Ομηρική διάλεκτος | Στίχοι | Νεοελληνική απόδοση |
---|---|---|
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ὤρνυτ’ ἄρ’ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱός, εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ’ ὤμῳ, ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, βῆ δ' ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην. Αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσεν κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς. Οἱ μὲν ἐκήρυσσον, τοὶ δ’ ἠγείροντο μάλ' ὦκα. Αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τε γένοντο, βῆ ῥ’ ἴμεν εἰς ἀγορήν, παλάμῃ δ' ἔχε χάλκεον ἔγχος, οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἄργοι ἕποντο. Θεσπεσίην δ’ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη· τὸν δ’ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο. Ἕζετο δ’ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες. Τοῖσι δ’ ἔπειθ’ ἥρως Αἰγύπτιος ἦρχ’ ἀγορεύειν, ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη. Καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμ’ ἀντιθέῳ Ὀδυσῆι Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν, Ἄντιφος αἰχμητής· τὸν δ’ ἄγριος ἔκτανε Κύκλωψ ἐν σπῆι γλαφυρῷ, πύματον δ’ ὡπλίσσατο δόρπον. Τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλειν, Εὐρύνομος, δύο δ’ αἰὲν ἔχον πατρώια ἔργα. Ἀλλ’ οὐδ' ὧς τοῦ λήθετ’ ὀδυρόμενος καὶ ἀχεύων. Τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν· «Κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω. Οὔτε ποθ’ ἡμετέρη ἀγορὴ γένετ’ οὔτε θόωκος, ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσίν. Νῦν δὲ τίς ὧδ’ ἤγειρε; Τίνα χρειὼ τόσον ἵκει ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν; Ἦέ τιν’ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο, ἥν χ’ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο; Ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδ’ ἀγορεύει; Ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. Εἴθε οἱ αὐτῷ Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.» Ὧς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός, οὐδ’ ἄρ’ ἔτι δὴν ἧστο, μενοίνησεν δ’ ἀγορεύειν, στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς. Πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν· «Ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δ’ εἴσεαι αὐτός, ὃς λαὸν ἤγειρα· μάλιστα δέ μ’ ἄλγος ἱκάνει. Οὔτε τιν’ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο, ἥν χ’ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην, οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδ’ ἀγορεύω, ἀλλ’ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ, δοιά· τὸ μὲν πατέρ' ἐσθλὸν ἀπώλεσα, ὅς ποτ’ ἐν ὑμῖν τοίσδεσσιν βασίλευε, πατὴρ δ’ ὣς ἤπιος ἦεν· νῦν δ’ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα πάγχυ διαῤῥαίσει, βίοτον δ’ ἀπὸ πάμπαν ὀλέσσει. Μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γ’ εἰσὶν ἄριστοι, οἳ πατρὸς μὲν ἐς οἶκον ἀπεῤῥίγασι νέεσθαι Ἰκαρίου, ὥς κ’ αὐτὸς ἐεδνώσαιτο θύγατρα, δοίη δ’, ᾧ κ’ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι· οἱ δ’ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα, βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας, εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. Οὐ γὰρ ἔπ’ ἀνήρ, οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. Ἡμεῖς δ’ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα λευγαλέοι τ’ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν. Ἦ τ’ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.» Οὐ γὰρ ἔτ' ἀνσχετὰ ἔργα τετεύχαται, οὐδ’ ἔτι καλῶς οἶκος ἐμὸς διόλωλε. Νεμεσσήθητε καὶ αὐτοί, ἄλλους τα’ αἰδέσθητε περικτίονας ἀνθρώπους, οἳ περιναιετάουσι· θεῶν δ’ ὑποδείσατε μῆνιν, μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα. Λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος, ἥ τα’ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει· σχέσθε, φίλοι, καί μ’ οἶον ἐάσατε πένθεϊ λυγρῷ τείρεσθ’, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς δυσμενέων κάκ’ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς, τῶν μ’ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες, τούτους ὀτρύνοντες. Ἐμοὶ δέ κε κέρδιον εἴη ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε· εἴ χ’ ὑμεῖς γε φάγοιτε, τάχ’ ἄν ποτε καὶ τίσις εἴη· τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ χρήματ’ ἀπαιτίζοντες, ἕως κ’ ἀπὸ πάντα δοθείη· νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.» Ὧς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ, δάκρυ ἀναπρήσας· οἶκτος δ’ ἕλε λαὸν ἅπαντα. Ἔνθ’ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν· Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· «Τηλέμαχ’ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι. Σοὶ δ’ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν, ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν. Ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ’ εἶσι τέταρτον, ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. Πάντας μέν ῥ’ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ, ἀγγελίας προϊεῖσα· νόος δέ οἱ ἄλλα μενοινᾷ. Ἡ δὲ δόλον τόνδ’ ἄλλον ἐνὶ φρεσὶ μερμήριξεν· στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινεν, λεπτὸν καὶ περίμετρον· ἄφαρ δ’ ἡμῖν μετέειπεν· «Κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς, Μίμνετ’ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος ἐκτελέσω, μή μοι μεταμώνια νήματ’ ὄληται, Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν μοῖρ’ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο, μή τίς μοι κατὰ δῆμον Ἀχαιιάδων νεμεσήσῃ, αἴ κεν ἄτερ σπείρου κῆται πολλὰ κτεατίσσας.» Ὧς ἔφαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ. Ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν, νύκτας δ' ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο. Ὦς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς· ἀλλ' ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη, καὶ τήν γ’ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν. Ὧς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ’, ὑπ’ ἀνάγκης· σοὶ δ’ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵν’ εἰδῇς αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί. Μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι τῷ, ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ. Εἰ δ’ ἔτ’ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν, τὰ φρονέουσ’ ἀνὰ θυμόν, ἅ οἱ πέρι δῶκεν Ἀθήνη, ἔργα τ’ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς κέρδεά θ’, οἷ’ οὔ πώ τιν’ ἀκούομεν οὐδὲ παλαιῶν, τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί, Τυρώ τ’ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη· τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ ᾔδη· ἀτὰρ μὲν τοῦτό γ’ ἐναίσιμον οὐκ ἐνόησε. Τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματ’ ἔδονται, ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν ἐν στήθεσσι τιθεῖσι θεοί· μέγα μὲν κλέος αὐτῇ ποιεῖτ’, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο. Ἡμεῖς δ’ οὔτ’ ἐπὶ ἔργα πάρος γ’ ἴμεν οὔτε πῃ ἄλλῃ, πρίν γ’ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κ’ ἐθέλῃσιν.» Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· «Ἀντίνο’, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι, ἥ μ’ ἔτεχ’, ἥ μ’ ἔθρεψε, πατὴρ δ’ ἐμὸς ἄλλοθι γαίης, ζώει ὅ γ’ ἦ τέθνηκε· κακὸν δέ με πόλλ’ ἀποτίνειν Ἰκαρίῳ, αἴ κ’ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω. Ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ’ ἐρινῦς οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων ἔσσεται· ὧς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω. Ὑμέτερος δ’ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν, ἔξιτέ μοι μεγάρων, ἄλλας δ’ ἀλεγύνετε δαῖτας ὑμὰ κτήματ’ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους. Εἰ δ’ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι, κείρετ’· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας, αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι· νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.» Ὧς φάτο Τηλέμαχος, τῷ δ’ αἰετὼ εὐρύοπα Ζεὺς ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι. Τὼ δ' ἕως μέν ῥ’ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο, πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν· ἀλλ’ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην, ἔνθ’ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά, ἐς δ’ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δ’ ὄλεθρον· δρυψαμένω δ’ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς δεξιὼ ἤιξαν διά τα’ οἰκία καὶ πόλιν αὐτῶν. Θάμβησαν δ’ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν· ὥρμηναν δ’ ἀνὰ θυμὸν, ἅ περ τελέεσθαι ἔμελλον. Τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι· ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· «Κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω. τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει, πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται, οἳ νεμόμεσθ’ Ἰθάκην ἐυδείελον. Ἀλλὰ πολὺ πρὶν φραζώμεσθ’, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν. Οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλ' ἐὺ εἰδώς· καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα, ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς. Φῆν κακὰ πολλὰ παθόντ’, ὀλέσαντ' ἄπο πάντας ἑταίρους, ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ οἴκαδ' ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.» Τὸν δ' αὖτ’ Εὐρύμαχος, Πολύβου πάις, ἀντίον ηὔδα· «Ὦ γέρον, εἰ δ’ ἄγε δὴ μαντεύεο σοῖσι τέκεσσιν οἴκαδ’ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω· ταῦτα δ’ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι. Ὄρνιθες δέ τε πολλοὶ ὑπ’ αὐγὰς ἠελίοιο φοιτῶσ’, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς ὤλετο τῆλ’, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ ὤφελες· οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες, οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδ’ ἀνιείης, σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν. Ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν, αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται, πρῆξαι δ’ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε· σοὶ δὲ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κ’ ἐνὶ θυμῷ τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος. Τηλεμάχῳ δ’ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός· μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι· οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα πολλὰ μάλ’, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι. Οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης, οὔτ’ οὖν Τηλέμαχον, μάλα περ πολύμυθον ἐόντα, οὔτε θεοπροπίης ἐμπαζόμεθ', ἣν σύ, γεραιέ, μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δ’ ἔτι μᾶλλον. Χρήματα δ’ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτ’ ἶσα ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς ὃν γάμον· ἡμεῖς δ’ αὖ ποτιδέγμενοι ἤματα πάντα εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετ’ ἄλλας ἐρχόμεθ’, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.» Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· «Εὐρύμαχ’ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί, ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ’ ἀγορεύω· ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί. Ἀλλ’ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ’ ἑταίρους, οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον. Εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα, νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο, ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν. Εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω, ἦ τ’ ἂν τρυχόμενός περ ἔτι τλαίην ἐνιαυτόν· εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδ’ ἔτ’ ἐόντος, νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω πολλὰ μάλ’, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.» Ἦ τοι ὅ γ’ ὧς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ’ ἀνέστη Μέντωρ, ὅς ῥ’ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος, καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα, πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν· ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· «Κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω σκηπτοῦχος βασιλεύς μηδὲ φρεσὶν αἴσιμα εἰδώς, ἀλλ’ αἰεὶ χαλεπός τ’ εἴη καὶ αἴσυλα ῥέζοι, ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο λαῶν, οἷσιν ἄνασσε, πατὴρ δ’ ὣς ἤπιος ἦεν. Ἀλλ’ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω ἕρδειν ἔργα βίαια κακοῤῥαφίῃσι νόοιο· σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως οἶκον Ὀδυσσῆος, τὸν δ’ οὐκέτι φασὶ νέεσθαι. Νῦν δ’ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες ἧσθ’ ἄνεω, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι παύρους μνηστῆρας καταπαύετε(-ερύκετε) πολλοὶ ἐόντες.» Τὸν δ’ Ἐυηνορίδης Λειώκριτος ἀντίον ηὔδα· «Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ ἀνδράσι καὶ πλεόνεσσι (μαχήσασθαι)μαχέσσασθαι περὶ δαιτί. Εἴ περ γάρ κ’ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς ἐξελάσαι μεγάροιο μενοινήσει’ ἐνὶ θυμῷ, οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα ἐλθόντ’, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι, εἰ πλεόνεσσι μάχοιτο· σὺ δ’ οὐ κατὰ μοῖραν ἔειπες. Ἀλλ’ ἄγε, λαοὶ μὲν σκίδνασθ’ ἐπὶ ἔργα ἕκαστος, τούτῳ δ’ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ’ Ἁλιθέρσης, οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι. Ἀλλ’ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων πεύσεται εἰν Ἰθάκῃ, τελέει δ’ ὁδὸν οὔ ποτε ταύτην.» Ὧς ἄρ’ ἐφώνησεν, λῦσεν δ’ ἀγορὴν αἰψηρήν. Οἱ μὲν ἄρ’ ἐσκίδναντο ἑὰ πρὸς δώμαθ’ ἕκαστος, μνηστῆρες δ’ ἐς δώματ’ ἴσαν θείου Ὀδυσῆος. Τηλέμαχος δ’ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, χεῖρας νιψάμενος πολιῆς ἁλός, εὔχετ’ Ἀθήνῃ· «Κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ καί μ’ ἐν νηὶ κέλευσας ἐπ’ ἠεροειδέα πόντον νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο, ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί, μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.» Ὧς ἔφατ’ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν, καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα· «Τηλέμαχ’, οὐδ' ὄπιθεν κακὸς ἔσσεαι οὐδ’ ἀνοήμων, εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ, οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε· οὔ τοι ἔπειθ’ ἁλίη ὁδὸς ἔσσεται οὐδ’ ἀτέλεστος. Εἰ δ’ οὐ κείνου γ’ ἐσσὶ γόνος καὶ Πηνελοπείης, οὐ σέ γ’ ἔπειτα ἔολπα τελευτήσειν ἃ μενοινᾷς. Παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται, οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους. Ἀλλ’ ἐπεὶ οὐδ’ ὄπιθεν κακὸς ἔσσεαι οὐδ’ ἀνοήμων, οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν, ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα. Τῷ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι· οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν, ὡς δή σφι σχεδόν ἐστιν, ἐπ’ ἤματι πάντας ὀλέσθαι. Σοὶ δ’ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς· τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι, ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ’ ἕψομαι αὐτός. Ἀλλὰ σὺ μὲν πρὸς δώματ’ ἰὼν μνηστῆρσιν ὁμίλει, ὅπλισσόν τ’ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα, οἶνον ἐν ἀμφιφορεῦσι καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν, δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δ’ ἀνὰ δῆμον ἑταίρους αἶψ’ ἐθελοντῆρας συλλέξομαι. Εἰσὶ δὲ νῆες πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί· τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη, ὦκα δ' ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.» Ὧς φάτ’ Ἀθηναίη, κούρη Διός· οὐδ’ ἄρ’ ἔτι δὴν Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. Βῆ δ’ ἰέναι (ἴμεναι) πρὸς δῶμα, φίλον τετιημένος ἦτορ, εὗρε δ’ ἄρα μνηστῆρας ἀγήνορας ἐν (ἐνὶ) μεγάροισιν (ἑοῖσιν) αἶγας ἀνιεμένους σιάλους θ’ εὕοντας ἐν αὐλῇ. Ἀντίνοος δ’ ἰθὺς γελάσας κίε Τηλεμάχοιο, ἔν τ’ ἄρα οἱ φῦ χειρί, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν· «Τηλέμαχ’ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε, ἀλλά μοι (μάλ') ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ. Ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί, νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι ἐς Πύλον ἠγαθέην μετ’ ἀγαυοῦ πατρὸς ἀκουήν.» Τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· «Ἀντίνο’, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθ’ ὑμῖν δαίνυσθαί τ’ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον. Ἦ οὐχ ἅλις, ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ Κτήματ’ ἐμὰ μνηστῆρες, ἐγὼ δ’ ἔτι νήπιος ἦα; Νῦν δ’ ὅτε δὴ μέγας εἰμί καὶ ἄλλων μῦθον ἀκούων πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός, πειρήσω, ὥς κ’ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω, ἠὲ Πύλονδ’ ἐλθὼν ἢ αὐτοῦ τῷδ’ ἐνὶ δήμῳ. Εἶμι μέν, οὐδ’ ἁλίη ὁδὸς ἔσσεται, ἣν ἀγορεύω, ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδ’ ἐρετάων γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.» Ἦ ῥα καὶ ἐκ χειρὸς χεῖρα σπάσατ' Ἀντινόοιο ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο. Οἱ δ’ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν. Ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· «Ἦ μάλα Τηλέμαχος φόνον ἥμιν μερμηρίζει. Ἦ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος, ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς· ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει πίειραν ἄρουραν ἐλθεῖν, ὄφρ’ ἔνθεν θυμοφθόρα φάρμακ’ ἐνείκῃ, ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.» Ἄλλος δ’ αὖτ’ εἴπεσκε νέων ὑπερηνορεόντων· «Τίς δ’ οἶδ’, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς; Οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν· κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δ’ αὖτε τούτου μητέρι δοῖμεν ἔχειν ἠδ’ ὅς τις ὀπυίοι.» Ὧς φάν, ὁ δ’ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο ἐσθής τ’ ἐν χηλοῖσιν ἅλις τ’ ἐυῶδες ἔλαιον. Ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο ἕστασαν ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες, ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτ’ Ὀδυσσεὺς οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας. Κληισταὶ δ’ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι, δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ ἔσχ', ἣ πάντ’ ἐφύλασσε νόου πολυϊδρείῃσιν, Εὐρύκλει’ Ὦπος θυγάτηρ Πεισηνορίδαο. τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας· «Μαῖ’, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος, ὃν σὺ φυλάσσεις κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας. Δώδεκα δ’ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας. Ἐν δέ μοι ἄλφιτα χεῦον ἐυῤῥαφέεσσι δοροῖσιν· εἴκοσι δ’ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς. Αὐτὴ δ’ οἴη ἴσθι. Τὰ δ’ ἁθρόα πάντα τετύχθω· ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ μήτηρ εἰς ὑπερῷ’ ἀναβῇ κοίτου τε μέδηται· εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα, νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.» Ὧς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια, καί ῥ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· «Τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα ἔπλετο; Πῇ δ' ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν μοῦνος ἐὼν ἀγαπητός; Ὁ δ’ ὤλετο τηλόθι πάτρης διογενὴς Ὀδυσεὺς ἀλλογνώτων ἐνὶ δήμῳ. Οἱ δέ τοι αὐτίκ’ ἰόντι κακὰ φράσσονται ὀπίσσω, ὥς κε δόλῳ φθίῃς, τάδε δ' αὐτοὶ πάντα δάσονται. Ἀλλὰ μέν' αὖθ’ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ πόντον ἐπ’ ἀτρύγετον κακὰ πάσχειν οὐδ’ ἀλάλησθαι.» Τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· «Θάρσει, μαῖ’, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή. Ἀλλ’ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι, πρίν γ’ ὅτ’ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται, ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι, ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.» Ὧς ἄρ’ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ. Αὐτὰρ ἐπεί ῥ’ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, αὐτίκ’ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν, ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐυῤῥαφέεσσι δοροῖσιν· β 380 Τηλέμαχος δ’ ἐς δώματ’ ἰὼν μνηστῆρσιν ὁμίλειν. Ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη· Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ, καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον, ἑσπερίους δ’ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγειν. Ἡ δ’ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο. Δύσετό τ’ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· καὶ τότε νῆα θοὴν ἅλαδ’ εἴρυσε, πάντα δ’ ἐν αὐτῇ ὅπλ’ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσιν. Στῆσε δ’ ἐπ’ ἐσχατιῇ λιμένος, περὶ δ’ ἐσθλοὶ ἑταῖροι ἁθρόοι ἠγερέθοντο· θεὰ δ’ ὤτρυνεν ἕκαστον. Ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη. Βῆ ῥ’ ἰέναι (ἴμεναι) πρὸς δώματ’ Ὀδυσσῆος θείοιο· ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευεν, πλάζε δὲ πίνοντας, χειρῶν δ’ ἔκβαλλε κύπελλα. Οἱ δ’ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδ’ ἄρ’ ἔτι δὴν εἵατ’, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν. Αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων, Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν· «Τηλέμαχ’, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι εἵατ’ ἐπήρετμοι, τὴν σὴν ποτιδέγμενοι ὁρμήν· ἀλλ’ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.» Ὧς ἄρα φωνήσασ’ ἡγήσατο Παλλὰς Ἀθήνη καρπαλίμως· ὁ δ’ ἔπειτα μετ’ ἴχνια βαῖνε θεοῖο. Αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, εὗρον ἔπειτ’ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους. Τοῖσι δὲ καὶ μετέειφ’ ἱερὴ ἲς Τηλεμάχοιο· «Δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη ἁθρό’ ἐνὶ μεγάρῳ. Μήτηρ δ’ ἐμὴ οὔ τι πέπυσται, οὐδ’ ἄλλαι δμωαί, μία δ’ οἴη μῦθον ἄκουσεν.» Ὧς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ’ ἅμ’ ἕποντο. Οἱ δ’ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐνὶ νηὶ κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός. Ἂν δ’ ἄρα Τηλέμαχος νηὸς βαῖν’, ἦρχε δ' Ἀθήνη, νηὶ δ’ ἐνὶ πρυμνῇ κατ’ ἄρ’ ἕζετο· ἄγχι δ’ ἄρ’ αὐτῆς ἕζετο Τηλέμαχος. Τοὶ δὲ πρυμνήσι’ ἔλυσαν, ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον. Τοῖσιν δ’ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, ἀκραῆ Ζέφυρον, κελάδοντ’ ἐπὶ οἴνοπα πόντον. Τηλέμαχος δ’ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν ὅπλων ἅπτεσθαι· τοὶ δ’ ὀτρύνοντος ἄκουσαν. Ἱστὸν δ’ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, ἕλκον δ’ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν. Ἔμπρησεν δ’ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλ’ ἴαχε νηὸς ἰούσης· ἡ δ’ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. Δησάμενοι δ’ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο, λεῖβον δ’ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν, ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ. Παννυχίη μέν ῥ’ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον. | 5 10 15 20 25 30 35 40 45 50 55 60 65 70 75 80 85 90 95 100 105 110 115 120 125 130 135 140 145 150 155 160 165 170 175 180 185 190 195 200 205 210 215 220 225 230 235 240 245 250 255 260 265 270 275 280 285 290 295 300 305 310 315 320 325 330 335 340 345 350 355 360 365 370 375 380 385 390 395 400 405 410 415 420 425 430 | Άμα ξημέρωσε κι εφάνη η Ανατολή με ρόδινες ακτίνες, τότε εγέρθη απ’ το στρώμα ο υιός αγαπημένος τ’ Οδυσσέα φορώντας ρούχα, πέρασε και το οξύ ξίφος στον ώμο, και έδεσε κάτ’ απ’ τα πόδια τα πέδιλα καλά,, βγήκε αργ’ απ’ το θάλαμο ακούγοντας στ’ αυτιά τα λόγια του θεού. Και τότε τους ντελάληδες με δυνατή φωνή διέταξε στην αγορά να προσκαλέσουν τους ευσεβείς τους Αχαιούς. Και ’κείνοι διαλαλούσαν κι οι άλλοι ξεσηκώθηκαν γοργά. Μόλις μαζεύτηκαν κι ομήγυρις γινήκαν, κατέβηκε στην αγορά κι είχε το δόρυ στην παλάμη το χαλκό, όχι μονάχος, πίσω του έποντο δυο σκύλοι άσπροι βέβαια. Και βέβαια σ’ αυτόν χάρη θεσπέσια έριχνε η Αθηνά· κι όλος ο κόσμος τότε επερχόμενον τον θαύμαζε. Και εις τον θώκο του πατρός καθέζετο, και υποδέχθηκαν οι γέροντες. Και τούτους έπειθ’ ο Αιγύπτιος ο ήρωας ν’ αρχίσει ν’ αγορεύει, ’κείνος που απ’ τα γηρατειά καμπούρης ήταν και ήδη εγνώριζε πολλά. Και διότι το αγαπημένο του παιδί για χάρη του Δυσσέα μέσα σε πλοίο πήγε στο Ίλιο που θρέφει άλογα, ο Αντίφος πεζός· και που τον σκότωσε ο άγριος ο Κύκλωψ στην «όμορφη» σπηλιά, ο που εμπλούτισε το γεύμα του μ’ αυτού τη συμφορά. Είχε και άλλους τρεις, κι ο ένας μεν με τους μνηστήρες συμμετείχε Ευρύνομος, ενώ οι άλλοι δυο πάντοτε έκαναν τις πατρικές δουλειές. Μα ούτ’ αυτά τον έκαναν να λησμονεί κι εκείνος οδυρόμενος να κλαίει. Που απ’ αυτό το γεγονός με δάκρυα στα μάτια πήρε το λόγο μετά και είπε· «Ετούτη τη στιγμή πρέπει Ιθακήσιοι να με ακούστε, ό,τι κι αν πω. Ουδέποτε εγένετο συνέλευση δικιά μας ούτε θρόνος, αφ’ ότου με τα πλοία (του) εμπάρκαρε ο Οδυσσέας ο θεϊκός. Και τώρα ποιός έτσι ξεσήκωσε; ποία ανάγκη πιέζει τόσο μήτε σε άνδρες νέους ή μήπως είναι στους προγόνους τους; Ή κάποιος άκουσε την αγγελία ότι έρχεται ο στρατός, και την οποία σαφώς να μας την πει, αφού πιο πρώτος εκείνος τη γνωρίζει; Ή κάτι για το δήμο άλλο σκοπεύει να μιλήσει εδώ στην αγορά; Άξιος μου φαίνεται πως είναι ιδεατός. Είθε γι’ αυτόν ο Ζευς να εκτελέσει αγαθόν, ό,τι μες στο μυαλό του προσδοκά». Σαν τό ’πε και εχάρη για τη φήμη του Δυσσέα τ’ αγαπημένο του παιδί, ούτε στιγμή δεν έπρεπε να περιμένει και ν’ αγορεύει επεθύμησε, και μες στη μέση στάθηκε της αγοράς· και του ’βαλε στο χέρι σκήπτρο ο κήρυξ ο Πεισήνορας που γνώριζε πώς λέγονται τα λόγια τα σοφά. Πρώτον μετά το γέροντα στην πλάτη αφού ακούμπησε του είπε· «Ω γέρων, ούτε μακράν αυτός ο άνδρας, γοργά κι ο ίδιος θα γνωρίσεις, αυτός που το λαό ξεσήκωσα· και μάλιστα γιατί μια συμφορά με πλησιάζει. Ούτ’ άκουσα κάποια αγγελία πως έρχεται ο στρατός και την οποία σαφώς και θα την πω σ' εσάς, όταν βεβαίως πρώτος τό 'χω μάθει, μη κάτι για το δήμο άλλο σκοπεύω να μιλήσω εδώ στην αγορά, μα για δικιά μ’ ανάγκη, τέτοια που έφερε στον οίκο μου κακά για δύο λόγους· κι απώλεσα τον άξιο πατέρα, που κάποτε σε σας βασίλευε στους ίδιους, και ήταν ήπιος ωσάν πατέρας· και τώρα τελευταία πολύ και πιο πολύ, που τάχιστα μπορεί ο οίκος πέρα ως πέρα ν’ αυτοκαταστραφεί, κι όλο το βιος να απωλέσει. Τη μητέρα μου μνηστήρες έβαλαν στο χέρι κι ας μην ήθελε, οι υιοί οι αγαπημένοι των ανδρών ετούτοι που εδώ βεβαίως είν’ οι άριστοι, και οι οποίοι στον οίκο του πατρός να παν’ δεν θέλουν Ικάριου, όπου κι αυτός τη θυγατέρα θα ενδώσει και να δώσει, και όπως θέλει και σ’ όποιον έλθει και έχει τα προσόντα· και οι οποίοι γύρω από μένα τριγυρίζουν όλες τις μέρες, βόδια και θυσιάζοντας κι αρνιά κατσίκια εκλεκτά λιανίζουν πίνουν και μέθης οίνο χωρίς να ξεδιψούν· και τούτα τα πολλά τα κατασπαταλούν. Γιατί ούτε προστάτης όπως στεκόταν Οδυσσεύς, αρσενικός να αμυνθεί του οίκου. Εμείς δε ούτε τόσο δα μπορούμε ν’ αμυνθούμε απ’ αυτούς· που κι έπειτα και ελλιπείς θε να φανούμε και γενναιότητα κανείς δε μας εδίδαξε. Κι αν αμυνόμουνα σ’ αυτό, αν βέβαια σε μένα δύναμη βρισκόταν. Διότι ούτε άσχετα πια έργα θα εγίνοντο, ούτε «καλά» ακόμα θα διαλυότανε το σπίτι μου. Πρέπει να ντρέπεστε και σεις οι ίδιοι, κι άλλους ανθρώπους θα κάνετε τους παρεπιδημούντες να ντραπούν, που μένουν γύρω γύρω· και των θεών θε να φουντώσετε οργή, κάποια απ’ τα έργα τα κακά μήπως με αγανάκτηση τους μεταστρέψουν. Εκλιπαρώ και του Ολύμπιου Διός μα και της Θέμιδος, που και τη συνεδρίαση και λύνει κι αρχινά· να πάψτε φίλοι, και μονάχο να μ’ αφήσετε στο πένθος το πικρό να αποκριθείτε, αν κάπου μήπως ο πατέρας μου ο Οδυσσέας ο λαμπρός έχοντας μια δυσμένεια αδίκησε εμπειροπόλεμους τους Αχαιούς, και κείνοι αντεκδικούμενοι με αδικείτε με δυσμένεια, ετούτους παροτρύνοντες. Και για εμέ θα ήταν κέρδος εσείς να κατατρώγατε και τα; κειμήλια και ό,τι άλλο κι αν βέβαια εσείς τα φάτε, γοργά να ’ρχόταν η εκδίκηση· ώστ’ έτσι μες στο δήμο θα ’χαμε λόγο τα πλούτη (και τα χρήματα) να τα ζητάμε όλα, έως να μας αποδοθούν· μα τώρα την ψυχή μου τη σουβλίζετε μ’ αφόρητες οδύνες». Σαν το ’πε αναπέμποντας, και κάτω πέταξε στη γη το σκήπτρο το δάκρυ μη μπορών να συγκρατήσει· κι ο οίκτος όλο το λαό κατέλαβε με μιας. Και όπου όλ’ οι άλλοι απέμειναν βουβοί, και ούτε κάποιος θέλησε στα λόγια τ’ άσχημα του Τηλεμάχου ν’ απαντήσει· και μόνος ο Αντίνοος γύρισε κι είπε απαντώντας· «Τηλέμαχε ασυγκράτητε και φωνακλά, τι είναι αυτό που είπες εμάς κακολογώντας· σάμπως μου φαίνεται να θέλεις συκοφαντία να ανάψεις. Τίποτα δε σου φταίνε οι Αχαιοί και οι μνηστήρες, αλλά η αγαπημένη η μαμά, κάτι που νόμιζε πως θα κερδίσει. Διότι ήδη είναι το τρίτο έτος και τάχιστα θα έρθει και το τέταρτο, αφ’ ότου άναψε τη φλόγα μέσα στα στήθια των Αχαιών. Και όλους να ελπίζουν κι υπόσχεται σε κάθε άνδρα μηνύματα κρυφά να στέλνει και το μυαλό της άλλο προσδοκά. Κι αυτή την άλλη πονηριά μες στο μυαλό σκαρφίστηκε· αφού έστησε μέγα ιστό ύφαινε μες στο μέγαρο, λεπτό και γύρω γύρω· κι είπε σε μας κατόπιν· «Αφού Οδυσσέας πέθανε, μνηστήρες νεαροί μου, τον γάμο μου μη βιάζεσθε μέχρι κι ένα πανί φτιάξω, μη μου χαλάσουνε ζουζούνια τις κλωστές, για τον Λαέρτη τον Ταφιό τον ήρωα σαν έλθει η μοίρα του αλύπητη τον ρίξει του θανάτου, μη με μισήσει Αχαιών καμιά γριά στην πόλη, πως κείται δίχως σάβανο, κι ας είχε πολλά αποκτήσει. Σαν το ’πε και μας κάλμαρε αμέσως την ψυχή. Και τις ημέρες από δω μέγα μεν ύφαινε ιστό, νύχτες και τον ξηλώνει, χάρις στις δάδες τις αναμμένες. Κι ως τρία χρόνια ξέφευγε και έπειθε τους Αχαιούς με δόλο· μα όταν έτος τέταρτο και πλήρωμα του χρόνου ήλθε, τότε και το λοιπόν κάποια των γυναικών και το μαρτύρησε, που το ’χε καταλάβει, κι έτσι τη βρήκαμε ξηλώνουσα τον όμορφο ιστό. Κι έτσι αυτόν τον τέλειωσε κι ας μην επιθυμούσε, έτσι από ανάγκη· κι αυτό για σε παρουσιάζουν οι μνηστήρες, να το γνωρίζει η ίδια η δική σου η ψυχή και να το μάθουν όλοι οι Αχαιοί. Μητέρα τη δική σου διώξε, και έτσι άφησέ την να παντρευτεί όταν κι αυτόν που ο πατέρας θέλει κι η ίδια επιθυμεί. Και αν ακόμα βέβαια θα κοροϊδεύει επί μακρόν τους γιους των Αχαιών, έχουσ’ αυτά μες στην ψυχή που η Αθηνά της δίνει και να επίσταται σ’ έργα λαμπρά και «όμορφα μυαλά» κι ωφέλεια, που ουδέποτε ακούσαμε κάτι απ’ τις παλιές αυτών που ήσαν πιο παλιά οι Αχαιές οι καλοδολοπλόκες, Και η Τυρώ μα κι η Αλκμήνη κι αυτή που στεφανώθηκε η Μυκήνη· κανένα με αυτών δε μοιάζει κάτι μ’ αυτά που έχει η Πηνελόπη μες στο νου· και βέβαια δε θα ’τανε για έπαινο ετούτο που εσκέφθη. Τόσο γιατί λοιπόν και το δικό σου βιος θα τρώγεται κι ο πλούτος, όσο κι εκείνη θα ’χει κατά νου, κάτι που μέχρι τώρα στα στήθη βάζουν οι θεοί· και για αυτήν το μέγα κλέος ποιείτ’, αλλά για σε βεβαίως επιθυμία να μην χάνονταν το βιος κι εμείς ούτε στις εργασίες τις παλιές βέβαια ξαναπάμε, μη κάπου αλλού, πριν βέβαια αυτήν την παντρευτεί από τους Αχαιούς αυτός που η ίδια θέλει. Με μια συγκίνηση Τηλέμαχος τότε απάντησε σ’ αυτόν· «Αντίνοε, δεν είναι πως απ’ το παλάτι χωρίς να θέλει να τη διώξω, αυτήνε που με γέννησε, αυτήν που μ’ έθρεψε· και ο πατέρας μου σε άλλη γη, ζει ο που βεβαίως πέθανε· και για εμέ κακό πολλά να αξιώνω απ’ τον Ικάριο, άμποτες ακούσια εγώ να αποπέμψω τη μητέρα. Διότι απ’ τον πατέρα κακό θα πάθω, κι άλλα ο δαίμονας θα δώσει, γιατί μητέρα θα ξεσηκώσει τις ερινύες τις τρομερές απερχομένη από τον οίκο· και για εμέ η νέμεση απ’ τους ανθρώπους, θ’ ακολουθεί· που τέτοιο λόγο εγώ ποτέ να μην προσυπογράψω. Κι αν έχετε μια τσίπα που σας κάνει να ντραπείτε να μου αδειάσετε το μέγαρο, κι άλλα να επιλέξετε τραπέζια δική σας κατατρώγοντας περιουσία γυρίζοντας σε σπίτια. Κι αν φαίνεται σε σας σωστότερο αυτό και οικονομικό πως είναι, ενός ανδρός το βιος τσάμπα να ξοδευτεί, ας είναι· κι εγώ θ’ απευθυνθώ προς τους θεούς τους αθανάτους, έρε κι ο Ζευς να δώσει και όσα έχουν γίνει να ξεπληρώσει και απροστάτευτοι μες στα παλάτια να χαθείτε». Σαν το ’πε ο Τηλέμαχος, ο που τα βλέπει όλα Ζευς εκεί δυο αετούς ψηλά από το κορφοβούνι έστειλε να πετούν. Κι αρχίσαν να φτεροκοπούν με την πνοή τ’ ανέμου κοντά και να τινάζουν τα φτερά ο ένας με τον άλλο· Αλλ’ όταν κάποτ’ έφτασαν στης αγοράς της βουερής τη μέση, αφού περιδινήθηκαν και τα πυκνά φτερά τινάξαν, με μια ματιά σ’ όλων τις κεφαλές, και διακρίνανε τον όλεθρο· κι αρπάζοντας με νύχια τις παρειές τις ξέσκισαν κι οι δύο κι απ’ την οικία δεξιά έσκουζαν και βγήκαν απ’ την πόλη. Κι από τα όρνια θάμπωσαν, που τα ’δαν με τα μάτια· και η ψυχή τ’ ορμήνεψε, πως ήταν τούτα που επρόκειτο να βγούν. Κι είπε μετά σ’ αυτούς ο αγαπημένος ήρωας ο γέρο Αλιθέρσης του Μάστορα ο γιος· διότι μόνο αυτός από τους συνομήλικους να περιγράφει γνώριζε τα πτηνά κι όσα γραμμένα να συμβούν να δύναται να πει καλά σκεφτόμενος αυτός πήρε μετά το λόγο κι είπε· «Ακούστε με Ιθακήσιοι ό,τι κι αν τώρα πω· μάλιστα δε για τους μνηστήρες ετούτα τα ρωτώ ισχυριζόμενος· γιατί μ’ αυτούς μεγάλη βλασφημία εξελίσσεται· διότι ούτε ο Οδυσσεύς πρέπει μακριά να είν’ απ’ τους δικούς του, μα κάπου ήδη φτάνοντας κοντά σ’ ετούτους θάνατο και συμφορά «φυτεύει» σ’ όλους· στους συμπολίτες και στους άλλους θαν’ κακό, αυτούς που ’ξουσιάζουμε την ξέφαντη στο δειλινό Ιθάκη. Αλλά εγκαίρως ν’ αποφασίσουμε, πως θα τους σταματήσουμε· κι αυτοί οι ίδιοι πως θα ξεκόψουν· και διότι πράγματι γι’ αυτούς ετούτο είναι συμφέρον. Διότι δεν μαντεύω χωρίς πείρα, μα ξέροντας καλά· και διότι και για κείνον όλα όσα είπα βγήκανε, όπως τα περιέγραφα, όταν μπαρκάρανε να παν στο Ίλιο Αργείοι, και ξεκινούσε με αυτούς ο Οδυσσέας ο σοφός. Έλεγα πως κακά πολλά θα πάθει, αφού απωλέσει όλους τους συντρόφους άγνωστος μετά από είκοσι χρόνια σε όλους θα έφθανε στο σπίτι· και τώρα το λοιπόν όλα αυτά θε να γενούν». Κι αμέσως του Πολύβου το παιδί Ευρύμαχος απάντησε σ’ αυτόν· «Ω γέρο, τώρα δα, άντε και κάνε μαντική για τα δικά σου τα παιδιά πηγαίνοντας στο σπίτι, μη τίποτα κακό τα βρει κατόπιν· κι εγώ από σε αυτά πολύ καλύτερα θα τα μαντεύσω. Και όρνιθες μα και πολλές κάτ’ απ’του ήλιου τις αυγές πάντοτε θα πετούν, και δεν είν’ όλες για εκτίμηση· έτσι ο Οδυσσεύς εχάθηκε μακριά, όπως και συ μαζί με ’κείνον να χαθείς όφειλες· ούτε κι αν τόσ’ αγόρευες μιμούμενος θεό, ούτ’ έτσι τον Τηλέμαχο κεχολωμένο να ξεσηκώνεις, προσμένοντας γονατιστός το δώρο για το σπίτι αν θα σου δώσει. Μα ένα θα σου πω αυτό και που θα γίνει· έτσι και άνδρα νεότερο γνωρίζοντας και τα παλιά και τα πολλά αναστατώνοντας με λόγια τον παροτρύνεις να δυστυχεί, πρώτα αυτό γι’ αυτόν ανίερο πολύ μεν είναι, κι αφού τον πρήξεις τελικά με τούτα, δεν θα εδύνατο τίποτα να γενεί· και για εσένα γέρο, θα θέσουμε ποινή, που μέσα στην ψυχή σου θα δυσανασχετείς· και ο δικός σου πόνος θα είναι απεχθής. κι εγώ για τον Τηλέμαχο ανάμεσα σε όλους μια υποθήκη θε ν’ αφήσω· μητέρα την οποία στου πατρός διαταγή το σπίτι να επιστρέψει· και όπου γάμο θε να τελέσουν και να μαζεύουν δώρα τόσο πολλά, όσα ταιριάζουν τ’ αγαπημένο του παιδί ν’ ακολουθούν. Διότι δεν πιστεύω πριν ότι θα πάψουν οι γιοι των Αχαιών αυτόν τον δύσκολο τον αρραβώνα, στο κάτω κάτω επειδή κανένα δε φοβόμαστε, ούτε Τηλέμαχο αφού πολυλογάς είναι λοιπόν ακόμα πόσο μάλλον, ούτε μας πιάνει προφητεία ωσάν αυτά που γέροντα εσύ με αθυροστομία ετόλμησες να πεις, κι ακόμα παραπάνω να γίνεις απεχθής. Κι έτσι κακώς θα φαγωθούν, ούτε ποτέ τα 'χρήματα' στα ίσα δεν θα έλθουν, αν βέβαια αυτή καθυστερεί τους Αχαιούς με τούτο εδώ το γάμο· κι εμείς λοιπόν καρτερικά όλες τις μέρες προσμονής ένεκα της αξίας τού που κεντάει την ψυχή, και ούτε με τις άλλες πάμε, ετούτες που θα ταίριαζαν καθένας μας να βρει». Κι αμέσως ο Τηλέμαχος τ’ απάντησε συγκινημένος· «Ευρύμαχε μα και οι άλλοι, όσοι περήφανοι μνηστήρες, για τούτα άλλο πια δεν σας εκλιπαρώ ούτε και ρητορεύω· ήδη γιατί τα ξέρουν οι θεοί και όλοι ο Αχαιοί. Αλλ’ άντε μου δώστε ένα πλοίο γρήγορο και είκοσι συντρόφους, που να μπορούν για μένανε τα πέλαγα να σκίσουν πέρα ως πέρα. Γιατί στη Σπάρτη θε να διαβώ και εις την Πύλο αμουδερή νόστο μήπως ακούσω του πατρός που λείπει από καιρό, για τον οποίο αν μου πει κάποιος θνητός ή αν ακούσω όσα θέλει ο Δίας, αυτό κι αν είναι μάλιστα που φέρνει δόξα στους ανθρώπους. Κι αν μεν ότι πατέρας ζει κι ακούσω πως γυρίζει, κι ας υπομείνω και χρόνο ακόμα παρ’ ότι επειγόμενος πολύ· κι αν έτσι ακούσω ότι πέθανε και δεν υπάρχει πια, αφού γυρίσω έπειτα στη γη την πατρική και την αγαπημένη και μνήμα θα του φτιάξω και πάνω του κτερίσματα θ’ αφιερώσω ακόμα περισσότερα απ’ όσα του αρμόζουν, και τη μητέρα σε άνδρα θε να δώσω». Ήτοι αφού τα είπε κάθισε κι από αυτούς σηκώθηκε Μέντωρ, που ήταν σύντροφος τ’ ασύγκριτου Οδυσσέα, κι όταν εκείνος μπάρκαρε διαχειρίζονταν τον οίκο όλο, και γέρο να καθοδηγεί κι αμετακίνητος γερά όλα να επιβλέπει· έτσι που γνώριζε καλά ανέβηκε μετά στο βήμα κι είπε· «Ακούστε με, Ιθακήσιοι, ό,τι κι αν τώρα πω· μη κάποιος είν’ ακόμα προνοών με τσαγανό και ήπιος μαζί σκηπτούχος βασιλιάς και μήπως γνώστης στο μυαλό αυτών που θα ’πρεπε να γίνουν, μα και που να ’ναι άτυχος κι άδικα πληρώνει· σάμπως κανείς να μη θυμάται τον Οδυσσέα θεϊκό λαούς, τούς που κατηύθυνε, και ως πατέρας ήταν ήπιος. Αλλά γι’ αυτά μνηστήρες φαντασμένους δε μέμφομαι που κάνουν έργα βίαια έχοντας στο κεφάλι τους απόφαση κακιά· διότι απ’ τα κεφάλια τους που έχουν πάρει φόρα βίαια κατατρώγουσι τον οίκο του Δυσσέα, για τον οποίο και ποτέ δε λένε πως θα ’ρθει. Όμως τώρα εγώ κατηγορώ τον άλλο το λαό, μες στον οποίο όλοι νιώθουνε συντηρητικά, έτσι που τόσο δα δεν ακουμπούν με λόγια μνηστήρες λιγοστούς εσείς που είσαστε πολλοί και να τους σταματήστε». Κι απάντησε σ’ αυτόν του Ευήνορα ο Λειώκριτος· «Μέντορα τυχοδιώκτη, που σου λασκάραν τα μυαλά, τι είν’ αυτό που είπες εμάς να σταματήσουν παροτρύνεις· και δύσκολο με άνδρες και πιο πολλούς να τσακωθείς για τα «τραπέζια. Διότι ο Οδυσσέας παρ’ ότι Ιθακήσιος κι ο ίδιος αν επανερχόταν όταν θα τρων μες στο δικό του το παλάτι μνηστήρες φαντασμένους να διώξει απ’ το μέγαρο έχων μες στην ψυχή από τα πριν αποφασίσει, δεν θα χαιρόταν τη γυναίκα του παρ’ όλο που θα το ’θελε πολύ ελθόντ’, αλλά κι αυτός το άδικο το τέλος θα επέσπευδε, αν πολεμούσε περισσότερους· και συ δεν μίλησες προσεχτικά. Αλλ’ άντε κι οι πολίτες να σκορπιστούν στα έργα του καθένας και για αυτόν Μέντωρ το δρόμο να ετοιμάσει μα και ο Αλιθέρσης, που είναι κι εξ αρχής σύντροφοι του πατρός του. Αλλά πιστεύω, και εδώ δα καθήμενος μηνύματα θα περιμένει στην Ιθάκη, κι ουδέποτε θα εκτελέσει αυτήν αποστολή». Ως αποφήνησε όλα αυτά, κι αμέσως έλυσε την αγορά τη σύντομη. Άλλοι άρα αφενός σκόρπισαν προς τα δικά του δώματα καθένας, μνηστήρες δε στα δώματα του Οδυσσέα μπήκαν του θεϊκού. Τραβώντας κι ο Τηλέμαχος πέρα μακριά στην αμμουδιά της παραλίας, αφού ’πλυνε τα χέρια στης πολιτείας τη θάλασσα στην Αθηνά ευχόταν· «Άκου με, συ ο θεός ο χθεσινός που ήλθε στο δικό μου σπίτι και που εμέ με πλοίο με διέταξες σε θάλασσα μ’ ομίχλη νόστο να μάθω του πατρός που λείπει από καιρό να έρθω· και όλα τούτα εξετάζουν οι Αχαιοί, και μάλιστα μνηστήρες κακώς υποτιμούν σαν υπερόπτες». Την προσευχή σαν τέλειωσε, κοντά του ήλθε η Αθηνά μοιάζοντας με το Μέντορα στην όψη στη φωνή, κι έτσι φωνάζοντάς του με λόγια που πετούν του είπε· «Τηλέμαχ’ ούτε θ’ αφήσεις φήμη σαν κακός ούτ’ ανοήμων, άμα σε σένα του πατρός βρίσκεται γενναιότης, όπως μπορούσε ’κείνος να τελεί και έργο μα και έπος· ούτ’ έπειτα για σε της θάλασσας ο δρόμος θα έμενε χωρίς να γίνει. Αν βέβαια δεν είσαι εκείνου απόγονος μα και της Πηνελόπης, δεν θα μπορούσες βέβαια έπειτα να ελπίζεις να γενούν αυτά που προσδοκάς. Διότι ελάχιστοι όπως εσύ όμοιοι παίδες λένε του πατρός κακοί οι περισσότεροι, κι ελάχιστοι καμάρι του πατέρα. Αλλ’ επειδή ούτε κακός μετά δε θα γενείς ούτε και ανοήμων, ούτε βεβαίως υπολείπεσαι φρόνησης του Δυσσέα, υπάρχει ελπίδα έπειτα για ’σε αυτά τα έργα να τελειώσεις. Και μη σ’ απασχολεί λοιπόν και η απόφαση και των ,μνηστήρων το μυαλό των ελαφρόμυαλων, καθότι τόσο δα νοήμονες και δίκαιοι δεν είναι· κι ούτε υποψιάζονται τη μαύρη μοίρα και το θάνατο, που έφτασε σ’ αυτούς, όλους που μέσα σε μια μέρα θα χαθούν. Κι ο δρόμος μη σε απωθεί που φαίνεται σκληρός, αυτόν εσύ που προσδοκάς· διότι τέτοιος πατρικός για ’σε σύντροφος είμαι, αυτός που για εσέ πλοίο γοργό θα στελεχώσω κι ο ίδιος άμεσα θ’ ακολουθώ. Αλλά και συ πηγαίνοντας προς το παλάτι μπες στων μνηστήρων την παρέα, κι εξόπλισε τα απαραίτητα και σήκωσε όλα τ’ αγγεία, οίνο στους αμφορείς κι αλεύρι, που τους άνδρες δυναμώνει, στα αδιάβροχα τα δέρματα· κι εγώ συντρόφους απ’ το δήμο αμέσως προσκλητήριο για τους εθελοντές. Είναι και πλοία πολλά μες στη διθάλασση Ιθάκη, νέα ακόμα και παλιά· και απ’ αυτά για σε εγώ θα επιλέξω, κάποιο που είναι το καλύτερο, γρήγορα κι αφού το εξοπλίσουμε για την πλατειά τη θάλασσα ν’ ανοίξουμε πανιά». Σαν είπ’ η κόρη του Διός η Αθηνά· άλλο πια τίποτε δεν είχε ο Τηλέμαχος να περιμένει, αφ’ ότου του θεού άκουσε τη φωνή. Και προς το σπίτι κατευθύνθηκε με τα φτερά πεσμένα, και βρήκε το λοιπόν μνηστήρες φαντασμένους στο παλάτι που αίγες έγδερναν και που εσκότωναν τους χοίρους στην αυλή. Και πήγε ευθύς προς τον Τηλέμαχο Αντίνοος γελώντας, και τότε του ’σφιξε το χέρι και τού ’λεγε ένα λόγο και ονομάτιζε απ’ αυτό· «Τηλέμαχε ακατάσχετε, και φωνακλά, μη κάτι άλλο μέσα στα στήθια σου κακό έργο να μελετάς ούτε και λόγο, αλλά μαζί με μας να τρώγεις και να πίνεις, όπως και πιο παλιά. Και άλλο τόσο όλ’ αυτά για σε οι Αχαιοί θα τα τελειώσουν, πλοίο και κωπηλάτες διαλεχτούς ώστε γοργά να φτάσεις σε Πύλο αγιασμένη του άξιου τα νέα του πατρός ν' ακούσεις». Κι αμέσως ο Τηλέμαχος τ’ απάντησε συγκινημένος· «Αντίνο’ είναι κάπως όχι –μαζί με σας τους υπερφίαλους- ταιριαστό να ευχαριστιέμαι μα και ακούσια να γευματίζω. Που δεν υπάρχει τέλος, όπως παλιά ξοδεύατε πολλά μα και καλά μνηστήρες τα δικά μου, κι εγώ σαν ήμουν νήπιος ακόμα; Μα κι όταν τώρα πια μεγάλωσα κι ακούγοντας άλλωνε τον ειρμό πείστηκα, και μου φουντώνει το λοιπόν θυμός μέσα στα στήθια, θα παιδευτώ, μέχρι κακές σε σας να φέρω συμφορές, είτε στην Πύλο ερχόμενος είτε αυτού μέσα σε τούτο δω το δήμο. Και φεύγω, δεν θα εμποδιστεί, αυτό που λέω, το δρομολόγιο δια θαλάσσης, σαν επιβάτης· διότι πλοίου ιδιοκτήτης μα και κωπηλατών δε γίνομαι· το που για σας και φαίνεται καλύτερο πως είναι». Και απ’ το χέρι απέσπασε το χέρι του Αντίνοου γοργά με ευκολία· και οι μνηστήρες στο σαλόνι με το φαΐ καταπιανόνταν. Κι αυτοί να προσπαθούν να τον μειώνουν με λόγια να τον παλαβώνουν. Κι έτσί ’πε κάποιος νέος από αυτούς που έδειχναν μια ξιπασιά· «Να μας δολοφονήσει μάλλον σκέφτεται ο Τηλέμαχος. Ή κάποιους πως θα φέρει συμμάχους από την Πύλο αμουδερή ή κι απ’ τη Σπάρτη, βέβαια διότι φανερά αυτό τον ενδιαφέρει· ή μήπως και στης Έφυρας θα ήθελε την εύφορη τη γη να ’ρθει, και από ’κεί να φέρει φάρμακα 'ναρκωτικά', και να τα βάλει στους κρατήρες κι όλους εμάς να απωλέσει». Και τότε άλλος νέος είπε από αυτούς που δείχναν ξιπασιά· «Και «τις οίδε», άμα κι αυτός πηγαίνοντας μέσα σε πλοίο μακριά από γνωστούς χαθεί περιπλανώμενος όπως ο Οδυσσεύς; Έτσι και μέλλον θα ωφελούσε αυτό που όλους μας πονά· γιατί όλα θα μοιράζαμε τα κτήματα, και τότε την οικία αυτουνού θα την εδίναμε να έχει η μητέρα και «όστις θα της έκανε παιδιά». Σαν έλεγαν, κι αυτός κατέβη στου πατέρα το υπόγειο το βαθύ, όπου έκειτο χρυσάφι μαζεμένο και χαλκός και ρούχα στα σεντούκια και έλαιο ευώδες. Και οίνου παλιού πιθάρια γλυκόπιοτου εντός στέκονταν απαράμιλλα έχοντας μέσα τους ποτό στερεωμένοι εφ’ εξής από τη βάση τους στον τοίχο, αν ποτέ ο Οδυσσέας στο σπίτι επιστρέψει, και βάσανα πολλά έχοντας καρπωθεί. Και κάλυπταν κλειστές σανίδες αδιαπέραστα καλοφτιαγμένες με δυο κλειδιά· και που η οικονόμος τις νύχτες και τις μέρες είχε τον έλεγχο, αυτή που φύλαγε τα πάντα χάρις στο νου που ήταν φαεινός, Ευρύκλεια (θαλαμηπόλος) του Ώπος θυγατέρα Πεισηνορίδη. που τότε ο Τηλέμαχος αφού την κάλεσε από το θάλαμο της είπε· «Μαία λοιπόν άντε για ’με και οίνο στους αμφορείς ν' αδειάσεις γλυκύ, αυτόν που είν’ ανώτερος, αυτόν που συ φυλάσσεις για κείνον τον κακόμοιρο που συ πιστεύεις, αν από κάπου ’ρθει ο Οδυσσέας ο διογέννητος έχοντας απ’ το θάνατο κι απ’ τη μοίρα του γλιτώσει. Και να γεμίσεις δώδεκα κι όλους με πώματα να τους βουλώσεις. Και σε σακιά καλοραμμένα χύσε για με αλεύρι· κι ας είναι μέτρα είκοσι από αλεύρι που τ’ αλέσανε από ανθό σταριού. Μονάχη σου εσύ η ίδια να το ξέρεις. Και όλα θα γενούν· διότι το βραδάκι εγώ θα τα σηκώσω, όποτε κι αν μπορεί στο υπερώο η μητέρα ν’ ανεβεί κι όταν θελήσει να πλαγιάσει· γιατί για Σπάρτη αναχωρώ και για την εύφορη την Πύλο τον νόστο για να μάθω αγαπημένου του πατρός, αν από κάπου ακούσω. Σαν το ’πε κι η αγαπημένη η τροφός Ευρύκλεια ξέσπασε σε λυγμούς, κι ενώ εσπάραζε γύρισε και λόγια φτερωμένα του ’πε· «Τι είναι τούτο που για σε, τέκνο αγαπητό, μες στο μυαλό σου μπήκε; Και που θα ήθελες να πας πάνω σε γη μεγάλη μόνος (αφήνοντας εδώ) εμάς που σ’ αγαπάμε; Κι έχει χαθεί μακριά απ' την πατρίδα ο Οδυσσέας –κι ας τον γεννήσανε θεοί- σ’ αλλοδαπών τη χώρα. Κι ετούτοι μόλις ξεμυτίσεις ξοπίσω σου κακά θ’ αποφασίσουν, να σε δολοφονήσουν πως, κι όλα οι ίδιοι να τα μοιράσουν μεταξύ τους. Αλλά «στ’ αυγά σου να καθίσεις»· δεν είναι κάτι να σε κάνει μες στη βαθιά τη θάλασσα να κακοπάθεις μην περιπλανηθείς». Κι ευθύς σ’ αυτήν απάντησε Τηλέμαχος συγκινημένος· «Θάρρος μαία, επειδή δεν είν’ απόφαση αυτή χωρίς θεό βεβαίως. Αλλά ορκίσου μη σε μητέρ’ αγαπητή ετούτα προδοθούν, προτού η ενδεκάτη έλθει βεβαίως κι η δωδέκατη, ή κι αν η ίδια (με) ποθήσει ίσως αυθόρμητα κι αν το ακούσει για να μην κλαίγοντας χαλά τ’ ωραίο πρόσωπό της». Σαν το πε κι η γριά όρκο μεγάλο ορκίσθη στους θεούς. Κι αφότου όμωσε και ολοκλήρωσε τον όρκο, αμέσως έπειτα εκείνη έριξε οίνο στους αμφορείς, και σε σακιά καλοραμμένα άδειασε αυτή αλεύρι. Στα δώματα και ο Τηλέμαχος πηγαίνοντας ενώθηκε με τους ομίλους των μνηστήρων. Όπου η Αθηνά, θεά γαλανομάτα, άλλα είχε βάλει στο μυαλό της, Μοιάζοντας στον Τηλέμαχο περιόδευε στην πόλη, κι αφού κοντοστεκόταν έλεγε σε καθέναν το σενάριο, και για το γρήγορο το πλοίο να μαζέψει την εσπέρα προσπαθούσε. Κι αυτή μετά από του Φρόνιου το γιο Νοήμονα τον άξιο ζήταγε πλοίο γρήγορο· πράγμα που εκείνος απεδέχθη λογικά. Και έδυσε ο ήλιος κι οι δρόμοι όλοι γεμίσανε σκιές, και τότε πλοίο γρήγορο στη θάλασσα το ρίχνει, κι όλα σ’ αυτό εξαρτήματα ακουμπά, κι είναι αυτά που πλοία φέρουν ώστε να είναι αξιόπλοα. Κι έστησε στου λιμανιού την άκρη, και γύρω εταίροι εκλεκτοί πολλοί μαζεύτηκαν αυθόρμητα· και η θεά παρότρυνε καθέναν. Όπου η Αθηνά, θεά γαλανομάτα, αλλά είχε βάλει στο μυαλό. Γοργά μετέβη θεϊκά στα δώματα του Οδυσσέα· όπου κατέχευε ύπνο γλυκύ για τους μνηστήρες και όσο πίναν έλιωναν, και κύπελλα από τα χέρια πέσαν. Και να πλαγιάσουν σηκωθήκαν κατά την πόλη, κι ούτε στιγμή λοιπόν μπορούσαν να κρατηθούν, μια που ο ύπνος έπιπτε πάνω στα βλέφαρά τους. Και στον Τηλέμαχο μετά από αυτό είπε η γλαυκώπις Αθηνά καλώντας έξω απ’ το μέγαρο που μπήκε σε μια τάξη, μοιάζοντας με το Μέντορα στην όψη στη φωνή· «Τηλέμαχ’ ήδη και για σε φορώντας τις καλές κνημίδες οι εταίροι κρατιόνται σ’ ετοιμότητα με τα κουπιά στα χέρια την από σένα περιμένουν διαταγή· αλλά ας φύγομε, μη εδώ δα καθυστερήσουμε το δρομολόγιο». Καθώς λοιπόν του φώναξε η Αθηνά Παλλάδα προηγείτο με ορμή· έπειτ’ αυτός θεά ακολουθούσε κατά πόδας. Όταν κατέβηκαν μετά στη θάλασσα στο πλοίο, στην άμμο βρήκαν σύντροφους να φτιάχνουν τα μαλλιά (για το ταξίδι). Κι είπε μετά σ’ αυτούς και γνέφοντας με νόημα Τηλέμαχος· «Πηγαίντε φίλοι τα συμπράγκαλα να φέρουμε· διότι όλα ήδη στο μέγαρο είν’ απλωμένα. Και η μητέρα μου δεν το γνωρίζει, ούτ’ άλλες δμώες, και μόνο μία άκουσε το 'σενάριο'». Και τότε προηγήθη αφού φώναξε και κείνοι στο κατόπι. Κι αφού αυτοί όλα τα έφεραν στο καλοτάξιδο καράβι τ’ απίθωσαν στ’ αμπάρι, ως κέλευε τ’ αγαπημένο το παιδί του Οδυσσέα. Ανέβαινε στο πλοίο κι Τηλέμαχος, διηύθυνε κι η Αθηνά, και προς την πρύμνη κάθισε του πλοίου· και σε αυτής το πλάι Τηλέμαχος καθόταν. Και κείνοι έλυσαν τα πρύμνια σκοινιά, και κείνοι οι ίδιοι ανέβηκαν και κάθισαν στους πάγκους. Σ’ αυτούς δε ούριο άνεμο στέλνει η γλαυκώπις Αθηνά, Ζέφυρον απ’ τις άκρες, να κελαηδά όπως η θάλασσα φουσκώνει. Και τους εταίρους παροτρύνοντας Τηλέμαχος εκέλευσε ν’ ασχοληθούν μ’ εξοπλισμό· και παροτρύνοντας αυτούς τον υπακούσαν. Και τον ιστό από το έλατο το δουλεμένο μες στο μεσαίο άνοιγμα έστησαν σηκωτό, και δέσαν –στερεώσαν από κάτω, και τράβηξαν λευκά ιστία από βοδιού καλόστριφτα σχοινιά. Κι εφούσκωσε ο άνεμος το μεσιανό πανί, και γύρω κύμα σηκωνόταν πορφυρό κι όπως το πλοίο έτρεχε μεγάλος παφλασμός· και σκίζοντας το κύμα έτρεχε αυτό πάνω στη ρότα. Κι αφού εξοπλισμό έδεσαν στο γρήγορο καράβι πάνω σήκωσαν τους κρατήρες οίνο στεφανωμένους, ραντίζοντας γι’ αθάνατους θεούς και που αναγεννώνται, και μάλιστα απ’ όλους στου Διός γλαυκώπιδα την κόρη. Κι αρμένιζε αυτό όλη τη νύχτα διαρκώς κι ως την αυγή βεβαίως. |
Τελευταία επεξεργασία: