Ομηρική διάλεκτος | Στίχοι | Νεοελληνική απόδοση |
---|---|---|
Ὧς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη βῆ ρ’ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε, οἳ πρὶν μέν ποτ’ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ, ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων, οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ᾖσαν. Ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής, εἷσεν δὲ Σχερίῃ ἑκὰς ἀνδρῶν ἀλφηστάων, ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους, καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατ’ ἀρούρας. Ἀλλ’ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἀιδόσθε βεβήκειν, Ἀλκίνοος δὲ τότ’ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς. Τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη, νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα. Βῆ δ’ ἴμεν ἐς θάλαμον πολυδαίλαδον, ᾧ ἔνι κούρη κοιμᾶτ’ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη, Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, πὰρ δὲ δύ’ ἀμφίπολοι, χαρίτων ἄπο κάλλος ἔχουσαι, σταθμοῖιν ἑκάτερθε, θύραι δ’ ἐπέκειντο φαειναί. Ἡ δ’ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης, στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος, ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ, τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη· «Ναυσικάα, τί νύ σ’ ὧδε μεθήμονα γείνατο μήτηρ; Εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα, σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σ’ ἄγωνται· ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ. Ἀλλ’ ἴομεν πλυνέουσαι ἅμ’ ἠοῖ φαινομένηφιν· καί τοι ἐγὼ συνέριθος ἅμ’ ἕψομαι, ὄφρα τάχιστα ἐντύνεαι, ἐπεὶ οὔ τι ἔτι δὴν παρθένος ἔσσεαι· ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον πάντων Φαιήκων, ὅθι τι γένος ἐστὶ καὶ αὐτῇ. Ἀλλ’ ἄγ’ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσιν ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα. Καὶ δὲ σοὶ ὧδ’ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσιν ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος». Ἡ μὲν ἄρ’ ὧς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη Οὐλυμπόνδ’, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ ἔμμεναι. Οὔτ’ ἀνέμοισι τινάσσεται οὔτε ποτ’ ὄμβρῳ δεύεται οὔτε χιὼν ὲπιπίλναται, ἀλλὰ μάλ’ αἴθρη πέπταται ἀνέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη· τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα. Ἔνθ’ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ. Αὐτίκα δ’ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρεν Ναυσικάαν ἐύπεπλον· ἄφαρ δ’ ἀπεθαύμασ’ ὄνειρον, βῆ δ’ ἰέναι διὰ δώμαθ’, ἵν’ ἀγγείλειε τοκεῦσιν, πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δ’ ἔνδον ἐόντας. Ἡ μὲν ἐπ’ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν ἠλάκατα στρωφῶσ’ ἁλιπόρφυρα· τῷ δὲ θύραζε ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί. Ἡ δὲ μάλ’ ἄγχι στᾶσα φίλον πατέρα προσέειπεν· «Πάππα φίλ’, οὐκ’ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην ὑψηλήν ἐύκυκλον, ἵνα κλυτὰ εἵματ’ ἄγωμαι ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται; Καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα βουλὰς βουλεύειν καθαρὰ χροῒ εἵματ’ ἔχοντα. Πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν, οἱ δύ’ ὀπυίοντες, τρεῖς δ’ ἠίθεοι θαλέθοντες· οἱ δ’ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ’ ἔχοντες ἐς χορὸν ἔρχεσθαι· τὰ δ’ ἐμῇ φρενὶ πάντα μέμηλεν». Ὧς ἔφατ’· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι πατρὶ φίλῳ. Ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ· «Οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου. Ἔρχευ, ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν». Ὧς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δὲ πίθοντο. Οἱ μὲν ἄρ’ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην ὥπλεον, ἡμιόνους θ’ ὕπαγον ζεῦξάν θ’ ὑπ’ ἀπήνῃ· κούρη δ’ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν. Καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπ’ ἀπήνῃ, μήτηρ δ’ ἐν κίστῃ ἐτίθει μενοεικέ’ ἐδωδὴν παντοίην, ἐν δ’ ὄψα τίθει, ἐν δ’ οἶνον ἔχευεν ἀσκῷ ἐν αἰγείῳ· κούρη δ’ ἐπεβήσετ’ ἀπήνης. Δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, εἵως χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν. Ἡ δ’ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα, μάστιξεν δ’ ἐλάαν· καναχὴ δ’ ἦν ἡμιόνοιιν. Αἱ δ’ ἄμοτον τανύοντο, φέρον δ’ ἐσθῆτα καὶ αὐτήν, οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι. Αἱ δ’ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ’ ἵκοντο, ἔνθ’ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ’ ὕδωρ καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι, ἔνθ’ αἵ γ’ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης. Καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δ’ ἀπ’ ἀπήνης εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ, στεῖβον δ’ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι. Αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα, ἑξείης πέτασαν παρὰ θῖν’ ἁλός, ἧχι μάλιστα λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα. Αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ’ ἐλαίῳ δεῖπνον ἔπειθ’ εἵλοντο παρ’ ὄχθῃσιν ποταμοῖο, εἵματα δ’ ἠελίοιο μένον τερσήμεναι αὐγῇ. Αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμωαί τε καὶ αὐτή, σφαίρῃ ταὶ δ’ ἄρ’ ἔπαιζον ἀπὸ κρήδεμνα βαλοῦσαι· τῆσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς. Οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεα ἰοχέαιρα, ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον, τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισιν· τῇ δέ θ’ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ· πασάων δ’ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα, ῥεῖά τ’ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι· ὧς ἥ γ’ ἀμφιπόλοισι μετέτρεπε παρθένος ἀδμής. Ἀλλ’ ὅτε δὴ ἄρ’ ἔμελλε πάλιν οἰκόνδε νέεσθαι ζεύξασ’ ἡμιόνους πτύξασά τε εἵματα καλά, ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη, ὡς Ὀδυσσεὺς ἔγροιτο ἴδοι τ’ ἐυώπιδα κούρην, ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο. Σφαῖραν ἔπειτ’ ἔρριψε μετ’ ἀμφίπολον βασίλεια· ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ’ ἔμβαλε δίνῃ· αἱ δ’ ἐπὶ μακρὸν ἄυσαν· ὁ δ’ ἔγρετο δῖος Ὀδυσσεύς, ἑζόμενος δ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν· «Ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; Ἦ ῥ’ οἵ γ’ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής; Ὥς τέ μεν κουράων ἀμφήλυθε θῆλυς ἀυτή· νυμφάων, αἳ ἔχουσ’ ὀρέων αἰπεινὰ κάρηνα καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. Ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων. Ἀλλ’ ἄγ’ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι». Ὧς εἰπὼν θάμνων ὑπεδήσετο δῖος Ὀδυσσεύς, ἐκ πυκινῆς δ’ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός. Βῆ δ’ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς, ὅς τ’ εἶσ’ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν ἠὲ μετ’ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· ὧς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλεν μίξεσθαι γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανεν. Σμερδαλέος δ’ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ, τρέσσαν δ’ ἄλλυδις ἄλλη ἐπ’ ἠιόνας προυχούσας. Οἴη δ’ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων. Στῆ δ’ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς, ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην, ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισιν λίσσοιτ’, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη. Ὧς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισιν, μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη. Αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον. «Γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι; Εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο, εἶδός τε μέγεθός τε φυήν τ’ ἄγχιστα ἐίσκω· εἰ δέ τίς ἐσσι βροτῶν, οἳ ἐπὶ χθονὶ ναιετάουσιν, τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ, τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς αιὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο, λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν. Κεῖνος δ’ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων, ὅς κέ σ’ ἐέδνοισι βρίσας οἰκόνδ’ ἀγάγηται. Οὐ γάρ πω τοιόνδε ἴδον βροτὸν ὀφθαλμοῖσιν, οὔτ’ ἄνδρ’ οὔτε γυναῖκα· σέβας μ’ ἔχει εἰσορόωντα. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα· ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός, τὴν ὁδόν, ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδε’ ἔσεσθαι. Ὧς δ’ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης, ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δ’ αἰνῶς γούνων ἅψασθαι· χαλεπόν δέ με πένθος ἱκάνει. Χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον· τόφρα δέ μ’ αἰεὶ κῦμα φόρει κραιπναί τε θύελλαι νήσου ἀπ’ Ὠγυγίης. Νῦν δ’ ἐνθάδε κάμβαλε δαίμων, ὄφρ’ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω παύσεσθ’, ἀλλ’ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν. Ἀλλά, ἄνασσ’, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας ἐς πρώτην ἱκόμην, τῶν δ’ ἄλλων οὔ τινα οἷδα ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν. Ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι, εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ’ ἰοῦσα. Σοὶ δὲ θεοὶ τόσα δοῖεν, ὅσα φρεσὶ σῇσι μενοινᾷς, ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον, ἢ ὅθ’ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή· πόλλ’ ἄλγεα δυσμενέεσσιν, χάρματα δ’ εὐμενέτῃσι, μάλιστα δέ τ’ ἔκλυον αὐτοί». Τὸν δ’ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα· «Ξεῖν’, ἐπεὶ οὔτε κακῷ οὔτ’ ἄφρονι φωτὶ ἔοικας, Ζεὺς δ’ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ· καί που σοὶ τάδ’ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης· νῦν δ’, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις, οὔτ’ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, ὧν ἐπέοιχ’ ἱκέτην ταλαπείριον ἀντιάσαντα. Ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν. Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν, εἰμὶ δ’ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, τοῦ δ’ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε». Ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσεν· «Στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι; Ἦ μή πού τινα δυσμενέων φάσθ’ ἔμμεναι ἀνδρῶν; οὐκ ἔσθ’ οὗτος ἀνὴρ διερὸς βροτός, οὐδὲ γένηται, ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν. Οἰκέομεν δ’ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ, ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος. Ἀλλ’ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδ’ ἱκάνει, τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες ξεῖνοί τε πτωχοί τε, δόσις δ’ ὀλίγη τε φίλη τε. Ἀλλά δότ’, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε, λούσατέ τ’ ἐν ποταμῷ, ὅθ’ ἐπὶ σκέπας ἔστ’ ἀνέμοιο». Ὧς ἔφαθ’, αἱ δ’ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν, καδ’ δ’ ἄρ’ Ὀδυσσῆ’ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο· πὰρ δ’ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματ’ ἔθηκαν, δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, ἤνωγον δ’ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν. Δή ῥα τότ’ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς· «Ἀμφίπολοι, στῆθ’ οὕτω ἀπόπροθεν, ὄφρ’ ἐγὼ αὐτὸς ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δ’ ἐλαίῳ χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή. Ἄντην δ’ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών». Ὧς ἔφαθ’, αἱ δ’ ἀπάνευθεν ἴσαν, εἶπον δ’ ἄρα κούρῃ. Αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς ἅλμην, ἣ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους, ἐκ κεφαλῆς δ’ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο. Αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ’ ἄλειψεν, ἀμφὶ δὲ εἵματα ἕσσαθ’, ἃ οἱ πόρε παρθένος ἀδμής, τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα μείζονά τ’ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. Ὡς δ’ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει, ὧς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. Ἕζετ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, κάλλει καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη. Δή ῥα τότ’ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα· «Κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω. Οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν, Φαιήκεσσ’ ὅδ’ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισιν· πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ’ εἶναι, νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν. Αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν. Ἀλλὰ δότ’, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε». Ὧς ἔφαθ’, αἱ δ’ ἄρα τῆς μάλα μὲν κλύον ἠδὲ πίθοντο, πὰρ δ’ ἄρ’ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε. Ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος· αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ’ ἐνόησεν. Εἵματ’ ἄρα πτύξασα τίθει καλῆς ἐπ’ ἀπήνης, ζεῦξεν δ’ ὑφ’ ἡμιόνους κρατερώνυχας, ἂν δ’ ἔβη αὐτή, ὤτρυνεν δ’ Ὀδυσῆα, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν· «Ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδ’ ἴμεν, ὄφρα σε πέμψω πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι. Ἀλλὰ μάλ’ ὧδ’ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν. Ὄφρ’ ἂν μέν κ’ ἀγροὺς ἴομεν καὶ ἔργ’ ἀνθρώπων, τόφρα σὺν ἀμφιπόλοισι μεθ’ ἡμιόνους καὶ ἄμαξαν καρπαλίμως ἔρχεσθαι· ἐγὼ δ’ ὁδὸν ἡγεμονεύσω. Αὐτὰρ ἐπὴν πόλιος ἐπιβείομεν, ἣν πέρι πύργος ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος, λεπτὴ δ’ εἰσίθμη· νῆες δ’ ὁδὸν ἀμφιέλισσαι εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ. Ἔνθα δέ τέ σφ’ ἀγορὴ καλὸν ποσιδήιον ἀμφίς, ῥυτοῖσιν λάεσσι κατωρυχέεσσ’ ἀραρυῖα. Ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσιν, πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά. Οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη, ἀλλ’ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι, ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν. Τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω μωμεύῃ· μάλα δ’ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον· καί νύ τις ὧδ’ εἴπῃσι κακώτερος ἀντιβολήσας· «Τίς δ’ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε ξεῖνος; Ποῦ δέ μιν εὗρε; Πόσις νύ οἰ ἔσσεται αὐτῇ. Ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν· ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα. Βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὖρεν ἄλλοθεν· ἦ γὰρ τούσδε γ’ ἀτιμάζει κατὰ δῆμον Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί”. Ὧς ἐρέουσιν, ἐμοὶ δέ κ’ ὀνείδεα ταῦτα γένοιτο. Καὶ δ’ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι, ἥ τ’ ἀέκητι φίλων, πατρὸς καὶ μητρὸς ἐόντων, ἀνδράσι μίσγηται, πρίν γ’ ἀμφάδιον γάμον ἐλθεῖν. Ξεῖνε, σὺ δ’ ὦκ’ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο. Δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών· ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τ’ ἀλωή, τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας. Ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός. Αυτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματ’ ἀφῖχθαι, καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδ’ ἐρέεσθαι δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο. ῾ Ρεῖα δ’ ἀρίγνωτ’ ἐστί, καὶ ἂν πάις ἡγήσαιτο νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο ἥρωος. Ἀλλ’ ὁπότ’ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή, ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρ’ ἂν ἵκηαι μητέρ’ ἐμήν· ἡ δ’ ἧσται ἐπ’ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ ἠλάκατα στρωφῶσ’ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι, κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατ’ ὄπισθεν. Ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ, τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς. Τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί. Εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ’ ἐνὶ θυμῷ, ἐλπωρή τοι ἔπειτα φίλους τ’ ἰδέειν καὶ ἰκέσθαι οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν. Ὧς ἄρα φωνήσασ’ ἵμασεν μάστιγι φαεινῇ ἡμιόνους· αἱ δ’ ὦκα λίπον ποταμοῖο ῥέεθρα. Αἱ δ’ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν· ἡ δὲ μάλ’ ἡνιόχευεν, ὅπως ἅμ’ ἑποίατο πεζοὶ ἀμφίπολοί τ’ Ὀδυσεύς τε, νόῳ δ’ ἐπέβαλλεν ἱμάσθλην. Δύσετό τ’ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο ἱρὸν Ἀθηναίης, ἵν’ ἄρ’ ἕζετο δῖος Ὀδυσσεύς. Αὐτίκ’ ἔπειτ’ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο· «Κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, ἀτρυτώνη· νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτ’ ἄκουσας ῥαιομένου, ὅτε μ’ ἔρραιε κλυτὸς ἐννοσίγαιος. Δός μ’ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν». Ὧς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη. Αὐτῷ δ’ οὔ πω φαίνετ’ ἐναντίη· αἴδετο γάρ ῥα πατροκασίγνητον, ὁ δ’ ἐπιζαφελῶς μενέαινεν ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἰκέσθαι. | 5 10 15 20 25 30 35 40 45 50 55 60 65 70 75 80 85 90 95 100 105 110 115 120 125 130 135 140 145 150 155 160 165 170 175 180 185 190 195 200 205 210 215 220 225 230 235 240 245 250 255 260 265 270 275 280 285 290 295 300 305 310 315 320 325 330 | Όπως ο μεν εδώ κοιμότανε πολύπαθος ευλογημένος Οδυσσεύς με ύπνο κι από κάματο βαριά εξουθενωμένος· συγχρόνως η Αθηνά μετέβη σε ανδρών Φαιάκων τον δήμο μα και πόλη, που πριν μεν κάποτε έμεναν σ’ ευρύχωρη Υπερεία, κοντά σε άνδρες Κύκλωπες που ήταν αλαζονικοί (και ξιπασμένοι), που καταπίεζαν αυτούς, μια που ήτανε ανώτεροι στη δύναμη. Αφού από εκεί ξεσήκωσε οδήγησε Ναυσίθοος θεόμορφος και στη Σχερία εγκατέστησε μακριά από αχόρταγους (ασύστολους) ανθρώπους, και τείχισε την πόλη γύρω γύρω, και κατοικίες θεμελίωσε, και γρήγορα ναυπήγησε καράβια, και μοίρασε αγρούς. Αλλ’ ο μεν ήδη στον Άδη απ’ τη μοίρα δαμασθείς, και ήρχε από τότε ο Αλκίνοος, που γνώριζε απ΄ τους θεούς τα μυστικά. Σ’ εκείνου μεν το δώμα μετέβη η θεά, γλαυκώπις Αθηνά, νόστο για τον Οδυσσέα σχεδιάζοντας φίλο μεγάλο καρδιακό. Μπήκε δε εις τον θάλαμο τον πολυδαίδαλο, μέσα εις τον οποίον κόρη κοιμόταν με αθάνατους μορφή (μα) και κορμί ομοία, θυγάτηρ ‘‘μεγαλήτορος’’ Αλκίνοου Ναυσικάα, κοντά και δύο αμφίπολες έχουσες απ’ τις χάριτες όλη την ομορφιά, μ’ εκατέρωθεν κολώνες, ενώ θύρες απαστράπτουσες ‘‘συμπλήρωναν το σκηνικό’’. Και που ανέμου ως πνοή εσάλεψε της κόρης τα σκεπάσματα, στάθηκε δε επάνω απ’ το κεφάλι και είπε μια κουβέντα προς αυτήν μοιάζοντας με την κόρη του Δύμαντα του ‘‘έμπειρου’’ στα πλοία που με αυτήν μεν ήταν συνομίληκη, έτρεφε δε συμπάθεια (για αυτήν), σ’ εκείνη μοιάζοντας είπε η γλαυκώπις προς αυτήν η Αθηνά: «Ναυσικάα, γιατί έτσι ακατάστατη σε γέννησε η μάνα; Τα μεν ενδύματα έτσι ριγμένα αφρόντιστα τα λαμπερά, ο γάμος δε για σε είναι κοντά, όπου χρειάζεται τα όμορφα η ίδια αφ’ ενός να ντύνεσαι, τα άλλα αφετέρου σ’ εκείνους να παράσχεις και οι οποίοι θα σε πάρουν· γιατί από τούτα (προκοπή και) φήμη ανεβαίνει στους ανθρώπους λαμπρή, και χαίρουν ο πατήρ κι η σεβαστή μητέρα. Αλλά ας πάμε για να πλύνουμε σαν έλθει το ξημέρωμα· κι εγώ θα έπομαι επί τούτου ως συνεπικουρία, ώστε (πολύ-πολύ) γοργά να προετοιμαστείς, μια που παρθένα για πολύ δεν θα μπορείς να είσαι· ήδη διότι σε ζητούν οι πιο καλοί στο δήμο εξ όλων των Φαιάκων, απ’ όπου κάποιο γένος υπάρχει και για σένανε την ίδια. Αλλ’ άντε παρακάλεσε πατέρα ονομαστό λιγάκι πριν το χάραμα ημίονους και άμαξα να εξοπλίσει, αυτήν και που θα μεταφέρει τα μεσοφόρια μα και πέπλα και τα σεντόνια τα λαμπρά. Και μάλιστα για σε την ίδια τούτο πολύ καλύτερο παρά με πόδια νά ‘ρχεσαι· γιατί οι πλύστρες -οι πλυνοί- είναι πολύ μακριά απ’ την πόλη». Κι ως είπε αυτή απέβη γλαυκώπις Αθηνά στον Όλυμπο, που λέν’ η φύτρα των θεών πάντοτε αναμφίβολα ότ’ είναι. Ούτε τινάσσεται απ’ τους ανέμους κι ούτε ποτέ από τον όμβρο αναδεύεται ούτε χιών πέφτει με βία, αλλά αιθρία πέρα ως πέρα ανέφελη υπερίπταται, και αίγλη απλώνεται λευκή· εκεί που τέρπονται οι μάκαρες θεοί όλες τις μέρες. Όπου αποτραβήχτηκε, αφού υπέδειξε γλαυκώπις στο κορίτσι. Και που μετά ήλθε και η Αυγή θρονιάστηκε καλά, που ξύπνησε αυτήν τη Ναυσικάα (που φόραγε) πέπλο καλό· και απεθαύμασε το όνειρο για μια στιγμή, διέσχισε τα δώματα μετά, για να (το) αναγγείλει στους γονείς, πατέρα αγαπημένο και μητέρα· εντός δε ευρισκόμενους συνάντησε. Εστέκετο η μεν δίπλα στη σχάρα μαζί με τις αμφίπολες γυναίκες κεντώντας αλιπόρφυρα υφάσματα· στη θύρα δε μ’ αυτόν ερχόμενο συναντηθήκαν προς τους ενδόξους βασιλείς εις τη βουλή, που Φαίακες οι ευγενείς αυτόν είχαν καλέσει. Κι αυτή στεκόμενη κοντά είπε προς τον πατέρα αγαπημένο: «Μπαμπά αγαπημένε, δεν θα μπορούσες για εμέ να εξοπλίσεις άμαξα υψηλή με τις καλές τις ρόδες, να μεταφέρω τα “επίσημα” τα ρούχα να πλύνω στο ποτάμι, που μού ‘ναι παραπεταμένα στη βρωμιά; Και είθισται για ‘σέ τον ίδιο όταν ευρίσκεσαι ανάμεσα στους πρώτους να παίρνεις αποφάσεις φορώντας ρούχα στο κορμί σου καθαρά. Πέντε και οι αγαπημένοι σου οι γιοι μέσα στ’ ανάκτορα ανδρώνονται, αποκατεστημένοι οι δυο, τρεις δε μες στην ικμάδα τους (δοσμένοι) στους θεούς· που πάντοτε και θέλουνε φρεσκοπλυμένα έχοντες τα ρούχα να έρχονται εις το χορό· και όλα αυτά με τη δική μου πρόνοια φροντίζονται». Έτσι τα είπε· γιατί ντρεπόταν το γάμο που πλησίαζε να ονομάσει σ’ αγαπημένο (της) πατέρα. Ο δε όλα εννοήσε και μ’ ένα λόγο απαντούσε: «Δεν σου στερώ ημίονους, ούτ’ άλλο τίποτα, παιδί μου. Κόπιασε, κι οι δούλες τότε το αμάξι θα εξοπλίσουν τ’ αψηλό με τις καλές τις ρόδες, αυτό που θα καλπάσει στους αγρούς». Λέγοντας έτσι κάλεσε τις δούλες, και επί τούτου πείθοντο. Έτσι άλλοι μεν εκτός την άμαξα με τους καλούς τροχούς των ημιόνων εξόπλιζαν, και τους ημίονους σαν υποζύγιο έζεψαν στο αμάξι· η κόρη δε ολόλαμπρη έφερε από το θάλαμο ‘‘εσθήτα’’. Κι εκείνη μεν ακούμπησε πάνω στην καλή την άμαξα τη σκαλιστή, η δε μητέρα γέμισε ένα σακίδιο λιχουδιές απ’ όλες, και ακουμπά εντός στο τέλος, κι έριχνε μέσα οίνο σε ασκό από γιδιού τομάρι· κι επιβιβάστηκε η κόρη στο αμάξι. Και μες σε λήκυθο χρυσό έδωκε έλαιο υγρό, για να αλειφθούν μαζί με τις αμφίπολες γυναίκες. Κι έλαβε ‘κείνη το μαστίγιο και τα ηνία τα απαστράπτοντα, και τα μαστίγωσε τεντώνοντας· κι ήτανε ξάφνιασμα για τους ημίονους. Και οι οποίοι ακατάπαυστα τεντώνονταν, και μεταφέρανε και ρουχισμό κι αυτήν, όχι μονάχη, μαζί μ’ αυτήν βεβαίως κι άλλες αμφίπολες ερχόντουσαν. Κι όταν πια εκείνες φτάσαν στου ποταμού την όχθη την πανέμορφη, εκεί που ήσαν πλυσταριά ολόχρονα (γεμάτα), και το νερό πολύ όμορφα έρρεε από μπρος ώστε καλά να καθαρίσουνε τα λερωμένα, όπου αυτές βεβαίως και τους ημίονους ξεζέψαν απ’ τ’ αμάξι. Κι εκείνους μεν οδήγησαν δίπλα εκεί που κάνει δίνες το ποτάμι να τρώγουν τη γλυκιά την αγριάδα· ετούτες δε από τ’ αμάξι σηκώσανε τα ρούχα με τα χέρια και στου νερού βουτήξαν τα βαθιά, και με ταχύτητα τα στείβαν μες στις γούρνες κάνοντας συναγωνισμό. Ύστερα αφού τα έπλυναν και καθαρίσανε και όλες τις βρωμιές, στην ακροθαλασσιά (τα) άπλωσαν βαλμένα στη σειρά, μάλιστα ’κει που τις κροκάλες στην ξηρά η θάλασσα ξεπλένει. Λουσμένες και αυτές με λάδι κι αλειμμένες έπειτα δείπνο “τσίμπησαν” στου ποταμού τις όχθες, μια που περίμεναν ενδύματα του ήλιου να στεγνώσουν οι ακτίνες. Όταν λοιπόν χορτάσανε φαΐ κι οι δμώες (δούλες) και η ίδια, αρχίσανε να παίζουν τούτες με τη σφαίρα πετώντας τα μαντήλια· κι ανάμεσά τους Ναυσικάα λικνίζοντας τα χέρια τα λευκά “έσερνε το χορό”. Όπως κι η Άρτεμις η σαϊτεύτρα τρεχοβολά στα όρη (τα βουνά), ή στον Ταΰγετο απ’ άκρη σ’ άκρη ή κατά τον Ερύμανθο, τερπόμενη με κάπρους και με γρήγορα ελάφια· μαζί μ’ αυτήν κι οι νύμφες, κόρες του Διός γαλουχημένου απ’ την αίγα, παίζουν αυτές που διαφεντεύουν τους αγρούς, κι ευχαριστιέται κι η Λητώ· στην κεφαλή και βέβαια απ’ όλες υπερέχει εκείνη και στο μέτωπο, πασίγνωστη και ξεχωρίζει, μέσα στις άλλες όλες τις πανέμορφες· όπως ξεχώριζε βεβαίως χάρη στη λάμψη μιας παρθένας απ’ τις αμφίπολες αυτή. Αλλ’ όταν πάλι έμελλε στο σπίτι πια να επιστρέψει έχοντας ζέψει τους ημίονους και αφού όμορφα εδίπλωσε τα ρούχα, τότε ήταν που η θεά άλλα είχε βάλει με το νου της, η γλαυκώπις Αθηνά, πως και θ’ αντίκρυζε μόλις ξυπνήσει Οδυσσεύς έκπληκτη κόρη (που θα βάλει τις φωνές), η που θα τον οδήγαγε στην πόλη των Φαιάκων. Τη σφαίρα έπειτα προς την αμφίπολο έριξε η βασιλοπούλα· ξέφυγε μεν απ’ την αμφίπολο, έπεσε δε μέσα στη δίνη τη βαθιά· και επί μακρόν ετσίριξαν εκείνες· κι αγουροξύπνησε ο Οδυσσέας θεϊκός κι αφού ανασηκώθηκε με το μυαλό και την ψυχή ορμήνια αναζητούσε: «Ωιμέ εγώ, ποιανών θνητών στη γη (πατρίδα) φτάνω τελικά; Μήπως βεβαίως υβριστές σ’ αυτήν και άγριοι και ούτε δίκαιοι, ή πως φιλόξενοι κι αυτών σκαμπάζει το μυαλό τους; Ως και από παιδιά μεν ήλθε θήλυς φωνή από παντού νυμφών, αυτών όπου κατέχουνε ορέων κορφοβούνια και ποταμών πηγές και εύφορα λιβάδια. Ή μήπως βρίσκομαι κοντά σ’ ανθρώπους που μιλάνε. Αλλ’ άντε εγώ ο ίδιος θα δοκιμάσω και θα δω». Σαν το είπε χώθηκε στους θάμνους ευλογημένος Οδυσσεύς, από πυκνή δε βλάστηση με χέρι στιβαρό έκοψε μια συστάδα από φύλλα, για να καλύψει του ανδρός ‘‘αυτά που ξεχωρίζουν’’. Και σαν λιοντάρι κίνησε μεγαλωμένο στα βουνά με σιγουριά και για το σφρίγος, και που ορμώντας και μουγκρίζοντας και που τα μάτια του τα δυό αστράφτουν· μετά αυτός σε βόδια ορμά ή σε αρνιά ή σε ελάφια του αγρού· ακόμα αυτού γαστέρα διατάζει να έλθει δοκιμάζοντας και σε μαντρί ασφαλισμένο· όπως ο Οδυσσεύς με τις ‘‘αθώες’’ κορασιές έμελλε γυμνός όπως βρισκόταν ν’ ανταμώσει· μια που τον πίεζε η ανάγκη. Και φρικαλέος φάνηκε σ’ αυτές όπως τον εκατάντησε η αρμύρα, τρέξαν άλλη εδώ κι άλλη εκεί που προεξείχαν τα βραχάκια. Κι έμεινε μοναχή η θυγατέρα του Αλκίνοου· διότι σε αυτήν η Αθηνά έβαλε θάρρος μες στο νου διώχνοντας από μέσα της το φόβο. Κι αντίκρυ στάθηκε ακίνητη· κι ο Οδυσσέας συλλογίστηκε με μιας, ή πιάνοντας τα γόνατα να εκλιπαρούσε ‘‘έκπληκτη’’ κόρη, ή κάπως έτσι απ’ απόσταση με λόγια τρυφερά παρακαλούσε, αν (μπορεί) την πόλη να του δείξει τού ‘δινε και ενδύματα. Έτσι λοιπόν (ώριμα) αφού σκέφτηκε αυτό εκτίμησε ότ’ είναι πιο καλό, να αιτηθεί -ζητήσει απ’ απόσταση- με λόγια τρυφερά, μη ‘‘κάνα’’ πόδι πιάνοντας ‘‘θολώσουνε’’ της κόρης τα μυαλά. Έτσι μειλίχια (τρυφερά) κι ‘‘επικερδή’’ άρθρωσε ιστορία: «Στα γόνατά σου, αρχόντισα, προσπέφτω· θεός μη κάποιος, είσαι συ είτε θνητός; Αν μεν κάποιος θεός είσαι εσύ, τέτοιοι όπου κατέχουνε διάπλατο ουρανό, για την Αρτέμιδα εγώ εσέ βεβαίως, την κόρη του μεγάλου του Διός, στη φτιάξη και στο μέγεθος μα και κορμοστασιά (σε) βρίσκω από κοντά· κι αν είσαι κάποια των θνητών, πάνω στη γη που διαμένουν, τρις μάκαρες και βέβαια (η τρυφερή σου) η μανούλα η σεβαστή και ο πατέρας, τρις ευτυχείς κι οι αδελφοί· ακόμα πιο πολύ που η ψυχή τους πάντοτε μ’ ευχαρίστηση ένεκα από ‘σέ αγαλλιάζει, τέτοια δροσιά μες στο χορό σαν έλθει η σειρά ν’ ακολουθούν τα βήματά σου. Και ‘‘περί κύρη’’ όσον αφορά τρισευτυχής εκείνος από τους άλλους ξεχωρίζει, που και στα δώρα υπερτερώντας εσένα θα σε πάρει για το σπίτι. Διότι ουδέποτε τέτοιο θνητό είδα δια των οφθαλμών, ούτ’ άνδρα ούτε γυναίκα· με καθηλώνει σεβασμός κοιτάζοντας σε βάθος. Στη Δήλο λοιπόν κάποτε τέτοιον ‘‘Απόλλωνος παρά βωμό’’ ορνό - βλαστάρι νέο φοινικιάς εννόησα όπως ανέβαινε· ήλθα διότι κι από ‘κεί, (συγχρόνως) δε πολύς λαός μ’ ακολουθούσε σ’ αυτό το δρομολόγιο, που έμελλε για με άθλιο πεπρωμένο να γενεί. Και από τότε έτσι και βλέποντας εκείνο αιχμαλωτίστηκε η ψυχή επί πολύ, ουδέποτ’ επειδή, τέτοιο δεν ξαναφύτρωσε βλαστάρι απ’ τη γη, όπως εσέ, γυναίκα, κι άγαμη και εξεπλάγην, φοβήθηκα δε φανερά (να πέσω και) τα γόνατα ν’ αγγίξω· την ώρα που μου έρχεται άσχημη στενοχώρια. Χθες (μόλις) ξέφυγα σε μέρα εικοστή από τη θάλασσα την αφρισμένη· ενώ δε μέχρι τότε διαρκώς το κύμα με παράδερνε και θύελλες τρομερές από τη νήσο Ωγυγία μακριά. Τώρα δε ένας δαίμονας (με) έβγαλε εδώ, και κάπου ακόμα εδώ δα θα κακοπάθω· διότι δεν πιστεύω πως θα πάψουν, αλλά ακόμα πιο πολλά θεοί προγραμματίζουν από πριν. Αλλά ελέησε αρχόντισσα· διότι σε εσέ αφού πολλά υπέφερα κακά έφτασα πρώτα-πρώτα, κανέναν όμως απ’ τους άλλους δεν γνωρίζω τους ανθρώπους, που τούτηνε κατέχουνε την πόλη και τη γη. Δείξε μου αφετέρου την πρωτεύουσα, και δώσ’ ένα κουρέλι να φορέσω, αν κάπου κάτι είχες σκέπασμα ερχόμενη εδώ (τα άλλα) να τυλίξεις. Και τόσα σε εσένανε να δώσουν οι θεοί, όσα θε να χωρούν μες στο μυαλό σου, (και) άνδρα μα και σπιτικό, κι ομορφοσύνη να προσφέρανε ενάρετη· και διότι τίποτε καλύτερο βεβαίως και ανώτερο απ’ αυτό, με λογική ομού το σπιτικό που έχουν να στολίζουνε οι δυό ο άνδρας και η γυναίκα· βαριά φουρτούνα στους εχθρούς, χάρμα ‘‘εις το τετράγωνο’’ και για τους οπαδούς, μάλιστα δε τ’ αντιλαμβάνοντο κι οι ίδιοι». Ανασκουμπώθηκε και του απάντησε αμέσως Ναυσικάα: «Ξέν’, επει’ ούτε μοιάζεις με κακό ούτε με άφρον ανθρωπάκι, κι ο Ζευς ο ίδιος ο Ολύμπιος μοιράζει ευτυχία στους ανθρώπους, ενάρετους μα και κακούς, όπως θελήσει, στον καθένα· κι ετούτα έδωκε σ’ εσέ, κι εσύ χρειάζεται “να δώσεις εξετάσεις” · τώρα όμως, επειδή στη δικιά μας πόλη φτάνεις και στη γη, ούτε το ρούχο θα σου λείψει το λοιπόν ούτε και τίποτ’ άλλο, απ’ όσα επιβαλλότανε ταλαίπωρο ικέτη αν συναντάγαμε. Κι αυτό το άστυ θα (σου) δείξω, και των λαών αυτών το όνομα θα πω. Φαίακές μεν αφενός έχουν αυτή την πόλη και τη γη, εγώ είμ’ αφετέρου η θυγατέρα μεγαλόκαρδου Αλκίνοου, αυτού που κι απ’ τους Φαίακες αντλεί και εξουσία και ισχύ». Και γρήγορα αυτή διέταξε αμφίπολες με ξέπλεκα μαλλιά: «Σταθείτε μου, αμφίπολες· για πούθε φεύγετε που είδατε τον άνθρωπο (αυτό); Μήπως προβληματίζεστε εχθρός ότ’ είναι κάποιος άνδρας από κάπου; Δεν βρέθηκε τέτοιος θνητός ο άνδρας ο επίφοβος, ούτε (ακόμα) εγεννήθη, που και στη γη ανδρών Φαιάκων θά ‘φτανε φέρνοντας την εχθρότητα· ακόμα πιο πολύ γιατί με τους αθάνατους αγαπημένοι. Μένουμε δε πέρα μακριά κλεισμένοι γύρω-γύρω από θάλασσα, έσχατοι, κι ούτ’ άλλος άνθρωπος κανείς “στα πόδια μας δεν μπλέκει”. Αλλά ορίστε κάποιος δύστυχος κατατρεγμένος φτάνει εδώ αυτόν τώρα χρειάζεται να συμμαζέψουμε· άπαντες διότι πρόσκεινται του Διός και ξένοι και πτωχοί, κι ευπρόσδεκτο και τόσο δα αν δώσεις. Αλλά δώστε, αμφίπολες, στον ξένο φαγητό μα και ποτό, λούσατε και στον ποταμό, εκεί που απαγκιάζει από ανέμους». Σαν τό ’πε, και εκείνες κοντοστάθηκαν κι η μια παρότρυνε την άλλη, κατέβασαν λοιπόν εκεί τον Οδυσσέα π’ απαγκιάζει, όπως διέταξε η Ναυσικάα η θυγατέρα του μεγαλόκαρδου Αλκίνοου· και έτσι κοντά σ’ αυτόν μια κελεμπία και χιτώνα και ενδύματα ακούμπησαν, κι έδωκαν έλαιο ρευστό μέσα σε λήκυθο χρυσή, και παροτρύναν να τον λούσουν μες στις ροές του ποταμού. Τότε κοφτά είπε μετά στις αμφιπόλους ο Οδυσσέας σοβαρά: «Αμφίπολοι, από μακριά σταθήτε έτσι, ώσπου εγώ ο ίδιος (να) ξεπλύνω απ’ τους ώμους (μου) την άλμη, και ένα γύρω με το λάδι αλειφτώ· διότι είναι άσχημο ν’ ‘‘απέχει’’ απ’ το δέρμα η αλοιφή. Ενώπιον (άλλου) δε δεν θα λουζόμουν εγώ βεβαίως· διότι ντρέπομαι να γυμνωθώ με κοριτσάκια ‘‘αθώα’’ μαζί τους σαν βρεθώ». Όπως (το) είπε, και αυτές πήγανε μακριά, και (τό) ‘πανε στην κόρη. Ύστερ’ αυτός (με τη βοήθεια) του ποταμού καθάριζε από το δέρμα ο Οδυσσέας ‘‘εγκρατής’’ την άλμη, που σκέπαζε τα νώτα του και ώμους τους ευρείς, και σφόγγιζε απ’ την κεφαλή “τα ίχνη” της αστείρευτης θαλάσσης. Ύστερα πια αφού ελούστηκε παντού και άλειψε με λίπος, και τα ενδύματα ‘‘εταίριαξε ολόγυρα’’, αυτά που του προσέφερε η άγαμη παρθένα, αυτόν μεν Αθηνά έκαν’ η ίδια πλάσμα του Διός μεγαλειώδης και να φαίνεται και ευμεγέθης, κι απ’ το κεφάλι έπεφταν μαλλιά με μπούκλες, όμοιες με άνθη ζουμπουλιού. Και όπως όταν το χρυσό στολίζει κάποιος άνδρας με ασήμι ‘‘επιστήμων’’, που Ήφαιστος τον δίδαξε κι η Αθηνά Παλλάδα μ’ όλη την τέχνη, και τελειοποιεί έργα με χάρη, έτσι σ’ αυτόν μια χάρη έριχνε στην κεφαλή μα και στους ώμους. Κάθισε έπειτα μακριά πηγαίνοντας στην άκρη της θαλάσσης, απ’ ομορφιά και χάρες αστράφτοντας· κι εθαύμαζε η κόρη. Τότε κοφτά είπε μετά στις καλοχτενισμένες τις αμφίπολες: «Ακούστε με, αμφίπολες με χέρια όπως φαίνονταν λευκά, κάτι που ‘‘θά ’θελα’’ να πω. Χωρίς την ανοχή όλονε των θεών, αυτών που Όλυμπο κατέχουν, τούτος ο άνδρας συναντιέται με τους Φαίακες εκπρόσωπους θεών· διότι μεν πιο πριν σα να μου φάνηκε ασήμαντος πως είναι, μα τώρα μοιάζει στους θεούς, αυτοί όπου απέραντο κατέχουν ουρανό. Μακάρι για εμέ σύζυγος τέτοιος νά ‘ναι καλεσμένος που να διέμενε εδώ, και κάτι να τονε καλεί εδώ να παραμείνει. Αλλά δώστε, αμφίπολες, στον ξένο φαγητό μα και πιοτό». Ως είπε, και αυτές άμεσα μεν την άκουγαν γρήγορα δε επείθοντο, παρέθεσαν λοιπόν στον Οδυσσέα φαγητό μα και πιοτό. Έτσι έπινε αυτός ευλογημένος κι έτρωγε ο Οδυσσέας ο ταλαίπωρος αρπαχτικά· γιατί -σκληρό- από φαγητό ήτανε νηστικός επί μακρόν· ύστερα Ναυσικάα ανασκουμπώθηκε (και φάνηκαν τα χέρια τα λευκά) εννόησε αλλιώς. Αφού τα ρούχα δίπλωσε τα τοποθέτησε επάνω στο όμορφο αμάξι, κι έζεψε τους ημίονους καθώς χτυπούσαν τις οπλές, κι ανέβηκε κι αυτή, ενώ παρότρυνε τον Οδυσσέα, και κατονόμαζε και έλεγε με λόγια: «Ορθώσου, ξένε, τώρα πια να πάμε για την πόλη, που θα σε στείλω προς του πατέρα μου τα δώματα του γνωστικού, όπου θαρρώ εσύ απ’ όλους τους ‘‘Φαιάκους’’ θα γνωρίσεις όσοι (είν’) άριστοι. Αλλά καλύτερα να κάνεις ως εξής, προσδοκώ δε μη μου κάνεις τον ανόητο. Και όταν αφενός περνάμε από αγρούς και τόπους δουλεμένους, τότε μαζί με τις αμφίπολες με τους ημίονους και άμαξα να έρχεσαι τροχάδην· εγώ δε καθ’ οδόν θα προηγούμαι. Ύστερα αφού φτάσουμε στην πόλη, που ζώνει πύργος υψηλός, και όμορφο λιμάνι κι από τις δυό μεριές της πόλης, και είσοδος λεπτή μ’ ισθμό· και πλοία στην οδό ευέλικτα (αμφί, στις δυό μεριές) απ’ έξω τραβηγμένα· διότι υπάρχει στέγαστρο πάνω απ’ το καθένα. Και όπου δε ωραία βρύση τους στην αγορά με δύο όψεις, σε πέτρες ριζωμένες σκαλιστές που πάει στη γη και χύνεται σαν τρέχει (το νεράκι). Των μαύρων ’κεί των καραβιών ‘‘διαλέγουνε’’ εξοπλισμό, τις άγκυρες και τα σχοινιά, και ξύνουν τα κουπιά. Δεν μέλει διότι για τους Φαίακες το τόξο ούτ’ η φαρέτρα, αλλά κατάρτια και των πλοίων τα κουπιά κι ισόρροπα πλεούμενα, για τούτα καμαρώνοντας περνούνε θάλασσα μεγάλη. Τρέμω αυτών τη φήμη ‘‘γλώσσας κακιάς’’, μήπως κανείς ξοπίσω κουτσομπολεύει· κι είναι υπέρμετρα υπερφίαλοι στο δήμο· κι ο πιο κακός έτσι θα πει αν ήθελε να ξεμπροστιάσει: «Ποιος κι έτσι έπεται της Ναυσικάας κι ‘‘ομορφονιός’’ και μέγας απ’ τα ξένα; Και πού τον βρήκε; Σύζυγος πρόκειται γι’ αυτήν ετούτος να γενεί. Ή κάποιον από πλοίο κάπου περιπλανώμενο ‘‘προσκόμισε’’ ανδρών αλλοδαπών, κανένας επειδή δεν βρίσκεται κοντά· ή προσευχόμενη σε κάποιον πολύ ‘‘μυστήριος’’ θεός γι’ αυτήνε ήλθε σαν ουρανοκατέβατος, και θα τον ‘‘κάνει κτήμα της’’ για πάντα. “Και τι καλά”, αν και αυτή η προκομμένη άνδρα βρήκε απ’ αλλού· διότι βέβαια μ’ αυτό μέσα στον δήμο ατιμάζει και αυτούς τους Φαίακες, αυτοί που τη ζητούν πολλοί μα και λαμπροί». Ως θά ’θελαν να πουν, και τούτα θα εγένοντο το όνειδος για ’μέ. Ντρέπομαι δε για άλλη μία, κάποια που κάνει τέτοια ρεζιλίκια, ή και με ανοχή αγαπημένων, πατέρα και μητρός πού ‘ναι παρόντες, με άνδρες να ‘‘τραβιέται’’, πριν βέβαια έλθει η στιγμή του γάμου του δημόσιου (επίσημου). Ξένε, κι εσύ γοργά από εμέ κατανόησε ένα λόγο, ώστε πολύ ταχέως να ευτυχήσεις συνοδείας και για νόστο απ’ τον πατέρα τον δικό μου. Της Αθηνάς θα δεις τ’ ωραίο άλσος κοντά στο δρόμο με τις λεύκες· μέσα μια κρήνη βρίσκεται, και γύρω ένα λιβάδι· όπου και του πατέρα μου το κτήμα κι ολόδροσος αγρός, τόσο απ’ την πόλη μακριά, όσο που άμα φωνάξεις σε ακούνε. Όπου αφού καθίσεις μείνε χρόνο, τόσο όσο εμείς να έρθουμε στην πόλη και στου πατέρα τα ανάκτορα να φτάσουμε. Όταν υπολογίσεις ύστερα ότι εμείς στ’ ανάκτορα θά ’χουμε αφιχθεί, και τότε έλα μες στην πόλη των Φαιάκων και να αναζητήσεις τ’ ανάκτορα του μεγαλόκαρδου πατρός μου του Αλκίνοου. Κι είναι πανεύκολο να τα γνωρίσεις, ακόμα κι αν ένα παιδί γινόταν οδηγός νήπιο· και διότι τίποτα μ’ αυτά δεν μοιάζει απ’ όσα έχουνε χτιστεί οικοδομήματα Φαιάκων, τέτοιο το κτήριο τ’ Αλκίνοου ήρωα αγαπημένου. Αλλ’ όποτ’ αν ‘‘σε ζώσουνε’’ κτίσματα και αυλή, τάχιστα να διέλθεις μέσα από το μέγαρο, ώστε να φτάσεις στη μητέρα μου· και η οποία ‘‘ίσταται επί σχάρας ενώπιον ανταύγειας πυρός’’ πλεχτά αλιπόρφυρα στριφώνοντας, ‘‘θαύμα ιδέσθαι’’, γέρνοντας στην κολώνα· και κάποιες υπηρέτριες γι’ αυτήν ‘‘σε ετοιμότητα’’ οπίσω. Όπου κι ο θρόνος του πατρός μου προς τη δικιά της γυρισμένος την πλευρά, εκεί όπου βεβαίως αραγμένος πίνει τον οίνο ως αθάνατος. Αφού τον παρακάμψεις στης μητρός γύρω στα γόνατα τα χέρια να βάλεις της δικιάς μου, ώστε να δεις τη μέρα της επιστροφής χαρούμενος στα γρήγορα, ακόμα κι άμα είσαι από πολύ μακριά. Κι αν ‘κείνη βέβαια γι’ αυτό αποφασίσει φιλικά με την ψυχή (της), υπάρχει ελπίδα έπειτα φίλους και να ιδείς και (κάποτε) να φτάσεις στο σπίτι το καλόχτιστο και στη δική σου γη την πατρική». Ως έτσι (απο)φώνησε μαστίγωσε με μαστίγιο που άστραψε τους ημιόνους· και εγκατέλειψαν γοργά του ποταμιού τις όχθες. Κι αυτά μεν έτρεχαν καλά, χτύπαγαν δε καλά τα πόδια· κι εκείνη ‘‘πιο καλή’’ τραβούσε τα ηνία, όπως μαζί (της) έποντο πεζοί αμφίπολες μαζί κι ο Οδυσσεύς, ενώ με σύνεση επέβαλλε τη μάστιγα. Και έδυσε ο ήλιος κι αυτοί αφίκοντο σε άλσος ξακουστό το ιερό της Αθηνάς, όπου καθέζετο ο Οδυσσεύς με σεβασμό. Αμέσως έπειτα ρωτούσε του Διός την κόρη του μεγάλου: «Καλείσαι από ‘μέ, τέκνο Διός γαλουχημένου απ’ την αίγα, ακατάβλητη· τώρα επί τέλους άκουσέ με, μια που παλιά ουδέποτε (εισ)άκουσες καραβοτσακισμένον, όταν εμένα τσάκιζε διάσημος γεωσείστης. Δώσ’ μου εις Φαίακες φίλος να ’ρθώ ήδη ελεεινός (που έλεος ζητώ)». Σαν είπε προσευχόμενος και άκουσε τα λόγια του Παλλάδα Αθηνά. Όμως για αυτόν ουδέποτε εφαίνετο ενώπιον· ντρεπότανε διότι διαρκώς πατρός τον αδελφό, και ο οποίος έχθρα κρατούσε διαρκώς για Οδυσσέα ‘‘που κοιτά στα μάτια τους θεούς’’ προτού δική του γη να φτάσει |
Τελευταία επεξεργασία: