμηχανόωνται.
Αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
ἡμῖν, εὖτ’ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
δαίνυνταί τε παρ’ ἄμμι καθήμενοι, ἔνθα περ’ ἡμεῖς.
Εἰ δ’ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,
ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων».
Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
«Ἀλκίνο’, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγὼ γε
ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.
Οὕς τινας ἡμεῖς ἴστε μάλιστ’ ὀχέοντας ὀιζὺν
ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
Καὶ δ’ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,
ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
Ἀλλ’ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ.
Οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
ἔπλετο, ἥ τ’ ἐκέλευσε ἕο μνήσασθαι ἀνάγκῃ
καὶ μάλα τειρόμενον καὶ ενὶ φρεσὶ πένθος ἔχοντα,
ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλ’ αἰεὶ
ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
ληθάνει, ὅσσ’ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
Ὑμεῖς δ’ ὀτρύνεσθαι ἅμ’ ἠοῖ φαινομένηφιν,
ὥς κ’ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν
κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα».
Ὧς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπῄνεον ἠδὲ κέλευον
πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
Αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον θ’, ὅσον ἤθελε θυμός,
οἱ μὲν κακκείοντες ἔβαν οἰκόνδε ἕκαστος,
αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
πὰρ δὲ οἱ Ἀρήτη καὶ Ἀλκίνοος θεοειδὴς
ἥσθην· ἀμφίπολοι δ’ ἀπεκόσμεον ἔντεα δαιτός.
Τοῖσιν δ’ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·
ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματ’ ἰδοῦσα
καλά, τά ῥ’ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξίν·
καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα·
«Ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
τίς, πόθεν εἰς ἀνδρῶν; Τίς τοι τάδε εἵματ’ ἔδωκεν;
Οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ’ ἱκέσθαι;»
Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
«Ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι,
κήδε’ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·
τοῦτο δέ τοι ἐρέω, ὅ μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·
ἔνθα μὲν Ἄτλαντος θυγάτηρ δολόεσσα Καλυψὼ
ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ
μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων·
ἀλλ’ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
Ἔνθ’ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα
ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκεν
θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
ἀλλ’ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
Ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δ’ αἰεὶ
δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·
ἀλλ’ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
καὶ τότε δή μ’ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
Ζηνὸς ὑπ’ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετ’ αὐτῆς.
Πέμπε δ’ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δ’ ἔδωκεν,
σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν·
οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
Ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
ὀκτωκαιδεκάτῃ δ’ ἐφάνη ὄρεα σκιόεντα
γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ
δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ
πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,
ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,
ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα
εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.
Τὴν μὲν ἔπειτα θύελλα διασκέδασ’· αὐτὰρ ἐγώ γε
νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ
ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
Ἔνθα κέ μ’ ἐκβαίνοντα βιήσατο κῦμ’ ἐπὶ χέρσου,
πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·
ἀλλ’ ἀναχασσάμενος νῆχον πάλιν, εἷος ἐπῆλθον
ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
Ἐκ δ’ ἔπεσον θυμηγερέων, ἐπὶ δ’ ἀμβροσίη νὺξ
ἤλυθ’. Ἐγὼ δ’ ἀπάνευθε διιπετέος ποταμοῖο
ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δε φύλλα
ἠφυσάμην· ὕπνον δὲ θεὸς κατ’ ἀπείρονα χεῦεν.
Ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
εὗδον παννύχιος καὶ ἐπ’ ἠῶ καὶ μέσον ἦμαρ.
Δείλετό τ’ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
Ἀμφιπόλους δ’ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
παιζούσας, ἐν δ’ αὐτὴ ἔην ἐικυῖα θεῇσιν·
τὴν ἱκέτευσ’· ἡ δ’ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
Ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδ’ αἴθοπα οἶνον
καὶ λοῦσ’ ἐν ποταμῷ καί μοι τάδε εἵματ’ ἔδωκεν.
Ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα».
Τὸν δ’ αὖτ’ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
«Ξεῖν’, ἦ τοι μὲν τοῦτό γ’ ἐναίσιμον οὐκ ἐνόησεν
παῖς ἐμή, οὕνεκά σ’ οὔ τι μετ’ ἀμφιπόλοισι γυναιξὶν
ἦγεν ἐς ἡμέτερον, σὺ δ’ ἄρα πρώτην ἱκέτευσας».
Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
«Ἥρως, μή τούνεκ’ ἀμύμονα νείκεε κούρην·
ἡ μὲν γάρ μ’ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
ἀλλ’ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·
δύσζηλοι γάρ τ’ εἰμὲν ἐπὶ χθονὶ φῦλ’ ἀνθρώπων».
Τὸν δ’ αὖτ’ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
«Ξεῖν’, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
μαψιδίως κεχολῶσθαι· ἀμείνω δ’ αἴσιμα πάντα.
Αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
τοῖος ἐών, οἷός ἐσσι, τά τε φρονέων, ἅ τ’ ἐγώ περ,
παῖδα τ’ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
αὖθι μένων· οἶκον δέ τ’ ἐγὼ καὶ κτήματα δοίην,
εἴ κ’ ἐθέλων γε μένοις· ἀέκοντα δέ σ’ οὔ τις ἐρύξει
Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.
Πομπὴν δ’ ἐς τόδ’ ἐγὼ τεκμαίρομαι, ὄφρ’ ἐὺ εἰδῇς,
αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
λέξεαι, οἱ δ’ ἐλόῳσι γαλήνην, ὄφρ’ ἂν ἵκηαι
πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τι φίλον ἐστίν,
εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ’ Εὐβοίης,
τήν περ τηλοτάτω φάσ’ ἔμμεναι, οἵ μιν ἴδοντο
λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν ῾ Ραδάμανθυν
ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
Καὶ μὲν οἱ ἔνθ’ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδ’ ὀπίσσω.
Εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσσίν, ὅσσον ἄρισται
νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ».
Ὧς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
εὐχόμενος δ’ ἄρα εἶπεν, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν.
«Ζεῦ πάτερ, αἴθ’, ὅσα εἶπε, τελευτήσειεν ἅπαντα
Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδ’ ἱκοίμην».
Ὧς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
κέκλετο δ’ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
δέμνι’ ὑπ’ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
πορφύρε’ ἐμβαλέειν στορέσαι τ’ ἐφύπερθε τάπητας
χλαίνας τ’ ἐνθέμεναι οὔλας καθύπερθεν ἔσασθαι.
Αἱ δ’ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·
αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
ὤτρυνον δ’ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·
«Ὄρσο, κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή».
Ὧς φάν, τῷ δ’ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
Ὧς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
τρητοῖς ἐν λεχέεσσιν ὑπ’ αἰθούσῃ ἐριδούπῳ·
Ἀλκίνοος δ’ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.

5

10

15

20

25

30

35

40

45

50

55

60

65

70

75

80

85

90

95

100

105

110

115

120

125

130

135

140

145

150

155

160

165

170

175

180

185

190

195

200

205

210

215

220

225

230

235

240

245

250

255

260

265

270

275

280

285

290

295

300

305

310

315

320

325

330

335

340

345

Όπως ο Οδυσσέας μεν εκεί παρακαλούσε πολύπαθος με σεβασμό
την κόρη δε στο άστυ έφερε η ορμή των ημιόνων.
Και όταν πια αυτή στ’ ανάκτορα τα ονομαστά έφθασε του πατρός,
στάθηκε τελικά στα πρόθυρα, κι ολόγυρα τ’ αδέλφια της
‘‘ίσταντο’’ μ’ αθάνατους παρόμοιοι, που απ’ την άμαξα γοργά
έλυναν τους ημίονους και έφεραν τα ρούχα μέσα.
Η ίδια δε σε θάλαμο δικό της έτρεξε κατευθείαν· ενώ πυρά γι’ αυτήν έκαιγε
η Ευρυμέδουσα η γριά η Ηπειρώτισσα θαλαμηπόλος,
που κάποτε απ’ την Ήπειρο την έφεραν ευέλικτα καράβια·
και διάλεξαν αυτήν δώρο για τον Αλκίνοο, μια που σε όλους
βασίλευε τους Φαίακες, και σαν θεό υπάκουε ο λαός·
η που ανέτρεφε τη Ναυσικά με τα λευκά τα χέρια μες στ’ ανάκτορα.
Για την οποία είχε αναμένη την πυρά και από μέσα προετοίμαζε το καλατσιό.

Και τότ’ ορθώθη ο Οδυσσεύς στην πόλη για να πάει· κι η Αθηνά τριγύρω (του)

πολλή ομίχλη ρίχνει καθότι εσκέφθη φιλικά χάριν του Οδυσσέα,
μη κάποιος απ’ τους Φαίακες τους μεγαλόθυμους εμφανιζόμενος μπροστά (του)
μειώσει και με λόγια και ‘‘ξεράσει’’ (αναγκαστεί να ομολογήσει), ότι και είναι ποιος.
Αλλ’ όταν πια στην πόλη έμελε να διεισδύσει την τερπνή (με απορία),
εκεί θεά, γαλανομάτα Αθηνά, παρουσιάστηκε μπροστά του,
μοιάζοντας με νεάνιδα παρθενική έχουσα το σταμνί (της Κέρκυρας επάνω στο κεφάλι).
Στάθηκε δε εμπρός αυτού, κι αναρωτιότανε ο ‘‘δίος’’ Οδυσσεύς:
«Παιδί μου, στο οικοδόμημα (εκείνου) του ανδρός δεν θα μπορούσες να με πας
Αλκίνοου, που διαφεντεύει σε ετούτους τους ανθρώπους;
Και διότι εγώ ξένος ταλαίπωρος ‘‘κατέληξα’’ εδώ
μακριά από χώρα μακρινή· ως τώρα δεν εγνώρισα κανέναν
των ανθρώπων, και οι οποίοι αυτή κατέχουνε την πόλη και τη γη».

Και προς αυτόν μετά είπε θεά, γλαυκώπις Αθηνά:

«Μα βέβαια για σένα εγώ, ξένε πατέρα, το οικοδόμημα, που με προστάζεις
θα δείξω, μια που ευρίσκεται στου ασύγκριτου πατέρα μου κοντά.
Αλλά σιωπηλά τράβα το δρόμο ίσια αυτόν, κι εγώ θα σε καθοδηγήσω,
και μη κανένανε στα μάτια αντικρύσεις απ’ τους ανθρώπους, και μήτε να ρωτάς·
διότι πόσο μάλλον και οι οποίοι ξένους ανθρώπους δεν ανέχονται,
ούτ’ απ’ αγάπη τους φιλεύουν, όποιος κι αν έρθει απ’ αλλού.
Για τα γοργά καράβια τους βεβαίως πεπεισμένοι ταχύτατα
διασχίζουνε μεγάλες αποστάσεις, διότι έτσι τό ’δωκε σ’ αυτούς ο κοσμοσείστης·
τα γρήγορα καράβια τους σαν είναι ένα πτερό ή σκέψη».

Καθώς λοιπόν του φώναξε η Αθηνά Παλλάδα προηγείτο

με ορμή· κι εκείνος στο κατόπι της θεάς ακολουθούσε.
Κι έτσι λοιπόν δεν τον κατάλαβαν οι Φαίακες διάσημοι στα πλοία
που πέρναγε ανάμεσα ερχόμενος στην πόλη· όχι ...διότι η Αθηνά
σαν καλοδολοπλόκος, με θεϊκή δεινότητα, γοργά αυτόν μ’ ομίχλη
θεσπέσια εσκέπαζε αγαπητά αισθήματα έχοντας στην ψυχή.
Θαύμαζε και λιμένες Οδυσσεύς και πλοία σε ευστάθεια (δεν γέρναν)
αυτών των ίδιων των ηρώων και τόπους της συνάθροισης και τα μακρά τα τείχη
-θαύμα ιδέσθαι- υψηλά, στη γη κλιμακωτά να σκαρφαλώνουν.
Αλλ’ όταν το λοιπόν στου βασιλιά εφτάσανε περίφημα ανάκτορα εμπρός,
γι’ αυτά και με τα λόγια άρχισε η θεά, γλαυκώπις Αθηνά:
«Τούτο λοιπόν, πατέρα ξένε, το παλάτι, που με προστάζεις
να σου δείξω· θα δεις δε βασιλιάδες αναθρεμμένους θεϊκά
όπως θα δεξιώνονται το δείπνο· και πήγαινε εσύ εντός, μη κάτι την ψυχή
κλονίζει· διότι άνδρας θαρραλέος ανάμεσα σε όλους τα πιο καλά
τα έργα εκτελεί, ακόμα κι άμα έλθει (σταλμένος) απ’ αλλού.
Πρώτα μεν θα συναντήσεις μες στο μέγαρο τη Δέσποινα·
και τ’ όνομά της είναι επώνυμο Αρήτη, κι από προγόνους
ίδιους, αυτούς που κάποτε εγέννησαν Αλκίνοο βασιλιά.
Πρώτα μεν ο ενοσίχθων Ποσειδών Ναυσίθοο
εγέννησε και η Περίβοια, ράτσα γυναικός αρίστη,
του μεγαλόκαρδου Ευρυμέδοντα η πιο μικρή η κόρη,
που κάποτε βασίλευε στους Γίγαντες τους άγριους.
Αλλ’ αφενός απώλεσε ατάσθαλο λαό, χάθηκε δε κι ο ίδιος·
μ’ αυτήν δε Ποσειδών ενώθη και έκανε παιδί
Ναυσίθοο μεγάθυμο, που στους Φαιάκους ήτανε μεγάλος βασιλιάς.
Ο δε Ναυσίθοος εγέννησε και το Ρηξήνορα και τον Αλκίνοο·
τον μεν χωρίς αγόρι Απόλλωνας σαΐτεψε με τ’ αργυρό το τόξο
νιόπαντρο, στο παλάτι αφήνοντας μονάχη μια παιδούλα (τόση δα)
Αρήτη· και που Αλκίνοος την έκανε γυναίκα
και την ετίμησε, όπως καμιά πάνω στη γη άλληνε δεν τιμάνε
όσες γυναίκες βέβαια έχουνε τώρα από άνδρα σπιτικό.
Όπως εκείνη (η Αρήτη) από καρδιάς τιμάται μα και είναι
κι αγαπημένη των παιδιών κι αυτού του ίδιου του Αλκίνοου
και του λαού, που ως θεό την βλέπουν εναργή
την υποδέχονται με τις φιλοφρονήσεις, όταν τη συναντούν ανά το άστυ.
Και διότι βέβαια δεν είναι μόνο από γνώση στολισμένη·
και έχει φρόνηση λαμπρή, και για τους άνδρες επιλύει διαφορές.
Κι αν βέβαια εκείνη στην ψυχή αγαπητά αισθήματα για σένα,
ελπίδα έπειτα για σε φίλους και να ιδείς και φτάσεις
σε οίκο ψηλοτάβανο και στη δική σου γη την πατρική».

Αφού λοιπόν εκφώνησε αυτά απέβη η γλαυκώπις Αθηνά

πάνω απ’ τον πόντο τον αστείρευτο, κι άφησε την αγαπημένη τη Σχερία,
και έφτασε στο Μαραθώνα και στην πλατύδρομη Αθήνα,
και χώθηκε στου Ερεχθέα τέμενος πυκνοφτιαγμένο. Τότε ο Οδυσσέας
του Αλκίνοου προσέγγισε δώματα ξακουστά· πολλά δε στην καρδιά του
στεκόμενος διαλογιζόταν, πριν ακουμπήσει το χαλκόχρωμο κατώφλι.
Και διότι ως ανταύγεια ηλίου έμοιαζε ή σελήνης
το δώμα κάτω απ’ τη στέγη τη θεόρατη του μεγαλόκαρδου Αλκίνοου.
Και διότι τοίχοι χάλκινοι προχώραγαν ένθα και ένθα,
απ’ το κατώφλι μέχρι μέσα, και κάλυπτε θριγκός σε χρώμα κυανό·
και τα πορτόφυλλα χρυσά σφράγιζαν πολυδαίδαλο ανάκτορο εντός·
οι δε κολώνες αργυρές πάταγαν πάνω σε χαλκόχρωμη βάση - κατώφλι,
και από πάνω υπέρθυρο αργυρό, χρυσή δε η κορώνη.
Χρυσοί δε απ΄τις δυό μεριές και αργυροί ήτανε κύνες,
αυτούς που Ήφαιστος σχεδίασε έμπειρος νους στην τέχνη
ώστε να κάνουν πως φυλάν το δώμα του Αλκίνοου πού ’χε καρδιά μεγάλη,
όντας αθάνατους κι αγέραστους όλες τις μέρες που περνούν.
Και μέσα θρόνοι γύρω στον τοίχο αραδιασμένοι, κι από τις δύο τις μεριές
ως το μυχό απ’ το κατώφλι διαμπερές, όπου υπήρχαν πέπλοι
λεπτοί ριχτοί καλοφτιαγμένοι, έργα των γυναικών.
Κι όπου στρογγυλοκάθονταν ηγέτες των Φαιάκων
πίνοντες και δειπνούντες· όλο το χρόνο διότι είχαν αφθονία.
Κι ενώ κούροι χρυσοί επάνω σε βωμούς καλοφτιαγμένους
στεκόντουσαν με δάδες αναμμένες που τις κρατούσαν με τα χέρια,
για να φωτίζουνε τις νύχτες μέσα στα δώματα για τους συνδαιτυμόνες.
Και μέσα στο ανάκτορο πενήντα δμώες -υπηρέτριες- γυναίκες
άλλες αλέθουνε τον ώριμο καρπό επάνω στη μυλόπετρα
άλλες υφαίνουνε ιστούς κι υφάσματα στριφώνουν
καθισμένες, κι όπως τα φύλλα λεύκας μακριάς -της Μακεδονικής-·
πυκνών παρ’ όλο πού ’ναι και λεπτά το λάδι το υγρό δεν διαρρέει.
Όπως σε όλα οι Φαίακες στους άνδρες πρωτοπόροι
πέρα στα πέλαγα γοργά πηγαίνουν και γυρνάνε, έτσι και οι γυναίκες (τους)
τεχνίτρες στα υφαντά· διότι έτσι τό ’δωκε σ’ αυτές η Αθηνά
και έργα να επίστανται περίτεχνα και στα μυαλά σπουδαίες.
Και έξω απ’ την αυλή περβόλι εκτεταμένο πολύ κοντά στις θύρες
σε τέσσερα παρτέρια· και γύρω-γύρω περιβάλλεται με φράχτη.
Και όπου δένδρα μακριά φυτρώνουν ανθισμένα,
και αχλαδιές μα και ροδιές γλυκόκαρπες μηλιές
γλυκιές και οι συκιές και ανθισμένες οι ελιές.
Ουδέποτε απ’ αυτές χάνεται ο καρπός μα ούτε απολείπει
χειμώνα ούτε θέρος, για όλη τη χρονιά· αλλ’ ως επί το πλείστον
ο ζέφυρος που πνέει άλλα μεν τα φυτρώνει, και άλλα τα πετά.
Αχλάδι σε αχλάδι μαραγκιάζει, μήλο πάνω σ’ άλλο μήλο
σταφύλι τότε στο σταφύλι, πάνω στο σύκο άλλο σύκο.
Όπου και το πολύκαρπο αμπέλι του ριζώνει,
κι ενώ άλλου κομμένος ο καρπός μέσα σε λιάστρες απλωτός
ξηραίνεται στον ήλιο, συγχρόνως άλλα τα τρυγούν,
και άλλα τα πατάνε· κι είναι σπυριά πιο πριν ωσάν φακές
και που δένουν ως ανθός, και άλλα σα βλαστάρια εξελίσσονται.
Κι όπου περίτεχνες πρασιές στο τέλειωμα του κήπου
φυτρώνουνε ανθίζοντας, όλες τους διαρκώς.
Και δύο κρήνες μέσα κι η μια μεν σ’ όλον τον κήπο
μοιράζεται, η δε από την άλλη κάτω απ’ το κατώφλι της αυλής διοχετεύει
προς οικοδόμημα υψηλό, όπου υδρεύοντο πολίτες.
Τούτα λοιπόν απ’ τους θεούς ήταν για τον Αλκίνοο τα δώρα τ’ ακριβά.

Όπου σταματημένος εθαύμαζε μ’ ευσέβεια ο ταλαιπωρημένος Οδυσσεύς.

Αφού λοιπόν όλα εθαύμασε με την ψυχή του,
αστραπιαία υπερέβη το κατώφλι εντός του δώματος.
Εὗρε δὲ ἡγήτορες Φαιάκων μα κι ευγενείς
την ώρα που ανέπεμπαν σπονδές απ’ τα ποτήρια τα ιερά για τον Ερμή,
για τον οποίον ‘‘σπένδεσκον’’ επί τη λήξη, και ο οποίος όπως κοιμούνται θα τους προσέχει.
Ύστερα το ανάκτορο διέσχισε με προσοχή ο Οδυσσέας θεϊκός
πολλήν ομίχλη έχοντας, μ’ αυτήν που τον περίχευε η Αθηνά,
έτσι έφτασε και στην Αρήτη και στον Αλκίνοο βασιλιά.
Και γύρω απ’ της Αρήτης τα γόνατα τότε έβαλε τα χέρια ο Οδυσσεύς,
κι εκείνη τη στιγμή από αυτόν σκόρπισε ο θεόσταλτος αιθέρας.
Και ξαφνιαστήκανε αυτοί, βλέποντας τ’ ανθρωπάκι στο σαλόνι·
και θαύμαζαν κοιτώντας. Κι ο Οδυσσεύς “λιτάνευε” παρακαλώντας:
«Αρήτη, θυγατέρα του Ρηξήνορα αυτού του εκλεκτού για τους θεούς,
στο σύζυγο και στα δικά σου γόνατα αφού ετράβηξα πολλά προσπέφτω
και στους συνδαιτυμόνες τούτους· σ’ εσάς θεοί να δίνουν ευτυχία
όσο θα ζείτε, και στα παιδιά καθένας του ν’ αφήνει
κληρονομιά τιμής και στα ανάκτορα, ότι ο δήμος έδωκε·
ύστερα για εμέ προετοιμάστε αποστολή να φτάσω στην πατρίδα
γοργά, επειδή μακριά από τους φίλους -κι αυτούς που αγαπάω - υποφέρω».

Σαν τά ’πε λοιπόν κάθισε πάνω στη σχάρα μες στις στάχτες

δίπλα στην πυρά· και τότε όλοι αυτοί κοκάλωσαν σ’ απόλυτη σιωπή.
Κι αφού περάσανε στιγμές είπε μετά ο γέροντας αγαπημένος ήρωας Εχένηος,
που πρέπει νά ’ταν προγενέστερος από τους άνδρες τους Φαιάκους
και γνώριζε πολλά και τα καθέκαστα να λέει από παλιά
που άριστα φρονών γι’ αυτούς πήρε μετά το λόγο και αγόρευσε:
«Αλκίνοε, ούτε και τούτο το πιο όμορφο για σε, και ούτε συνηθίζεται,
τον ξένο να αισθάνεσαι χαμαί πάνω στη σχάρα μες στις στάχτες,
κι οι άλλοι το λόγο το δικό σου να παραδειγματιστούνε περιμένουν·
αλλ’ άντε και τον ξένο το λοιπόν σε κάθισμα επίσημο σε θρόνο ασημένιο
αφού σηκώσεις να τον βάλεις, κι εσύ τους κήρυκες διάταξε
οίνο να επαναγεμίσουν, και εις τον Δία που παίζει με τους κεραυνούς να
κάνουμε σπονδές, που και για τους σεβόμενους ικέτες ανταποδίδει.
Επιδόρπιο δε για τον ξένο ας δώσει η οικονόμος από ‘κείνα που υπάρχουνε εντός».

Αφού επειδή άκουσε βέβαια αυτό με σεβασμό και ενδιαφέρον ο Αλκίνοος,

τραβώντας απ’ το χέρι τον Οδυσσεά γνωστικό -σκέψη πολυμερή
σήκωσε απ’ τη σχάρα κι εισήγαγε σε θρόνο αστραφτερό,
σηκώνοντας υιό αγαπησιάρη Λαοδάμαντα,
αυτόν που κάθιζε πλησίον του, και πιο πολύ αυτόνε αγαπούσε.
Κι η για το νίψιμο αμφίπολος από τον πρόχουν πού ’φερε έριχνε το νερό
καλοφτιαγμένη και χρυσή πάνω σε λέβητ’ αργυρό,
για να νιφθεί· και έστρωσε κοντά τράπεζα σκαλιστή.
Και παρέθεσε που έφερε ψωμί η γλυκύτατη οικονόμος,
απλώνοντας πολλά εδέσματα ώστε η παρέα να χαρεί.
Αμέσως εκείνος έπινε και έτρωγε ευλογημένος Οδυσσεύς ο ταλαιπωρημένος,
και τότε προς τον κήρυκα είπε ο Αλκίνοος δυνατά:
«Ποντόνοε, διάνειμε της μέθης τον κρατήρα κερνώντας
μες στο μέγαρο τους πάντες, ώστε και εις τον Δία που παίζει με τους κεραυνούς
κάνουμε σπονδές, που και για τους σεβόμενους ικέτες ανταποδίδει».

Σαν τό ’πε, κι ο Ποντόνοος κερνούσε απ’ τον οίνο που ολόγλυκα “κτυπά”,

κι έτσι εξοικονόμησε για όλους κάνοντας την αρχή από τα δέπατα ποτήρια (ιερά).
Αφού τελειώσαν τις σπονδές και ήπιαν, όσο ήθελε η ψυχή τους,
σ’ αυτούς και ο Αλκίνοος αγόρευσε μετά και είπε:
«Ακούστε, ηγέτες των Φαιάκων κι (εσείς) οι ευγενείς,
αυτά που θε να είπω, αυτά που η ψυχή στα στήθια με κελεύει.
Και τώρα αφού δειπνήσατε θα πάτε να πλαγιάσετε στα σπίτια·
και το πρωί αφού καλέσουμε γέροντες επί πλέον
ξένο θε να φιλοξενήσουμε στ’ ανάκτορα και για θεούς
όμορφα θα προσφέρουμε ιερά, έπειτα δε και σχετικά με κατευόδιο
θε να σκεφτούμε, πώς και ο ξένος χωρίς να κουραστεί και να κοπιάσει
με συνοδεία από μας στη γη την πατρική θα φτάσει
γοργά χαρούμενος, και αν ακόμα είναι από πολύ μακριά,
μη κάτι βέβαια κακό κι αναποδιά πάθει στο μεταξύ
βεβαίως πριν τον ξεμπαρκάρουμε στη γη του· και όπου έπειτα
θα πάθει, όσα οι ώρες τού ’κλωθαν βαριά
να γίνει απ’ τη μοίρα, τότε που τον εγέναγε η μητέρα.
Κι αν βέβαια κανείς των αθανάτων κατήλθε εκ του ουρανού
άλλο ένα απ’ αυτά που μηχανεύονται οι θεοί...
Διότι πάντα πιο παλιά βεβαίως οι θεοί φαίνονται εναργείς
σε εμάς, όταν δοξαστικές τελούμε εκατόμβες,
και δεξιώνονται καθήμενοι κοντά μας, στα ίδια τα καθίσματα μ’ εμάς.
Κι αν κάποιος κάποτε διαβάτης μοναχός απαντηθεί μαζί
δεν κατακρύπτουν τίποτα, μια που μ’ αυτούς είμαστ’ εγγύς
όπως κι οι Κύκλωπες και τ’ άγρια τα φύλα των Γιγάντων».

Και σε αυτόν με σκέψη ο Οδυσσεύς εγύρισε και είπε απαντώντας:

«Μελέτα Αλκίνο’ κάτι τι άλλο με το μυαλό σου· γιατί εγώ βεβαίως δεν
έμοιασα στους αθάνατους, αυτούς όπου κατέχουνε διάπλατο ουρανό,
ούτε εμφάνιση -κορμί, αλλά με τους θνητούς απ’ τους φθαρτούς.
Τους οποίους εμάς κάποιους μάλιστα γνωρίζετε τους υπομένοντες την πίκρα
απ’ τους ανθρώπους, και με αυτών τα βάσανα θε να εξισωνόμουν.
Κι ακόμα κι αν εγώ ακόμα πιο πολύ κι αν περιέγραφα κακά,
όσα βεβαίως ήδη τα πάντα από θεών εχθρότητα υπέφερα.
Αλλά εμένα μεν αφήστε με έτσι από ευσπλαχνία να τσιμπήσω.
Γιατί δεν είν’ χειρότερο κάτι άλλο απ’ την καταραμένη τη γαστέρα
να ‘χει, αυτή που και διέταξε να θυμηθώ τη “μέσα” την ανάγκη
και πιο πολύ επειγόμενο και πένθος -λύπη- έχοντα μες στο μυαλό,
όπου κι εγώ μεν στενοχωρημένος, εκείνη δε πάντοτε πιο πολύ
να φάω και να πιω με διατάζει, και όλα αυτά ολόγυρα με κάνει
να ξεχνώ, όσ’ έπαθα, και με καθοδηγεί να την κορέσω.
Κι εσείς προετοιμάστε μόλις ξημέρωμα φανεί,
όπως κι εμέ τον δύστυχο επιβιβάσετε για την πατρίδα τη δική μου
κι ας έπαθα πολλά· και να με κάνετε να ιδώ αιώνια που μου λείπουν
εκείνα που μου ανήκουνε, και δούλες μα και ανάκτορο μεγαλειώδες».

Σαν τά ’πε, και τότε όλοι αυτοί παινεύανε μα και κελεύαν

τον ξένο να τον στείλουν, σωστά επειδή ομίλησε.
Κι αφ’ ότου έκαναν σπονδές και ήπιαν, όσο τραβούσε η όρεξή τους
οι μεν πήγαν για να πλαγιάζουν στο σπίτι ο καθένας,
ύστερα μες στο μέγαρο εκεί απέμεινε ο δίος Οδυσσεύς,
οι δε Αρήτη από κοντά και ο Αλκίνοος μοιάζοντας σα θεός
συνέχισαν να κάθονται· και οι υπηρεσίες συμμαζεύαν ό,τι είχε μείνει στα τραπέζια.
Και η Αρήτη απ’ αυτούς λικνίζοντας τα χέρια τα λευκά άρχισε να μιλά·
διότι γνώρισε και κελεμπία και χιτώνα μόλις αντίκρισε ενδύματα
τα όμορφα, τα που η ίδια κέντησε μαζί με τις αμφίπολες γυναίκες·
και σε αυτόν φωνάζοντας γύρισε και του είπε με λόγια φτερωτά:
«Ξένε, πρώτα μεν θα σε ρωτήσω αυτό εγώ η ίδια:
ποιος, πούθε, από ποιους; Ποιος τούτα τα ενδύματα τα έδωκε (σ’ εσέ);
Δεν υποστήριζες λοιπόν χαμένος μες στον πόντο πως έφτασες εδώ;»

Σ’ αυτήν με σκέψη απαντώντας γύρισε κι είπε ο Οδυσσεύς:

«Δύσκολο, βασίλισσά (μου), εις το διηνεκές να αγορεύεις,
βάσανα επειδή οι Ουρανίωνες θεοί δώσαν πολλά για μένα·
και τούτο θα σου πω, αυτό που με ρωτάς και θέλεις να το μάθεις.
Ωγυγία κάποια νήσος κείται μες στη θάλασσα μακριά·
κι όπου Άτλαντος θυγάτηρ η δόλια εκείνη η Καλυψώ
μένει η καλοδολοπλόκος, δεινή θεά· κι ούτε κανείς μ’ αυτήν
έρχεται σ’ επαφή ούτε απ’ τους θεούς ούτε απ΄τους θνητούς ανθρώπους·
αλλά εμέ τον δυστυχή έφερε δαίμονας (πεσκέσι-δώρο μες) στο σπιτι
μονάχο, επειδή το πλοίο μου το γρήγορο μ’ ολόλευκο αστραποβόλο κεραυνό
ο Ζευς εκσφενδονίζοντας το έκαψε στο μέσο τ’ αφρισμένου πόντου.
Όπου μεν οι άλλοι πάντες χάθηκαν συντρόφοι εκλεκτοί,
τότε την τρόπη αγκαλιάζοντας εγώ απ’ το ευέλικτο καράβι
μέρες (αγόμουν και) φερόμουνα εννιά· και μες στη μαύρη νύχτα της δεκάτης
μ’ έριξαν οι θεοί στη νήσο Ωγυγία, όπου η Καλυψώ
η καλοδολοπλόκος μένει, δεινή θεός, η που λαμβάνοντάς με (σαν αράχνη)
πρόθυμα αγαπούσε κι έτρεφε μα και ισχυριζόταν
αθάνατο να κάνει κι αγέραστο για πάντα·
αλλά εμένα την ψυχή ουδέποτε την έπειθε στα στήθια.
Όπου μεν επταετία έμεινα εγκλωβισμένος, ενδύματα δε πάντοτε
(τα) μούσκευα με δάκρυα, εκείνα που μου έδωκε τ’ άφθαρτα η Καλυψώ·
αλλ’ όταν πια το όγδοο για με συμπληρωμένο έτος ήλθε,
τότε λοιπόν και παροτρύνοντας μ’ εκέλευσε-διέταξε να φύγω
‘‘ὑπ’ ἀγγελίας’’ του Διός, ή και ο νους ‘‘ἐτρέπετο’’ της ίδιας.
Έπεμπε δε επάνω σε πολύδεσμη σχεδία, και έδωκε πολλά,
σίτο και το γλυκό κρασί, και έντυσε με άφθαρτα ενδύματα·
ούριο δε κι εφύσηξε χλιαρό (ζεστό μετριασμένο) κι ασταμάτητο.
Κι επτά και δέκα έπλεα αφενός μέρες ποντοπορεύων,
την δέκατη και όγδοη εφάνη αφετέρου όρη (ωσάν) σκιά
απ’ τη δική σας γη, κι ευφράνθηκε το φυλλοκάρδι το δικό μου
του γρουσούζη· διότι ακόμα έμελλε με συμφορά να συμβιώνω
με πολλή, αυτήν που με προμήθευσε ο Ποσειδών -αυτός που κρύβει απωθημένα,
που ανέμους ρίχνοντας από ψηλά μου σκέπασε το δρόμο,
και θέριεψε ατέλειωτη τη θάλασσα μεγάλη, ούτε και κάποιο κύμα
να πιαστώ (με) άφησε το στεναγμό να γιάνω στη σχεδία.
2Εκείνην αφενός έπειτα σκόρπισε η θύελλα· έτσι που βέβαια εγώ
ετούτη την απόσταση κάλυψα κολυμπώντας, ώσπου εμέ στη γη
πέταξε στη δική σας και άνεμος ορμητικός και το υγρό στοιχείο.
Όπου και όταν έβγαινα με έσπρωξε το κύμα στη στεριά,
στις πέτρες τις μεγάλες και σ’ ένα χώρο ακατάλληλο πετώντας·
2αλλ’ όπως πίσω γύρισα κολύμπαγα ξανά, ωσότου ήλθα εμπρός
σε ποταμό, που χώρος άριστος σ’ εμέ μου φάνηκε λοιπόν,
με πέτρες λειασμένες, ήτανε και απάγκιο των ανέμων.
Ξεβράστηκα την ώρα πού ‘φευγε η ψυχή (μου), επήλθε δε αθάνατη
η νύχτα. Κι εγώ απόμακρα προς το ποτάμι το θεϊκό
σαν βγήκα εκούρνιαξα μέσα στους θάμνους, και γύρω φύλλα
μάζεψα (σα σε στρώμα)· κι ένας θεός ύπνο κατέχευε βαθύ.
Όπου και μες στα φύλλα με φυλοκάρδι τσακισμένο
κοιμόμουνα όλη τη νύχτα και μέχρι το ξημέρωμα και ως το μεσημέρι.
Κι ο ήλιος έβαινε στο δείλι κι εμένανε μ’ άφησε ο ύπνος ο γλυκός.
Κι ενόησα στην ακροθαλασσιά της θυγατέρας της δικής σου τις αμφίπολες
που έπαιζαν, κι ανάμεσα αυτή η ίδια ήταν μοιάζοντας στους θεούς·
την ικέτευσα· κι αυτή από μια σκέψη λογική δεν ήταν στερημένη,
πως δεν θα ήλπιζες νεώτερον όταν (τον) συναντήσεις
να συμπεριφερθεί· και πάντα διότι οι νεότεροι άστοχα ενεργούν.
Άφθονο σίτο μού ’δωκε αυτή και κόκκινο κρασί
και έλουσε στον ποταμό και μού ’δωκε ετούτα τα ενδύματα.
Αυτά ας είμαι τεθλιμμένος με πάσα αλήθεια τα ‘πα».

Και τότε ο Αλκίνοος απάντησε και φώναξε σ’ αυτόν:

«Ξένε, ετούτο δα το επαινέσιμο βεβαίως μεν δεν το κατάλαβε
το τέκνο το δικό μου, ένεκα εσέ καθόλου με τις αμφίπολες γυναίκες δεν
έφερε στο δικό μας, και όμως πρώτη-πρώτη συ την είχες ικετεύσει».

Ετούτον απαντώντας γύρισε κι είπε Οδυσσέας πολυμήχανος·

«Ήρω΄ αγαπητέ, μη με αυτό τον τρόπο ασύγκριτη μαλώνεις κόρη·
διότι εκείνη μεν μ’ εκέλευε ν’ ακολουθώ με τις αμφίπολες,
αλλ’ εγώ δεν ήθελα φοβούμενος και εντρεπόμενος,
μήπως και η ψυχή σου σκοτεινιάσει που με δει·
μια κι είμαστε ζηλιάρηδες πάνω στη γη τα φύλλα των ανθρώπων».

Και τότε ο Αλκίνοος απάντησε και φώναξε σ’ αυτόν:

«Ξένε, τέτοιο το φυλλοκάρδι μου στα στήθη μου δεν είναι
να είναι χολωμένο ηλιθίως· και όλα τα σωστά επικροτώ.
Έ ρε, και Ζευ πατέρα και Αθηνά κι Απόλλωνα,
τέτοιος να ήτανε, όπως εσύ, αυτά που και σκεφτόμενος, αυτά που και εγώ,
και νά ’χεις το παιδί μου και γαμβρό μου να σε λένε
μένοντας εδώ δα· και σπιτικό και κτήματα θα σού ’δινα κι εγώ,
κι αν θέλοντας βεβαίως να ‘μενες · ακούσια δ’ εσέ κανείς δεν θα κρατήσει
από τους Φαίακες· μη τούτο σώσει και γενεί μα τον πατέρα Δία.
Κι εγώ υπολογίζω σ’ αυτό το κατευόδιο, καλά αυτό θα δεις
ες αύριο· κι ενώ μεν θά ’σαι συ στον ύπνο βυθισμένος
ξαπλωτός, οι άλλοι δε κουπιά γαλήνια θα τραβούν, ώσπου να φτάσεις
στην πατρίδα τη δική σου και το σπίτι, και όπου αγαπάς αλλού,
αν και πολύ περισσότερο ανάμεσα στις άλλες είναι η Εύβοια,
που λέγανε πως είν’ πολύ μακριά, την είδανε
οι άνθρωποι οι δικοί μας, όταν και τον ξανθό Ραδάμανθυ
πήγαν για να ιδεί της Γης το γιο τον Τιτυό.
Κι εκείνοι ήλθαν από κει και δίχως κούραση εκτέλεσαν
αυθημερόν και γύρισαν στο σπίτι υους οπίσω.
Κι ο ίδιος θα γνωρίσεις αφετέρου με το νου, πόσο σπουδαία
πλοία τα δικά μας και νέοι που τα κάνουν να πηδούν πάνω απ’ τα κύματα».

Σαν τό ’πε, κι ικανοποιήθηκε ο δίος Οδυσσεύς ο πολυταλαιπωρημένος,

ευχόμενος να γίνουν όσα είπε, κι έλεγε λόγο και ονόμαζ’ απ’ αυτό:
«Πατέρα Ζευ, είθε όσα είπε να γενούνε ἅπαντα
ο Αλκίνοος· κι εκείνου μεν πάνω στην εύφορη τη γη
να μείνει δόξα άσβεστη, εγώ δε ν’ αφιχθώ και στην πατρίδα».

Κι όπως εκείνοι έλεγαν ετούτα μεταξύ τους·

διέταζε και η Αρήτη με τα χέρια τα λευκά τις αμφιπόλους
κρεβάτι μες στην αίθουσα να τοποθετηθεί και όμορφα σεντόνια
να ρίξουν πορφυρά για να στρωθεί και από πάνω τάπητες
να τοποθετηθούν χλαίνες σγουρές και νά ’ναι από κάτω.
Κι από το μέγαρο αυτές εξήλθαν με δαδιά που κράταγαν στα χέρια·
ύστερα αφού έστρωσαν κρεβάτι σταθερά και τετραγωνισμένα
παρότρυναν τον Οδυσσέα και με λόγια αφού στάθηκαν κοντά:
«Ορθώσου, ξένε, έτοιμος· και φτιάχτηκε για σένα το κρεβάτι».
Σαν τό ’παν, κι επιθυμητό να κοιμηθεί εφάνηκε σ’ εκείνον.

Κι όπως κοιμότανε αυτός ο δίος πολυταλαιπωρημένος Οδυσσεύς

μες στα κρεβάτια σκαλιστά κάτω απ’ την αίθουσα που γίνονταν τα γλέντια·
έτσι και ο Αλκίνοος στο βάθος πλάγιαζε του δωματίου ψηλοτάβανου,
και δίπλα δέσποινα γυναίκα προσέφερε ‘‘κρεβάτι θαλπωρής’’.

[QUOTE="Νικόλαος Καμπάνης - Mentor, post: 132, member: 4"] [CENTER][ATTACH type="full" alt="1618343882250.png"]581[/ATTACH] [/CENTER] [TABLE] [TR] [TH][RIGHT][COLOR=rgb(250, 197, 28)]Ομηρική διάλεκτος[/COLOR][/RIGHT][/TH] [TH][CENTER][COLOR=rgb(147, 101, 184)] Στίχοι [/COLOR][/CENTER][/TH] [TH][LEFT][COLOR=rgb(84, 172, 210)]Νεοελληνική απόδοση[/COLOR][/LEFT][/TH] [/TR] [TR] [TD][RIGHT][B][COLOR=rgb(226, 80, 65)]Ὧς ὁ μὲν ἔνθ’ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,[/COLOR][/B] [COLOR=rgb(226, 80, 65)][B]κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν. Ἡ δ’ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ’ ἵκανεν, στῆσεν ἄρ’ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς ἵσταντ’ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥ’ ὑπ’ ἀπήνης ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω. Αὐτή δ’ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ γρῆυς Ἀπειραίη θαλαμηπόλος Εὐρυμέδουσα, τήν ποτ’ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι· Ἀλκινόῳ δ’ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν Φαιήκεσσιν ἄνασσε, θεοῦ δ’ ὣς δῆμος ἄκουεν· ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν. Ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμειν. Καὶ τότ’ Ὀδυσσεὺς ὦρτο πόλινδ’ ἴμεν· ἀμφὶ δ’ Ἀθήνη πολλὴν ἠέρα χεῦε φίλα φρονέουσ’ Ὀδυσῆι, μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας κερτομέοι τ’ ἐπέεσσι καὶ ἐξερέοιθ’, ὅτις εἴη. Ἀλλ’ ὅτε δὴ ἄρ’ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν, ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη, παρθενικῇ ἐικυῖα νεήνιδι κάλπιν ἐχούσῃ. Στῆ δὲ πρόσθ’ αὐτοῦ, ὁ δ’ ἀνείρετο δῖος Ὀδυσσεύς· «Ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο Αλκινόου, ὃς τοῖσδε μετ’ ἀνθρώποισι ἀνάσσει; Καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ’ ἱκάνω τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα ἀνθρώπων, οἱ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν». Τὸν δ’ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· «Τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις, δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει. Ἀλλ’ ἴθι σιγῇ τοῖον, ἐγὼ δ’ ὁδὸν ἡγεμονεύσω, μηδέ τιν’ ἀνθρώπων προτιόσσεο μηδ’ ἐρέεινε· οὐ γὰρ ξείνους οἵδε μάλ’ ἀνθρώπους ἀνέχονται, οὐδ’ ἀγαπαζόμενοι φιλέουσ’, ὅς κ’ ἄλλοθεν ἔλθῃ. Νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσιν λαῖτμα μέγ’ ἐκπερόωσιν, ἐπεί σφισι δῶκ’ ἐνοσίχθων· τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα». Ὧς ἄρα φωνήσασ’ ἡγήσατο Παλλὰς Ἀθήνη καρπαλίμως· ὁ δ’ ἔπειτα μετ’ ἴχνια βαῖνε θεοῖο. Τὸν δ’ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν θεσπεσίην κατέχευε φίλα φρονέουσ’ ἐνὶ θυμῷ. Θαύμαζεν δ’ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας αὐτῶν θ’ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι. Ἀλλ’ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθ’ ἵκοντο, τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη· «Οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις περιφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας δαίτην δαινυμένους· σὺ δ’ ἔσω κίε, μηδέ τι θυμῷ τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι. Δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν· Ἀρήτη δ’ ὄνομ’ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων τῶν αὐτῶν, οἵ περ τέκον Ἀλκίνοον βασιλῆα. Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη, ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος, ὃς ποθ’ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν. Ἀλλ’ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δ’ αὐτός· τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσεν. Ναυσίθοος δ’ ἔτεκεν Ρηξήνορά τ’ Ἀλκίνοόν τε· τὸν μὲν ἄκουρον ἐόντα βάλ’ ἀργυρότοξος Ἀπόλλων νυμφίον, ἐν μεγάρῳ μίαν οἴην παῖδα λιπόντα Ἀρήτην· τὴν δ’ Ἀλκίνοος ποιήσατ’ ἄκοιτιν καὶ μιν ἔτισ’, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλῃ, ὅσσαι νῦν γε γυναῖκες ὑπ’ ἀνδράσιν οἶκον ἔχουσιν. Ὧς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν ἔκ τε φίλων παίδων ἔκ τ’ αὐτοῦ Ἀλκινόοιο και λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες δειδέχαται μύθοισιν, ὅτε στείχῃσ’ ἀνὰ ἄστυ. Οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ· ᾗσί τ’ ἐὺ φρονέῃσι, καὶ ἀνδράσι νείκεα λύει. Εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ’ ἐνὶ θυμῷ, ἐλπωρή τοι ἔπειτα φίλους τ’ ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν». Ὧς ἄρα φωνήσασ’ ἀπέβη γλαυκῶπις Ἀθήνη πόντον ἐπ’ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν, ἵκετο δ’ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην, δῦνε δ’ Ἐρεχθῆος πυκινὸν δόμον. Αὐτὰρ Ὀδυσσεὺς Ἀλκινόου πρὸς δώματ’ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ ὥρμαιν’ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι. Ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης δῶμα καθ’ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο. Χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατ’ ἔνθα καὶ ἔνθα, ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο· χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον· σταθμοὶ δ’ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ, ἀργύρεον δ’ ἐφ’ ὑπερθύριον, χρυσέη δε κορώνη. Χρύσειοι δ’ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν, οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσιν δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο, ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα. Ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηδέδατ’ ἔνθα καὶ ἔνθα, ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθ’ ἐνὶ πέπλοι λεπτοί ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν. Ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον. Χρύσειοι δ’ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες, φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσιν. Πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες αἱ μὲν ἀλετρεύουσι μύλῃς ἐπὶ μήλοπα καρπόν, αἱ δ’ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο· καιρουσσέων δ’ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον. Ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὧς δὲ γυναῖκες ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη ἔργα τ’ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς. Ἔκτοσθεν δ’ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων τετράγυος· περὶ δ’ ἕρκος ἐλήληται ἀμφοτέρωθεν. Ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι. Τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδ’ ἀπολείπει χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλ’ αἰεὶ ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει. Ὄγχνη ἐπ’ ὄγχνη γηράσκει, μῆλον δ’ ἐπὶ μήλῳ, αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ’ ἐπὶ σύκῳ. Ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται, τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ τέρσεται ἠελίῳ, ἑτέρας δ’ ἄρα τε τρυγόωσιν, ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τ’ ὄμφακές εἰσιν ἄνθος ἀφιεῖσαι, ἕτεραι δ’ ὑποπερκάζουσιν. Ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι. Ἐν δὲ δύω κρῆναι ἡ μέν τ’ ἀνὰ κῆπον ἅπαντα σκίδναται, ἡ δ’ ἑτέρωθεν ὑπ’ αὐλῆς οὐδὸν ἵησιν πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται. Τοῖ ’ ἄρ’ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα. Ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς. Αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ, καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω. Εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ, ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου. Αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς πολλὴν ἠέρ’ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη, ὄφρ’ ἵκετ’ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα. Ἀμφὶ δ’ ἄρ’ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς, καὶ τότε δή ῥ’ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ. Οἱ δ’ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες· θαύμαζον δ’ ὁρόωντες. Ὁ δὲ λιτάνευεν Ὀδυσσεύς· «Ἀρήτη, θύγατερ ῾ Ρηξήνορος ἀντιθέοιο, σόν τε πόσιν σά τε γούναθ’ ἱκάνω πολλὰ μογήσας τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος κτήματ’ ἐνὶ μεγάροισι γέρας θ’, ὅ τι δῆμος ἔδωκεν· αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ’ ἱκέσθαι θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω». Ὧς εἰπὼν κατ’ ἄρ’ ἕζετ’ ἐπ’ ἐσχάρῃ ἐν κονίῃσιν πὰρ πυρί· οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. Ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος, ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν καὶ μύθοις ἐκέκαστο, παλαιά τε πολλά τε εἰδώς ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· «Ἀλκίνο’, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικεν, ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ’ ἐσχάρῃ ἐν κονίῃσιν, οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται· ἀλλ’ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ σπείσομεν, ὅς θ’ ἱκέτῃσιν ἅμ’ αἰδοίοισιν ὀπηδεῖ. Δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων». Αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσ’ ἱερὸν μένος Ἀλκινόοιο, χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην ὦρσεν ἀπ’ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ, υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα, ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν. Χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. Σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλ’ ἐπιθεῖσα χαριζομένη παρεόντων. Αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς, καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο· «Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ σπείσομεν, ὅς θ’ ἱκέτῃσιν ἅμ’ αἰδοίοισιν ὀπηδεῖ». Ὧς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα, νώμησεν δ’ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν. Αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον θ’, ὅσον ἤθελε θυμός, τοῖσιν δ’ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν· «Κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, ὄφρ’ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. Νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ’ ἱόντες· ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς μνησόμεθ’, ὥς χ’ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης πομπῇ ὑφ’ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστίν, μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσιν, πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δ’ ἔπειτα πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ. Εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθεν, ἄλλο τι δὴ τόδ’ ἔπειτα θεοὶ περιμηχανόωνται. Αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς ἡμῖν, εὖτ’ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας, δαίνυνταί τε παρ’ ἄμμι καθήμενοι, ἔνθα περ’ ἡμεῖς. Εἰ δ’ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης, οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν, ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων». Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· «Ἀλκίνο’, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγὼ γε ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν. Οὕς τινας ἡμεῖς ἴστε μάλιστ’ ὀχέοντας ὀιζὺν ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην. Καὶ δ’ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην, ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα. Ἀλλ’ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ. Οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο ἔπλετο, ἥ τ’ ἐκέλευσε ἕο μνήσασθαι ἀνάγκῃ καὶ μάλα τειρόμενον καὶ ενὶ φρεσὶ πένθος ἔχοντα, ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλ’ αἰεὶ ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων ληθάνει, ὅσσ’ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει. Ὑμεῖς δ’ ὀτρύνεσθαι ἅμ’ ἠοῖ φαινομένηφιν, ὥς κ’ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα». Ὧς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπῄνεον ἠδὲ κέλευον πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν. Αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον θ’, ὅσον ἤθελε θυμός, οἱ μὲν κακκείοντες ἔβαν οἰκόνδε ἕκαστος, αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, πὰρ δὲ οἱ Ἀρήτη καὶ Ἀλκίνοος θεοειδὴς ἥσθην· ἀμφίπολοι δ’ ἀπεκόσμεον ἔντεα δαιτός. Τοῖσιν δ’ Ἀρήτη λευκώλενος ἤρχετο μύθων· ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματ’ ἰδοῦσα καλά, τά ῥ’ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξίν· καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα· «Ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή· τίς, πόθεν εἰς ἀνδρῶν; Τίς τοι τάδε εἵματ’ ἔδωκεν; Οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ’ ἱκέσθαι;» Τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· «Ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι, κήδε’ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες· τοῦτο δέ τοι ἐρέω, ὅ μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷς. Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται· ἔνθα μὲν Ἄτλαντος θυγάτηρ δολόεσσα Καλυψὼ ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων· ἀλλ’ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ. Ἔνθ’ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκεν θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα· ἀλλ’ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν. Ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δ’ αἰεὶ δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ· ἀλλ’ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν, καὶ τότε δή μ’ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι Ζηνὸς ὑπ’ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετ’ αὐτῆς. Πέμπε δ’ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δ’ ἔδωκεν, σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν· οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε. Ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων, ὀκτωκαιδεκάτῃ δ’ ἐφάνη ὄρεα σκιόεντα γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων, ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον, ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι. Τὴν μὲν ἔπειτα θύελλα διασκέδασ’· αὐτὰρ ἐγώ γε νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ. Ἔνθα κέ μ’ ἐκβαίνοντα βιήσατο κῦμ’ ἐπὶ χέρσου, πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ· ἀλλ’ ἀναχασσάμενος νῆχον πάλιν, εἷος ἐπῆλθον ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος, λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο. Ἐκ δ’ ἔπεσον θυμηγερέων, ἐπὶ δ’ ἀμβροσίη νὺξ ἤλυθ’. Ἐγὼ δ’ ἀπάνευθε διιπετέος ποταμοῖο ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δε φύλλα ἠφυσάμην· ὕπνον δὲ θεὸς κατ’ ἀπείρονα χεῦεν. Ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ εὗδον παννύχιος καὶ ἐπ’ ἠῶ καὶ μέσον ἦμαρ. Δείλετό τ’ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν. Ἀμφιπόλους δ’ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς παιζούσας, ἐν δ’ αὐτὴ ἔην ἐικυῖα θεῇσιν· τὴν ἱκέτευσ’· ἡ δ’ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ, ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν. Ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδ’ αἴθοπα οἶνον καὶ λοῦσ’ ἐν ποταμῷ καί μοι τάδε εἵματ’ ἔδωκεν. Ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα». Τὸν δ’ αὖτ’ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· «Ξεῖν’, ἦ τοι μὲν τοῦτό γ’ ἐναίσιμον οὐκ ἐνόησεν παῖς ἐμή, οὕνεκά σ’ οὔ τι μετ’ ἀμφιπόλοισι γυναιξὶν ἦγεν ἐς ἡμέτερον, σὺ δ’ ἄρα πρώτην ἱκέτευσας». Τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· «Ἥρως, μή τούνεκ’ ἀμύμονα νείκεε κούρην· ἡ μὲν γάρ μ’ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι, ἀλλ’ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε, μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι· δύσζηλοι γάρ τ’ εἰμὲν ἐπὶ χθονὶ φῦλ’ ἀνθρώπων». Τὸν δ’ αὖτ’ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· «Ξεῖν’, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ μαψιδίως κεχολῶσθαι· ἀμείνω δ’ αἴσιμα πάντα. Αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, τοῖος ἐών, οἷός ἐσσι, τά τε φρονέων, ἅ τ’ ἐγώ περ, παῖδα τ’ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι αὖθι μένων· οἶκον δέ τ’ ἐγὼ καὶ κτήματα δοίην, εἴ κ’ ἐθέλων γε μένοις· ἀέκοντα δέ σ’ οὔ τις ἐρύξει Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο. Πομπὴν δ’ ἐς τόδ’ ἐγὼ τεκμαίρομαι, ὄφρ’ ἐὺ εἰδῇς, αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ λέξεαι, οἱ δ’ ἐλόῳσι γαλήνην, ὄφρ’ ἂν ἵκηαι πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τι φίλον ἐστίν, εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ’ Εὐβοίης, τήν περ τηλοτάτω φάσ’ ἔμμεναι, οἵ μιν ἴδοντο λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν ῾ Ραδάμανθυν ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν. Καὶ μὲν οἱ ἔνθ’ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδ’ ὀπίσσω. Εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσσίν, ὅσσον ἄρισται νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ». Ὧς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, εὐχόμενος δ’ ἄρα εἶπεν, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν. «Ζεῦ πάτερ, αἴθ’, ὅσα εἶπε, τελευτήσειεν ἅπαντα Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδ’ ἱκοίμην». Ὧς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· κέκλετο δ’ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν δέμνι’ ὑπ’ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ πορφύρε’ ἐμβαλέειν στορέσαι τ’ ἐφύπερθε τάπητας χλαίνας τ’ ἐνθέμεναι οὔλας καθύπερθεν ἔσασθαι. Αἱ δ’ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι· αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, ὤτρυνον δ’ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν· «Ὄρσο, κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή». Ὧς φάν, τῷ δ’ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. Ὧς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς τρητοῖς ἐν λεχέεσσιν ὑπ’ αἰθούσῃ ἐριδούπῳ· Ἀλκίνοος δ’ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,[/B][/COLOR] [B][COLOR=rgb(226, 80, 65)]πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.[/COLOR][/B][/RIGHT][/TD] [TD][CENTER] 5 10 15 20 25 30 35 40 45 50 55 60 65 70 75 80 85 90 95 100 105 110 115 120 125 130 135 140 145 150 155 160 165 170 175 180 185 190 195 200 205 210 215 220 225 230 235 240 245 250 255 260 265 270 275 280 285 290 295 300 305 310 315 320 325 330 335 340 345 [/CENTER][/TD] [TD][LEFT][B][COLOR=rgb(65, 168, 95)]Όπως ο Οδυσσέας μεν εκεί παρακαλούσε πολύπαθος με σεβασμό[/COLOR][/B] [COLOR=rgb(65, 168, 95)][B]την κόρη δε στο άστυ έφερε η ορμή των ημιόνων. Και όταν πια αυτή στ’ ανάκτορα τα ονομαστά έφθασε του πατρός, στάθηκε τελικά στα πρόθυρα, κι ολόγυρα τ’ αδέλφια της ‘‘ίσταντο’’ μ’ αθάνατους παρόμοιοι, που απ’ την άμαξα γοργά έλυναν τους ημίονους και έφεραν τα ρούχα μέσα. Η ίδια δε σε θάλαμο δικό της έτρεξε κατευθείαν· ενώ πυρά γι’ αυτήν έκαιγε η Ευρυμέδουσα η γριά η Ηπειρώτισσα θαλαμηπόλος, που κάποτε απ’ την Ήπειρο την έφεραν ευέλικτα καράβια· και διάλεξαν αυτήν δώρο για τον Αλκίνοο, μια που σε όλους βασίλευε τους Φαίακες, και σαν θεό υπάκουε ο λαός· η που ανέτρεφε τη Ναυσικά με τα λευκά τα χέρια μες στ’ ανάκτορα. Για την οποία είχε αναμένη την πυρά και από μέσα προετοίμαζε το καλατσιό.[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Και τότ’ ορθώθη ο Οδυσσεύς στην πόλη για να πάει· κι η Αθηνά τριγύρω (του)[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]πολλή ομίχλη ρίχνει καθότι εσκέφθη φιλικά χάριν του Οδυσσέα, μη κάποιος απ’ τους Φαίακες τους μεγαλόθυμους εμφανιζόμενος μπροστά (του) μειώσει και με λόγια και ‘‘ξεράσει’’ (αναγκαστεί να ομολογήσει), ότι και είναι ποιος. Αλλ’ όταν πια στην πόλη έμελε να διεισδύσει την τερπνή (με απορία), εκεί θεά, γαλανομάτα Αθηνά, παρουσιάστηκε μπροστά του, μοιάζοντας με νεάνιδα παρθενική έχουσα το σταμνί (της Κέρκυρας επάνω στο κεφάλι). Στάθηκε δε εμπρός αυτού, κι αναρωτιότανε ο ‘‘δίος’’ Οδυσσεύς: «Παιδί μου, στο οικοδόμημα (εκείνου) του ανδρός δεν θα μπορούσες να με πας Αλκίνοου, που διαφεντεύει σε ετούτους τους ανθρώπους; Και διότι εγώ ξένος ταλαίπωρος ‘‘κατέληξα’’ εδώ μακριά από χώρα μακρινή· ως τώρα δεν εγνώρισα κανέναν των ανθρώπων, και οι οποίοι αυτή κατέχουνε την πόλη και τη γη».[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Και προς αυτόν μετά είπε θεά, γλαυκώπις Αθηνά:[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]«Μα βέβαια για σένα εγώ, ξένε πατέρα, το οικοδόμημα, που με προστάζεις θα δείξω, μια που ευρίσκεται στου ασύγκριτου πατέρα μου κοντά. Αλλά σιωπηλά τράβα το δρόμο ίσια αυτόν, κι εγώ θα σε καθοδηγήσω, και μη κανένανε στα μάτια αντικρύσεις απ’ τους ανθρώπους, και μήτε να ρωτάς· διότι πόσο μάλλον και οι οποίοι ξένους ανθρώπους δεν ανέχονται, ούτ’ απ’ αγάπη τους φιλεύουν, όποιος κι αν έρθει απ’ αλλού. Για τα γοργά καράβια τους βεβαίως πεπεισμένοι ταχύτατα διασχίζουνε μεγάλες αποστάσεις, διότι έτσι τό ’δωκε σ’ αυτούς ο κοσμοσείστης· τα γρήγορα καράβια τους σαν είναι ένα πτερό ή σκέψη».[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Καθώς λοιπόν του φώναξε η Αθηνά Παλλάδα προηγείτο[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]με ορμή· κι εκείνος στο κατόπι της θεάς ακολουθούσε. Κι έτσι λοιπόν δεν τον κατάλαβαν οι Φαίακες διάσημοι στα πλοία που πέρναγε ανάμεσα ερχόμενος στην πόλη· όχι ...διότι η Αθηνά σαν καλοδολοπλόκος, με θεϊκή δεινότητα, γοργά αυτόν μ’ ομίχλη θεσπέσια εσκέπαζε αγαπητά αισθήματα έχοντας στην ψυχή. Θαύμαζε και λιμένες Οδυσσεύς και πλοία σε ευστάθεια (δεν γέρναν) αυτών των ίδιων των ηρώων και τόπους της συνάθροισης και τα μακρά τα τείχη -θαύμα ιδέσθαι- υψηλά, στη γη κλιμακωτά να σκαρφαλώνουν. Αλλ’ όταν το λοιπόν στου βασιλιά εφτάσανε περίφημα ανάκτορα εμπρός, γι’ αυτά και με τα λόγια άρχισε η θεά, γλαυκώπις Αθηνά: «Τούτο λοιπόν, πατέρα ξένε, το παλάτι, που με προστάζεις να σου δείξω· θα δεις δε βασιλιάδες αναθρεμμένους θεϊκά όπως θα δεξιώνονται το δείπνο· και πήγαινε εσύ εντός, μη κάτι την ψυχή κλονίζει· διότι άνδρας θαρραλέος ανάμεσα σε όλους τα πιο καλά τα έργα εκτελεί, ακόμα κι άμα έλθει (σταλμένος) απ’ αλλού. Πρώτα μεν θα συναντήσεις μες στο μέγαρο τη Δέσποινα· και τ’ όνομά της είναι επώνυμο Αρήτη, κι από προγόνους ίδιους, αυτούς που κάποτε εγέννησαν Αλκίνοο βασιλιά. Πρώτα μεν ο ενοσίχθων Ποσειδών Ναυσίθοο εγέννησε και η Περίβοια, ράτσα γυναικός αρίστη, του μεγαλόκαρδου Ευρυμέδοντα η πιο μικρή η κόρη, που κάποτε βασίλευε στους Γίγαντες τους άγριους. Αλλ’ αφενός απώλεσε ατάσθαλο λαό, χάθηκε δε κι ο ίδιος· μ’ αυτήν δε Ποσειδών ενώθη και έκανε παιδί Ναυσίθοο μεγάθυμο, που στους Φαιάκους ήτανε μεγάλος βασιλιάς. Ο δε Ναυσίθοος εγέννησε και το Ρηξήνορα και τον Αλκίνοο· τον μεν χωρίς αγόρι Απόλλωνας σαΐτεψε με τ’ αργυρό το τόξο νιόπαντρο, στο παλάτι αφήνοντας μονάχη μια παιδούλα (τόση δα) Αρήτη· και που Αλκίνοος την έκανε γυναίκα και την ετίμησε, όπως καμιά πάνω στη γη άλληνε δεν τιμάνε όσες γυναίκες βέβαια έχουνε τώρα από άνδρα σπιτικό. Όπως εκείνη (η Αρήτη) από καρδιάς τιμάται μα και είναι κι αγαπημένη των παιδιών κι αυτού του ίδιου του Αλκίνοου και του λαού, που ως θεό την βλέπουν εναργή την υποδέχονται με τις φιλοφρονήσεις, όταν τη συναντούν ανά το άστυ. Και διότι βέβαια δεν είναι μόνο από γνώση στολισμένη· και έχει φρόνηση λαμπρή, και για τους άνδρες επιλύει διαφορές. Κι αν βέβαια εκείνη στην ψυχή αγαπητά αισθήματα για σένα, ελπίδα έπειτα για σε φίλους και να ιδείς και φτάσεις σε οίκο ψηλοτάβανο και στη δική σου γη την πατρική».[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Αφού λοιπόν εκφώνησε αυτά απέβη η γλαυκώπις Αθηνά[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]πάνω απ’ τον πόντο τον αστείρευτο, κι άφησε την αγαπημένη τη Σχερία, και έφτασε στο Μαραθώνα και στην πλατύδρομη Αθήνα, και χώθηκε στου Ερεχθέα τέμενος πυκνοφτιαγμένο. Τότε ο Οδυσσέας του Αλκίνοου προσέγγισε δώματα ξακουστά· πολλά δε στην καρδιά του στεκόμενος διαλογιζόταν, πριν ακουμπήσει το χαλκόχρωμο κατώφλι. Και διότι ως ανταύγεια ηλίου έμοιαζε ή σελήνης το δώμα κάτω απ’ τη στέγη τη θεόρατη του μεγαλόκαρδου Αλκίνοου. Και διότι τοίχοι χάλκινοι προχώραγαν ένθα και ένθα, απ’ το κατώφλι μέχρι μέσα, και κάλυπτε θριγκός σε χρώμα κυανό· και τα πορτόφυλλα χρυσά σφράγιζαν πολυδαίδαλο ανάκτορο εντός· οι δε κολώνες αργυρές πάταγαν πάνω σε χαλκόχρωμη βάση - κατώφλι, και από πάνω υπέρθυρο αργυρό, χρυσή δε η κορώνη. Χρυσοί δε απ΄τις δυό μεριές και αργυροί ήτανε κύνες, αυτούς που Ήφαιστος σχεδίασε έμπειρος νους στην τέχνη ώστε να κάνουν πως φυλάν το δώμα του Αλκίνοου πού ’χε καρδιά μεγάλη, όντας αθάνατους κι αγέραστους όλες τις μέρες που περνούν. Και μέσα θρόνοι γύρω στον τοίχο αραδιασμένοι, κι από τις δύο τις μεριές ως το μυχό απ’ το κατώφλι διαμπερές, όπου υπήρχαν πέπλοι λεπτοί ριχτοί καλοφτιαγμένοι, έργα των γυναικών. Κι όπου στρογγυλοκάθονταν ηγέτες των Φαιάκων πίνοντες και δειπνούντες· όλο το χρόνο διότι είχαν αφθονία. Κι ενώ κούροι χρυσοί επάνω σε βωμούς καλοφτιαγμένους στεκόντουσαν με δάδες αναμμένες που τις κρατούσαν με τα χέρια, για να φωτίζουνε τις νύχτες μέσα στα δώματα για τους συνδαιτυμόνες. Και μέσα στο ανάκτορο πενήντα δμώες -υπηρέτριες- γυναίκες άλλες αλέθουνε τον ώριμο καρπό επάνω στη μυλόπετρα άλλες υφαίνουνε ιστούς κι υφάσματα στριφώνουν καθισμένες, κι όπως τα φύλλα λεύκας μακριάς -της Μακεδονικής-· πυκνών παρ’ όλο πού ’ναι και λεπτά το λάδι το υγρό δεν διαρρέει. Όπως σε όλα οι Φαίακες στους άνδρες πρωτοπόροι πέρα στα πέλαγα γοργά πηγαίνουν και γυρνάνε, έτσι και οι γυναίκες (τους) τεχνίτρες στα υφαντά· διότι έτσι τό ’δωκε σ’ αυτές η Αθηνά και έργα να επίστανται περίτεχνα και στα μυαλά σπουδαίες. Και έξω απ’ την αυλή περβόλι εκτεταμένο πολύ κοντά στις θύρες σε τέσσερα παρτέρια· και γύρω-γύρω περιβάλλεται με φράχτη. Και όπου δένδρα μακριά φυτρώνουν ανθισμένα, και αχλαδιές μα και ροδιές γλυκόκαρπες μηλιές γλυκιές και οι συκιές και ανθισμένες οι ελιές. Ουδέποτε απ’ αυτές χάνεται ο καρπός μα ούτε απολείπει χειμώνα ούτε θέρος, για όλη τη χρονιά· αλλ’ ως επί το πλείστον ο ζέφυρος που πνέει άλλα μεν τα φυτρώνει, και άλλα τα πετά. Αχλάδι σε αχλάδι μαραγκιάζει, μήλο πάνω σ’ άλλο μήλο σταφύλι τότε στο σταφύλι, πάνω στο σύκο άλλο σύκο. Όπου και το πολύκαρπο αμπέλι του ριζώνει, κι ενώ άλλου κομμένος ο καρπός μέσα σε λιάστρες απλωτός ξηραίνεται στον ήλιο, συγχρόνως άλλα τα τρυγούν, και άλλα τα πατάνε· κι είναι σπυριά πιο πριν ωσάν φακές και που δένουν ως ανθός, και άλλα σα βλαστάρια εξελίσσονται. Κι όπου περίτεχνες πρασιές στο τέλειωμα του κήπου φυτρώνουνε ανθίζοντας, όλες τους διαρκώς. Και δύο κρήνες μέσα κι η μια μεν σ’ όλον τον κήπο μοιράζεται, η δε από την άλλη κάτω απ’ το κατώφλι της αυλής διοχετεύει προς οικοδόμημα υψηλό, όπου υδρεύοντο πολίτες. Τούτα λοιπόν απ’ τους θεούς ήταν για τον Αλκίνοο τα δώρα τ’ ακριβά.[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Όπου σταματημένος εθαύμαζε μ’ ευσέβεια ο ταλαιπωρημένος Οδυσσεύς.[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]Αφού λοιπόν όλα εθαύμασε με την ψυχή του, αστραπιαία υπερέβη το κατώφλι εντός του δώματος. Εὗρε δὲ ἡγήτορες Φαιάκων μα κι ευγενείς την ώρα που ανέπεμπαν σπονδές απ’ τα ποτήρια τα ιερά για τον Ερμή, για τον οποίον ‘‘σπένδεσκον’’ επί τη λήξη, και ο οποίος όπως κοιμούνται θα τους προσέχει. Ύστερα το ανάκτορο διέσχισε με προσοχή ο Οδυσσέας θεϊκός πολλήν ομίχλη έχοντας, μ’ αυτήν που τον περίχευε η Αθηνά, έτσι έφτασε και στην Αρήτη και στον Αλκίνοο βασιλιά. Και γύρω απ’ της Αρήτης τα γόνατα τότε έβαλε τα χέρια ο Οδυσσεύς, κι εκείνη τη στιγμή από αυτόν σκόρπισε ο θεόσταλτος αιθέρας. Και ξαφνιαστήκανε αυτοί, βλέποντας τ’ ανθρωπάκι στο σαλόνι· και θαύμαζαν κοιτώντας. Κι ο Οδυσσεύς “λιτάνευε” παρακαλώντας: «Αρήτη, θυγατέρα του Ρηξήνορα αυτού του εκλεκτού για τους θεούς, στο σύζυγο και στα δικά σου γόνατα αφού ετράβηξα πολλά προσπέφτω και στους συνδαιτυμόνες τούτους· σ’ εσάς θεοί να δίνουν ευτυχία όσο θα ζείτε, και στα παιδιά καθένας του ν’ αφήνει κληρονομιά τιμής και στα ανάκτορα, ότι ο δήμος έδωκε· ύστερα για εμέ προετοιμάστε αποστολή να φτάσω στην πατρίδα γοργά, επειδή μακριά από τους φίλους -κι αυτούς που αγαπάω - υποφέρω».[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Σαν τά ’πε λοιπόν κάθισε πάνω στη σχάρα μες στις στάχτες[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B] δίπλα στην πυρά· και τότε όλοι αυτοί κοκάλωσαν σ’ απόλυτη σιωπή. Κι αφού περάσανε στιγμές είπε μετά ο γέροντας αγαπημένος ήρωας Εχένηος, που πρέπει νά ’ταν προγενέστερος από τους άνδρες τους Φαιάκους και γνώριζε πολλά και τα καθέκαστα να λέει από παλιά που άριστα φρονών γι’ αυτούς πήρε μετά το λόγο και αγόρευσε: «Αλκίνοε, ούτε και τούτο το πιο όμορφο για σε, και ούτε συνηθίζεται, τον ξένο να αισθάνεσαι χαμαί πάνω στη σχάρα μες στις στάχτες, κι οι άλλοι το λόγο το δικό σου να παραδειγματιστούνε περιμένουν· αλλ’ άντε και τον ξένο το λοιπόν σε κάθισμα επίσημο σε θρόνο ασημένιο αφού σηκώσεις να τον βάλεις, κι εσύ τους κήρυκες διάταξε οίνο να επαναγεμίσουν, και εις τον Δία που παίζει με τους κεραυνούς να κάνουμε σπονδές, που και για τους σεβόμενους ικέτες ανταποδίδει. Επιδόρπιο δε για τον ξένο ας δώσει η οικονόμος από ‘κείνα που υπάρχουνε εντός».[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Αφού επειδή άκουσε βέβαια αυτό με σεβασμό και ενδιαφέρον ο Αλκίνοος,[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]τραβώντας απ’ το χέρι τον Οδυσσεά γνωστικό -σκέψη πολυμερή σήκωσε απ’ τη σχάρα κι εισήγαγε σε θρόνο αστραφτερό, σηκώνοντας υιό αγαπησιάρη Λαοδάμαντα, αυτόν που κάθιζε πλησίον του, και πιο πολύ αυτόνε αγαπούσε. Κι η για το νίψιμο αμφίπολος από τον πρόχουν πού ’φερε έριχνε το νερό καλοφτιαγμένη και χρυσή πάνω σε λέβητ’ αργυρό, για να νιφθεί· και έστρωσε κοντά τράπεζα σκαλιστή. Και παρέθεσε που έφερε ψωμί η γλυκύτατη οικονόμος, απλώνοντας πολλά εδέσματα ώστε η παρέα να χαρεί. Αμέσως εκείνος έπινε και έτρωγε ευλογημένος Οδυσσεύς ο ταλαιπωρημένος, και τότε προς τον κήρυκα είπε ο Αλκίνοος δυνατά: «Ποντόνοε, διάνειμε της μέθης τον κρατήρα κερνώντας μες στο μέγαρο τους πάντες, ώστε και εις τον Δία που παίζει με τους κεραυνούς κάνουμε σπονδές, που και για τους σεβόμενους ικέτες ανταποδίδει».[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Σαν τό ’πε, κι ο Ποντόνοος κερνούσε απ’ τον οίνο που ολόγλυκα “κτυπά”,[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]κι έτσι εξοικονόμησε για όλους κάνοντας την αρχή από τα δέπατα ποτήρια (ιερά). Αφού τελειώσαν τις σπονδές και ήπιαν, όσο ήθελε η ψυχή τους, σ’ αυτούς και ο Αλκίνοος αγόρευσε μετά και είπε: «Ακούστε, ηγέτες των Φαιάκων κι (εσείς) οι ευγενείς, αυτά που θε να είπω, αυτά που η ψυχή στα στήθια με κελεύει. Και τώρα αφού δειπνήσατε θα πάτε να πλαγιάσετε στα σπίτια· και το πρωί αφού καλέσουμε γέροντες επί πλέον ξένο θε να φιλοξενήσουμε στ’ ανάκτορα και για θεούς όμορφα θα προσφέρουμε ιερά, έπειτα δε και σχετικά με κατευόδιο θε να σκεφτούμε, πώς και ο ξένος χωρίς να κουραστεί και να κοπιάσει με συνοδεία από μας στη γη την πατρική θα φτάσει γοργά χαρούμενος, και αν ακόμα είναι από πολύ μακριά, μη κάτι βέβαια κακό κι αναποδιά πάθει στο μεταξύ βεβαίως πριν τον ξεμπαρκάρουμε στη γη του· και όπου έπειτα θα πάθει, όσα οι ώρες τού ’κλωθαν βαριά να γίνει απ’ τη μοίρα, τότε που τον εγέναγε η μητέρα. Κι αν βέβαια κανείς των αθανάτων κατήλθε εκ του ουρανού άλλο ένα απ’ αυτά που μηχανεύονται οι θεοί... Διότι πάντα πιο παλιά βεβαίως οι θεοί φαίνονται εναργείς σε εμάς, όταν δοξαστικές τελούμε εκατόμβες, και δεξιώνονται καθήμενοι κοντά μας, στα ίδια τα καθίσματα μ’ εμάς. Κι αν κάποιος κάποτε διαβάτης μοναχός απαντηθεί μαζί δεν κατακρύπτουν τίποτα, μια που μ’ αυτούς είμαστ’ εγγύς όπως κι οι Κύκλωπες και τ’ άγρια τα φύλα των Γιγάντων».[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Και σε αυτόν με σκέψη ο Οδυσσεύς εγύρισε και είπε απαντώντας:[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]«Μελέτα Αλκίνο’ κάτι τι άλλο με το μυαλό σου· γιατί εγώ βεβαίως δεν έμοιασα στους αθάνατους, αυτούς όπου κατέχουνε διάπλατο ουρανό, ούτε εμφάνιση -κορμί, αλλά με τους θνητούς απ’ τους φθαρτούς. Τους οποίους εμάς κάποιους μάλιστα γνωρίζετε τους υπομένοντες την πίκρα απ’ τους ανθρώπους, και με αυτών τα βάσανα θε να εξισωνόμουν. Κι ακόμα κι αν εγώ ακόμα πιο πολύ κι αν περιέγραφα κακά, όσα βεβαίως ήδη τα πάντα από θεών εχθρότητα υπέφερα. Αλλά εμένα μεν αφήστε με έτσι από ευσπλαχνία να τσιμπήσω. Γιατί δεν είν’ χειρότερο κάτι άλλο απ’ την καταραμένη τη γαστέρα να ‘χει, αυτή που και διέταξε να θυμηθώ τη “μέσα” την ανάγκη και πιο πολύ επειγόμενο και πένθος -λύπη- έχοντα μες στο μυαλό, όπου κι εγώ μεν στενοχωρημένος, εκείνη δε πάντοτε πιο πολύ να φάω και να πιω με διατάζει, και όλα αυτά ολόγυρα με κάνει να ξεχνώ, όσ’ έπαθα, και με καθοδηγεί να την κορέσω. Κι εσείς προετοιμάστε μόλις ξημέρωμα φανεί, όπως κι εμέ τον δύστυχο επιβιβάσετε για την πατρίδα τη δική μου κι ας έπαθα πολλά· και να με κάνετε να ιδώ αιώνια που μου λείπουν εκείνα που μου ανήκουνε, και δούλες μα και ανάκτορο μεγαλειώδες».[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Σαν τά ’πε, και τότε όλοι αυτοί παινεύανε μα και κελεύαν[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]τον ξένο να τον στείλουν, σωστά επειδή ομίλησε. Κι αφ’ ότου έκαναν σπονδές και ήπιαν, όσο τραβούσε η όρεξή τους οι μεν πήγαν για να πλαγιάζουν στο σπίτι ο καθένας, ύστερα μες στο μέγαρο εκεί απέμεινε ο δίος Οδυσσεύς, οι δε Αρήτη από κοντά και ο Αλκίνοος μοιάζοντας σα θεός συνέχισαν να κάθονται· και οι υπηρεσίες συμμαζεύαν ό,τι είχε μείνει στα τραπέζια. Και η Αρήτη απ’ αυτούς λικνίζοντας τα χέρια τα λευκά άρχισε να μιλά· διότι γνώρισε και κελεμπία και χιτώνα μόλις αντίκρισε ενδύματα τα όμορφα, τα που η ίδια κέντησε μαζί με τις αμφίπολες γυναίκες· και σε αυτόν φωνάζοντας γύρισε και του είπε με λόγια φτερωτά: «Ξένε, πρώτα μεν θα σε ρωτήσω αυτό εγώ η ίδια: ποιος, πούθε, από ποιους; Ποιος τούτα τα ενδύματα τα έδωκε (σ’ εσέ); Δεν υποστήριζες λοιπόν χαμένος μες στον πόντο πως έφτασες εδώ;»[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Σ’ αυτήν με σκέψη απαντώντας γύρισε κι είπε ο Οδυσσεύς:[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]«Δύσκολο, βασίλισσά (μου), εις το διηνεκές να αγορεύεις, βάσανα επειδή οι Ουρανίωνες θεοί δώσαν πολλά για μένα· και τούτο θα σου πω, αυτό που με ρωτάς και θέλεις να το μάθεις. Ωγυγία κάποια νήσος κείται μες στη θάλασσα μακριά· κι όπου Άτλαντος θυγάτηρ η δόλια εκείνη η Καλυψώ μένει η καλοδολοπλόκος, δεινή θεά· κι ούτε κανείς μ’ αυτήν έρχεται σ’ επαφή ούτε απ’ τους θεούς ούτε απ΄τους θνητούς ανθρώπους· αλλά εμέ τον δυστυχή έφερε δαίμονας (πεσκέσι-δώρο μες) στο σπιτι μονάχο, επειδή το πλοίο μου το γρήγορο μ’ ολόλευκο αστραποβόλο κεραυνό ο Ζευς εκσφενδονίζοντας το έκαψε στο μέσο τ’ αφρισμένου πόντου. Όπου μεν οι άλλοι πάντες χάθηκαν συντρόφοι εκλεκτοί, τότε την τρόπη αγκαλιάζοντας εγώ απ’ το ευέλικτο καράβι μέρες (αγόμουν και) φερόμουνα εννιά· και μες στη μαύρη νύχτα της δεκάτης μ’ έριξαν οι θεοί στη νήσο Ωγυγία, όπου η Καλυψώ η καλοδολοπλόκος μένει, δεινή θεός, η που λαμβάνοντάς με (σαν αράχνη) πρόθυμα αγαπούσε κι έτρεφε μα και ισχυριζόταν αθάνατο να κάνει κι αγέραστο για πάντα· αλλά εμένα την ψυχή ουδέποτε την έπειθε στα στήθια. Όπου μεν επταετία έμεινα εγκλωβισμένος, ενδύματα δε πάντοτε (τα) μούσκευα με δάκρυα, εκείνα που μου έδωκε τ’ άφθαρτα η Καλυψώ· αλλ’ όταν πια το όγδοο για με συμπληρωμένο έτος ήλθε, τότε λοιπόν και παροτρύνοντας μ’ εκέλευσε-διέταξε να φύγω ‘‘ὑπ’ ἀγγελίας’’ του Διός, ή και ο νους ‘‘ἐτρέπετο’’ της ίδιας. Έπεμπε δε επάνω σε πολύδεσμη σχεδία, και έδωκε πολλά, σίτο και το γλυκό κρασί, και έντυσε με άφθαρτα ενδύματα· ούριο δε κι εφύσηξε χλιαρό (ζεστό μετριασμένο) κι ασταμάτητο. Κι επτά και δέκα έπλεα αφενός μέρες ποντοπορεύων, την δέκατη και όγδοη εφάνη αφετέρου όρη (ωσάν) σκιά απ’ τη δική σας γη, κι ευφράνθηκε το φυλλοκάρδι το δικό μου του γρουσούζη· διότι ακόμα έμελλε με συμφορά να συμβιώνω με πολλή, αυτήν που με προμήθευσε ο Ποσειδών -αυτός που κρύβει απωθημένα, που ανέμους ρίχνοντας από ψηλά μου σκέπασε το δρόμο, και θέριεψε ατέλειωτη τη θάλασσα μεγάλη, ούτε και κάποιο κύμα να πιαστώ (με) άφησε το στεναγμό να γιάνω στη σχεδία. 2Εκείνην αφενός έπειτα σκόρπισε η θύελλα· έτσι που βέβαια εγώ ετούτη την απόσταση κάλυψα κολυμπώντας, ώσπου εμέ στη γη πέταξε στη δική σας και άνεμος ορμητικός και το υγρό στοιχείο. Όπου και όταν έβγαινα με έσπρωξε το κύμα στη στεριά, στις πέτρες τις μεγάλες και σ’ ένα χώρο ακατάλληλο πετώντας· 2αλλ’ όπως πίσω γύρισα κολύμπαγα ξανά, ωσότου ήλθα εμπρός σε ποταμό, που χώρος άριστος σ’ εμέ μου φάνηκε λοιπόν, με πέτρες λειασμένες, ήτανε και απάγκιο των ανέμων. Ξεβράστηκα την ώρα πού ‘φευγε η ψυχή (μου), επήλθε δε αθάνατη η νύχτα. Κι εγώ απόμακρα προς το ποτάμι το θεϊκό σαν βγήκα εκούρνιαξα μέσα στους θάμνους, και γύρω φύλλα μάζεψα (σα σε στρώμα)· κι ένας θεός ύπνο κατέχευε βαθύ. Όπου και μες στα φύλλα με φυλοκάρδι τσακισμένο κοιμόμουνα όλη τη νύχτα και μέχρι το ξημέρωμα και ως το μεσημέρι. Κι ο ήλιος έβαινε στο δείλι κι εμένανε μ’ άφησε ο ύπνος ο γλυκός. Κι ενόησα στην ακροθαλασσιά της θυγατέρας της δικής σου τις αμφίπολες που έπαιζαν, κι ανάμεσα αυτή η ίδια ήταν μοιάζοντας στους θεούς· την ικέτευσα· κι αυτή από μια σκέψη λογική δεν ήταν στερημένη, πως δεν θα ήλπιζες νεώτερον όταν (τον) συναντήσεις να συμπεριφερθεί· και πάντα διότι οι νεότεροι άστοχα ενεργούν. Άφθονο σίτο μού ’δωκε αυτή και κόκκινο κρασί και έλουσε στον ποταμό και μού ’δωκε ετούτα τα ενδύματα. Αυτά ας είμαι τεθλιμμένος με πάσα αλήθεια τα ‘πα».[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Και τότε ο Αλκίνοος απάντησε και φώναξε σ’ αυτόν:[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]«Ξένε, ετούτο δα το επαινέσιμο βεβαίως μεν δεν το κατάλαβε το τέκνο το δικό μου, ένεκα εσέ καθόλου με τις αμφίπολες γυναίκες δεν έφερε στο δικό μας, και όμως πρώτη-πρώτη συ την είχες ικετεύσει».[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Ετούτον απαντώντας γύρισε κι είπε Οδυσσέας πολυμήχανος·[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]«Ήρω΄ αγαπητέ, μη με αυτό τον τρόπο ασύγκριτη μαλώνεις κόρη· διότι εκείνη μεν μ’ εκέλευε ν’ ακολουθώ με τις αμφίπολες, αλλ’ εγώ δεν ήθελα φοβούμενος και εντρεπόμενος, μήπως και η ψυχή σου σκοτεινιάσει που με δει· μια κι είμαστε ζηλιάρηδες πάνω στη γη τα φύλλα των ανθρώπων».[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Και τότε ο Αλκίνοος απάντησε και φώναξε σ’ αυτόν:[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]«Ξένε, τέτοιο το φυλλοκάρδι μου στα στήθη μου δεν είναι να είναι χολωμένο ηλιθίως· και όλα τα σωστά επικροτώ. Έ ρε, και Ζευ πατέρα και Αθηνά κι Απόλλωνα, τέτοιος να ήτανε, όπως εσύ, αυτά που και σκεφτόμενος, αυτά που και εγώ, και νά ’χεις το παιδί μου και γαμβρό μου να σε λένε μένοντας εδώ δα· και σπιτικό και κτήματα θα σού ’δινα κι εγώ, κι αν θέλοντας βεβαίως να ‘μενες · ακούσια δ’ εσέ κανείς δεν θα κρατήσει από τους Φαίακες· μη τούτο σώσει και γενεί μα τον πατέρα Δία. Κι εγώ υπολογίζω σ’ αυτό το κατευόδιο, καλά αυτό θα δεις ες αύριο· κι ενώ μεν θά ’σαι συ στον ύπνο βυθισμένος ξαπλωτός, οι άλλοι δε κουπιά γαλήνια θα τραβούν, ώσπου να φτάσεις στην πατρίδα τη δική σου και το σπίτι, και όπου αγαπάς αλλού, αν και πολύ περισσότερο ανάμεσα στις άλλες είναι η Εύβοια, που λέγανε πως είν’ πολύ μακριά, την είδανε οι άνθρωποι οι δικοί μας, όταν και τον ξανθό Ραδάμανθυ πήγαν για να ιδεί της Γης το γιο τον Τιτυό. Κι εκείνοι ήλθαν από κει και δίχως κούραση εκτέλεσαν αυθημερόν και γύρισαν στο σπίτι υους οπίσω. Κι ο ίδιος θα γνωρίσεις αφετέρου με το νου, πόσο σπουδαία πλοία τα δικά μας και νέοι που τα κάνουν να πηδούν πάνω απ’ τα κύματα».[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Σαν τό ’πε, κι ικανοποιήθηκε ο δίος Οδυσσεύς ο πολυταλαιπωρημένος,[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]ευχόμενος να γίνουν όσα είπε, κι έλεγε λόγο και ονόμαζ’ απ’ αυτό: «Πατέρα Ζευ, είθε όσα είπε να γενούνε ἅπαντα ο Αλκίνοος· κι εκείνου μεν πάνω στην εύφορη τη γη να μείνει δόξα άσβεστη, εγώ δε ν’ αφιχθώ και στην πατρίδα».[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Κι όπως εκείνοι έλεγαν ετούτα μεταξύ τους·[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]διέταζε και η Αρήτη με τα χέρια τα λευκά τις αμφιπόλους κρεβάτι μες στην αίθουσα να τοποθετηθεί και όμορφα σεντόνια να ρίξουν πορφυρά για να στρωθεί και από πάνω τάπητες να τοποθετηθούν χλαίνες σγουρές και νά ’ναι από κάτω. Κι από το μέγαρο αυτές εξήλθαν με δαδιά που κράταγαν στα χέρια· ύστερα αφού έστρωσαν κρεβάτι σταθερά και τετραγωνισμένα παρότρυναν τον Οδυσσέα και με λόγια αφού στάθηκαν κοντά: «Ορθώσου, ξένε, έτοιμος· και φτιάχτηκε για σένα το κρεβάτι». Σαν τό ’παν, κι επιθυμητό να κοιμηθεί εφάνηκε σ’ εκείνον.[/B][/COLOR][/LEFT] [INDENT][COLOR=rgb(65, 168, 95)][B]Κι όπως κοιμότανε αυτός ο δίος πολυταλαιπωρημένος Οδυσσεύς[/B][/COLOR][/INDENT] [LEFT][COLOR=rgb(65, 168, 95)][B]μες στα κρεβάτια σκαλιστά κάτω απ’ την αίθουσα που γίνονταν τα γλέντια· έτσι και ο Αλκίνοος στο βάθος πλάγιαζε του δωματίου ψηλοτάβανου,[/B][/COLOR] [B][COLOR=rgb(65, 168, 95)]και δίπλα δέσποινα γυναίκα προσέφερε ‘‘κρεβάτι θαλπωρής’’.[/COLOR][/B][/LEFT][/TD] [/TR] [/TABLE] [/QUOTE]
Ονομα
Δημοσίευση απάντησης
Φόρουμ
Ομηρική Ιθάκη - Η Γεωγραφία της Οδύσσειας
Ομήρου Οδύσσεια - Αναλύσεις ραψωδιών
Ραψωδία η΄ - Στο παλάτι του Αλκίνοου
Ραψωδία η΄: Αρχαίο κείμενο - Νεοελληνική απόδοση
Μπλουζα
Κάτω μέρος